1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

36

δικαιοσύνην, καὶ ἀνδρείαν, καὶ φρόνησιν, ὧν οὐδὲ τὰς προσηγορίας ἀκούειν ἀνέχονται; Πῶς ἂν ὁ πλοῦτος ὑφ' ἁπάντων ἐκτήθη, πάντων ὁμοτιμίᾳ τετιμημένων; Πῶς δ' ἂν ἰσονο μίας οὔσης, καὶ χρημάτων ὁμοίως ἅπαντες εὐπο ροῦντες, τῶν ἀναγκαίων ἀπήλαυσαν; ἢ τίς ἂν δια κονεῖν ἠνέσχετο, τὴν αὐτὴν ἔχων περιουσίαν; Τίς ἐσχάρᾳ προσεδρεύειν, καὶ ὄψα κατασκευάζειν, οὐκ ἀναγκαζούσης ἐνδείας; Τίς ἀρτοποιεῖν, ἢ μύλῃ τὸν σῖτον ἀλήθειν, καὶ διακρίνειν κοσκίνῳ τὰ ἄλευρα, καὶ μάττειν, καὶ πέπτειν, καὶ πυρὸς ἀν έχεσθαι φλέγοντος; Τίς δ' ἂν βοῦς ἀροτῆρας ὑπὸ ζυγὸν ἤγαγε, καὶ γῆν ἐνεούργησε καὶ σπέρματα κατέβαλε, καὶ βλαστήσαντα καὶ ἀκμάσαντα τεμὼν, τῇ ἅλῳ παρέδωκε, καὶ τῶν ἀχύρων ἀπέκρινε, μὴ τῆς πενίας ἐπὶ τοὺς πόνους ὠθούσης; Τίς ἂν λιθοτο μίαις προσήδρευσε, καὶ τῶν λίθων τὰς ὕλας ταῖς οἰκοδομίαις προσήνεγκε, καὶ εὖ καὶ καλῶς συν αρμόσας τὰς οἰκίας ἐτεκτήνατο, μὴ τῆς ἐνδείας νυττούσης, καὶ πρὸς ἐργασίαν κινούσης; Τίς ἂν ναυτικὴν μετελήλυθε τέχνην; τίς δὲ κυβερνητικὴν ἐμπορίαν, καὶ ναυτικὴν φιλοπονίαν; τίς ὑφαντικὴν καὶ σκυτοτομικήν; τίς κεραμευτικὴν καὶ χαλ κευτικήν; Εἰ γὰρ ἴση ἦν τῶν χρημάτων ἡ κτῆσις, οὐκ εἴα διακονεῖν ἑτέρῳ τὸν ἕτερον· ἀλλὰ δυοῖν θά τερον ἀνάγκη, ἢ τῶν ἀνθρώπων ἕκαστος πᾶσαν μετὰ σπουδῆς μετῄει διὰ τὴν χρείαν τέχνην, ἢ ἅπαν τες ἂν κατὰ ταυτὸ τῇ σπάνει τῶν ἀναγκαίων δι εφθάρημεν Ὅτι δὲ πάσας ἄνθρωπον ἕνα μετελθεῖν τέχνας τῶν ἀδυνάτων, οὐ δεῖ λόγων, μαρτυρούσης τῆς πείρας. ∆ύο γὰρ εἴ τις κατὰ ταυτὸ μαθεῖν ἐθε λήσειεν, ἀμφοτέρας ἀπόλλυσι, θατέρας τῇ ἑτέρᾳ λυμαινομένης. Εἰς ἄμφω γὰρ ἡ διάνοια μεριζομένη, καὶ ἀμφοτέρων ἐπιλαβέσθαι μὴ δυναμένη, τινὰ μὲν ἐξ ἀμφοῖν ἐκμάττεται μόρια, ἀκριβῆ δὲ καὶ τελείαν οὐδὲ μιᾶς τὴν γνῶσιν εἰσδέχεται. Ὑπελείπετο τοίνυν ἅπαντας πανολεθρίαν ὑπομεῖναι, διὰ τὴν ἴσην τῶν χρημάτων εὐπορίαν, καὶ συμβῆναι ταυτὸν τοῖς τῷ κόρῳ τῶν σιτίων τὴν ἡδονὴν ἀφανίζουσι. Καὶ γὰρ ἐκεῖνοι τῇ συνεχείᾳ τῶν ὄψων τὰς ὀρέξεις ἀμβλύνου σι· καὶ οὗτοι, διὰ τὸν τῶν χρημάτων ἔρωτα, καὶ τῶν ἀναγκαίων ἐνδεεῖς γίνεσθαι ποθοῦσι, καὶ τὸν μετὰ χρημάτων ὄλεθρον τῆς μετὰ πενίας προτιμῶσι ζωῆς. Ἀλλὰ τούτους μὲν ληρεῖν καταλίπωμεν, ἡμεῖς δὲ κἀνταῦθα τὴν τοῦ Θεοῦ κηδεμονίαν ἐπιδείξωμεν, καὶ τὴν καλουμένην παρ' αὐτῶν ἀνωμαλίαν, ζωῆς θυμήρους ἀφορμὴν, καὶ πολιτείας ἀρίστης ὑπόθεσιν ἀποφήνωμεν. Ὁ γὰρ τῶν ὅλων πρύτανις ἰσότητα κἀνταῦθα πρυτανεύων δειχθήσεται. 83.657 Πρῶτον μὲν γὰρ κοινὸν ἅπασι τὴν γῆν ἔδαφος ἔδωκε, κοινὴν ἑστίαν, καὶ τροφὸν, καὶ μητέρα, καὶ τάφον, μίαν διαπλάσεως ἀφορμὴν, τὸν χοῦν τὸν προπάτορα, κοινὸν ὄροφον τὸν οὐρανὸν ἐξέτεινεν. Ἥλιον, καὶ σελήνην, καὶ τοὺς ἄλλους φωστῆρας, οἷόν τινας λαμπαδηφόρους, κοινοὺς ἐδωρήσατο· ἀέρα μέσον ἐξέχεε, κοινόν τινα καὶ τοῦτον πλοῦτον πᾶσιν ὁμοίως προτεθεικώς. Οὔτε γὰρ σπῶσιν αὐτὸν πλέον τῶν πενήτων οἱ πλούσιοι, ἀλλὰ τὴν ἴσην μοῖ ραν κἀνταῦθα ἡ πενία λαμβάνει, μᾶλλον δὲ πλείονα· πλείους γὰρ ταύτης οἱ τρόφιμοι, καὶ τὰς αἰσθήσεις ἐῤῥωμενεστέρας ἔχοντες, καὶ τῶν περιττῶν φορτίων ἀπηλλαγμένας. Ποταμοὶ καὶ πηγαὶ, κοινὰ πάλιν ἅπασιν ἀναβλύζουσι νάματα· καὶ τὰ σώματα δὲ πά λιν ἴσα καὶ τούτοις κἀκείνοις ἐδημιούργησε· μᾶλλον δὲ κἀνταῦθα πλεονεκτοῦσιν οἱ πένητες· ἐῤῥωμενέ στερα γὰρ τὰ τούτων. Ἔνδεια γὰρ μήτηρ ὑγείας, κατὰ τὸν σοφώτατον τῶν ἰατρῶν· καὶ πόνοι, καὶ γυ μνασίαι, συνεργοὶ ὑγείας, κατὰ τὸν αὐτὸν τοῦτον διδάσκαλον. Καὶ αἱ ψυχαὶ δὲ καὶ τούτων κἀκείνων, τὴν αὐτὴν φύσιν ἂν ἔχουσι· μία κυήσεως ἀφορμὴ καὶ τούτοις κἀκείνοις, μιᾶς δημιουργίας ὁ γάμος ὑπόθεσις, ἴσοι τῆς κυήσεως οἱ μῆνες. Οὐ γὰρ αἰδεῖ ται τῶν χρημάτων τὴν περιουσίαν ὁ χρόνος, οὐδὲ ἀνέχεται, τὸν πλοῦτον αἰσχυνόμενος, πρὸ τῶν κει μένων ὅρων παραπέμψαι τὸ βρέφος, ἢ πλείονα χρό νον ἐγκαθεῖρξαι τῇ μήτρᾳ· ἀλλ' ὁμοίως καὶ τὸ τοῦ πλουτοῦντος καὶ τὸ τοῦ πενομένου προέρχεται. Ὠδῖ νες