1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

37

σημαίνεται· ἐὰν γὰρ λέγω ὅτι ὁ σωτὴρ δικαιοσύνη ἐστίν, οὐχ ἕξιν αὐτὸν λέγω, οὐ διάθεσιν, καὶ ἐὰν λέγω αὐτὸν δίκαιον-"ὑμεῖς δὲ τὸν δίκαιον ἠρνήσασθε"-, οὐ τὸν ποιὸν λέγω, ἀλλὰ τὴν δικαιοσύνην. δίκαιον οὕτω καὶ ἐπὶ τοῦ θεοῦ καθόλου λέγομεν. οὐ λέγω τὸν θεὸν δίκαιον εἶναι τῷ μετέχειν δικαιοσύνης, ἀλλὰ τῷ χορηγεῖν δικαιοσύνην. καὶ ἡ ψυχὴ δὲ ἡ κατ' οὐσίαν οὐ δέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον. ἐκείνη δὲ ἡ ψυχή, καθ' ἣν λέγονταί τινες καλόψυχοι, δέχεται. ἡ διάθεσις ἄρα ὁμωνύμως τῇ οὐσίᾳ "ψυ χὴ" καλεῖται. ἡ καρδία καὶ ὁ νοῦς ταὐτὸν σημαίνει· ὅταν γὰρ λέγῃ· "ὅπου ὁ θησαυρός, ἐκεῖ καὶ ἡ καρδία σου ἔσται", ἐκεῖ καὶ ὁ νοῦς σου. "μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ". ταὐτὸν οὖν ἐστιν εἰπεῖν νοῦν καὶ καρδίαν. οὐκ ἐπὶ πάντων δέ, ἀλλ' ἐπὶ τῶν ἀνθρώπων. ἴδε· ἡ τοῦ ἀνθρώπου ψυχὴ καὶ ὁ νοῦς ἀθάνατά ἐστιν. εἰ ἀθάνατόν ἐστιν, ζητεῖται, ἢ ἕτερον καὶ ἕτερόν ἐστιν. καὶ ὁ ἁμαρτωλὸς δὲ ἀθάνατον ἔχων ψυχὴν οὐδέποτε ἀπόλλυται· οὐ γὰρ προσεκτέον τοῖς λέγουσιν ὅτι αἱ τῶν φαύλων ψυχαὶ εἰς τὸ μὴ ὂν καταστρέφουσιν, ὡς βούλονται παρ' Ἕλλησιν Στοϊκοί, παρὰ δὲ δῆθεν Χριστιανοῖς οἱ Ἱερακαῖται. ἀθάνατος οὖν ἐστιν ἡ ψυχὴ καὶ ἔχει φυσικὸν ζῆν καθ' ὃ κινεῖται. ἔστιν δὲ καὶ τὸν ἁμαρτωλὸν ἔχειν ταύτην τὴν ζωὴν καθ' ἣν ἀθάνατός ἐστιν. οὐ περὶ ταύτης νῦν τῆς ζωῆς τῆς φυσικῆς λέγει ὅτι· "ζήσονται αἱ καρδίαι αὐτῶν", ἀλλὰ κατὰ τὴν ζωὴν ἐκείνην, ἣν ὁ πιστεύων ἔχει καὶ ὁ γιγνώσκων τὸν θεὸν ἔχει. εἰ ζῶσιν αἱ καρδίαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος κατὰ τὴν μακαρίαν ζωήν, φανερὸν 54 ὅτι καὶ καὶ κατὰ τὴν οὐσιώδη ζωὴν ἀεὶ μένουσιν, ἥτις κοινὴ ἁμαρτωλῶν καὶ σπουδαίων ἐστίν. καὶ ὥσπερ λέγω πάντας ὄψιν ἔχειν, ὅταν ζῷα ὦσιν ὄψιν ἔ χοντα, λέγω δὲ ὄψιν ἔχειν προηγουμένως τὸν καλῶς ὁρῶντα, οὐκ ἂν δὲ καλῶς ἐθεώρει, εἰ μὴ εἶχεν τὸ ὁρᾶν, καὶ πάλιν οὐκ ἂν κακῶς ἐθεώρει, εἰ μὴ εἶχεν τὸ ὁρᾶν. ἔχει τοίνυν καὶ ἡ ψυχὴ καὶ ἡ καρδία τὸ ζῆν ἀεί, κἂν φαύλη κἂν σπουδαία ᾖ. προλαμβάνει δὲ τὸ φυσικὸν ζῆν· οὐκ ἂν γὰρ ἠδύνατο κατὰ θεὸν ζῆν καὶ κατὰ πίστιν ζῆν, εἰ μὴ ἦν ἀθάνατος, εἰ μὴ εἶχεν ζωὴν οὐσιώδη. αἱ καρδίαι οὖν αὐτῶν τούτων τῶν φαγόντων καὶ ἐνπλησθέντων, τῶν φοβουμένων τὸν θεὸν καὶ αἰνούντων αὐτόν, ζήσονται οὐκ ἐπὶ ἕνα αἰῶνα, ἀλλ' "εἰς τὸν αἰῶνα τοῦ αἰῶνος". πλῆθος δὲ αἰώνων σημαίνεται· οὐ γὰρ εἶπεν· "εἰς τὸν αἰῶνα τοῦ αἰῶνος". καὶ ὥσπερ "σάββατα σαββάτων" λέγεται καὶ "ἐνιαυτὸς ἐνιαυτῶν" ὁ τοσαῦτα ἔτη ἔχων ὅσαι εἰσὶν ἡμέραι τοῦ ἐνιαυτοῦ, ζήσεται "εἰς τὸν αἰῶνα τοῦ αἰῶνος". 28 μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς. προφητεύει περὶ τῆς σωτηρίας πάντων τῶν ἀνθρώπων· δεῖ γὰρ ὑπαρχθῆναι ἐκεῖνο, περὶ οὗ πάλιν ἐν ἄλλῳ ψαλμῷ οὗτος ὁ ἅγιος λέγει· "πάντα τὰ ἔθνη, ὅσα ἐποίησας, ἥξουσιν καὶ προσκυνήσουσιν ἐνώπιόν σου"· μὴ γὰρ ἐποίησεν ὁ θεὸς τὰ λογικά, ἵνα ἁμαρτάνωσιν, ἵνα ἀντιθέους ἀναστήσαντες τούτοις λατρεύωσιν, ἀλλὰ ἵνα θεὸν τιμῶσιν. καὶ ἐπεὶ ἡ πρόθεσις τοῦ πεποιηκότος αὕτη, ἐμεσολάβησεν δὲ πρόθεσις τῶν γεγενημένων, δεῖ τὴν τοῦ θεοῦ κρατῆσαι. ὅταν οὖν μνησθῇ, ἡμεῖς δὲ παρέχομεν τὴν αἰτίαν τοῦ μνησθῆναι· μνημονεύει γὰρ τῶν μνημονευόντων, ὡς γιγνώσκει τοὺς ἐπισταμένους. ὅταν ἡμεῖς μνησθῶμεν, τότε μνημονεύει ἡμῶν καὶ καλεῖ ἡμᾶς εἰς σωτηρίαν. τὸ "ἐπιστραφήσονται" δείκνυσιν ὅτι οὐδεὶς κατὰ οὐσίαν κακός ἐστιν, ἀλλὰ κατὰ προαίρεσιν. εἰ δὲ ἴσχυσεν τὸ κακὸν ἐλάσαι τὴν προαίρεσιν εἰς ἄλλο τι ἄλλως, ἰσχύσει τὸ ἀγαθὸν ἀνακαλέσασθαι αὐτὴν εἰς τὴν προτέραν κατάστασιν. 28 καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν. μετὰ τὸ ἐπιστραφῆναι προσκυνοῦσιν. οὐ πρῶτον προσκυνοῦσιν, εἶτα ἐπιστρέφονται. προκοπὴν οὖν αὐτῶν σημαίνει. μέγα δέ ἐστιν τὸ ἐνώπιον θεοῦ προσκυνῆσαι. ἐκεῖνος ἐνώπιον αὐτοῦ προσκυνεῖ ὁ προσκυνῶν αὐτὸν ὡς δεῖ. λοιπὸν τὴν αἰτίαν· "ὅτι" αὐτοῦ ἐστιν "ἡ βασιλεία". βασιλείαν ὧδε λέγει οὐ τὴν ἀρχήν, ἀλλὰ τοὺς βασιλευομένους, καθ' ὃ