1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

37

ἁμαρτωλὸς ἀπολεῖται, οὗτος δέ φησιν· «οἶδα, ὅτι δι' ἁμαρτίας ταῦτα πάσχω» - ὁρᾷς φιλοσοφίαν, πῶς οὐκ ἔστι γαῦρος;-»καί, ὅτι πολὺ τὸ μέσον ἐμοῦ καὶ τοῦ θεοῦ, ἐπίσταμαι.» 9,3a ἐὰν γὰρ βούληται κριθῆναι μετ' αὐτοῦ, 3b οὐ μὴ ὑπακούσῃ αὐτῷ, 3c ἵνα μὴ ἀντείπῃ πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων. ὁρᾷς, πόση περιουσία δικαιοσύνης; χιλίους ἐὰν εἴπῃ λόγους ὁ θεὸς καταδικάζων ἡμᾶς, πρὸς ἕνα ἀντιστῆναι οὐ δυνάμεθα, ἀλλὰ χιλίοις δικαιώμασιν ἡμῶν κρατεῖ. 9,4a σοφὸς γάρ ἐστι διανοίᾳ, κραταιός τε καὶ μέγας. καὶ δικαίως· σοφὸς γὰρ ὢν μυρία εὐεργετεῖ. εἰ δὲ ἀπιστεῖς, ἄνθρωπε, φέρε ἐπεξέλθωμεν τῷ λόγῳ· χιλίους λέγοντος λόγους ἕνα ἀντειπεῖν οὐ δυνάμεθα. ὅρα φιλοσοφίας ῥήματα. ἐπειδὴ γὰρ ἔλεγεν οὗτος· «ὁ δίκαιος ἐν ἀγαθοῖς ἔσται», «ποῖος δίκαιος;» φησίν· «ποῦ γὰρ πρὸς τὸν θεὸν δίκαιός τις εὑρεθήσεται;» πρὸς ἕνα λόγον αὐτοῦ ἐκ χιλίων. ὅπερ καὶ ὁ προφήτης ἔλεγεν· οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. 93 καὶ πάλιν· ἁμαρτίας ἐὰν παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται; καὶ ὅρα, πῶς θαρρεῖ τῷ λόγῳ· ὃν βούλει, φησίν, ἄνθρωπον εἰς μέσον ἄγε, εἴτε ἐκ τῆς παλαιᾶς εἴτε ἐκ τῆς καινῆς, βούλει Παῦλον, οὗ ἴσον οὐδὲν ἂν γένοιτο, τὸ ἔσχατον τῆς ἀρετῆς μέρος, τοῦτον οὐκ ὄντα ἐποίησεν, γενομένῳ νόμον ἔδωκεν, δι' αὐτὸν οὐρανὸν ἐποίησεν. μᾶλλον δὲ ἐπὶ τοῦ κοινοῦ αὐτὸ γυμνάσωμεν· ἐποίησε τὴν ἀνθρωπίνην φύσιν. τίνος ἕνεκεν; δι' ἀγαθότητα μόνην. καὶ τὰ ἄλλα, τὰ λοιπά· τὸν κόσμον δι' αὐτόν, τὰ ἄλλα ἅπαντα δι' αὐτόν. ἐντολὴν ἔδωκεν, παρήκουσεν· πάλιν ἔδωκεν νόμον, πάλιν παρήκουσεν· πάλιν τὸν υἱὸν ἔπεμψεν, πάλιν παρήκουσεν· πάλιν μετάνοιαν ἔδωκεν, πάλιν παρήκουσεν· πάλιν γέενναν ἠπείλησεν, πάλιν παρήκουσεν. καὶ ἔτι ἐβούλετο σῶσαι αὐτόν. βούλει Παῦλον αὐτὸν ἐξετάσωμεν; ἄκουε αὐτοῦ λέγοντος· ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ. εἶτα ἐμαρτύρησεν, μετὰ τοῦτο, μετὰ τὸ κληθῆναι, ὅσης ἀπολαύει σπουδῆς καὶ προνοίας. μᾶλλον δέ, τί λέγομεν ταῦτα; οὐ γὰρ δυνατὸν εἰπεῖν. εἶτα, ἵνα μὴ κατὰ μέρος ἐπεξίῃ τῷ εἰρημένῳ, ἀπὸ τοῦ καθόλου αὐτὸ πιστοῦται καί φησιν· 9,4b τίς σκληρὸς γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν; οὕτως ἐστὶ κραταιός. εἶτα ἀπὸ τῆς πείρας πιστοῦται τὸν λόγον· «μέγας ἐστὶν ὁ θεός», φησίν, «οὐδέν ἐστιν ἄνθρωπος.» καὶ ὅρα, πῶς ὑψηλῶς· 9,5a ὁ παλαιῶν, φησίν, ὄρη καὶ οὐκ οἴδασιν. «παλαιοῖ τὰ ὄρη ἀνεπαισθήτως», φησίν, ὥσπερ ὁ ∆αυὶδ ἔλεγεν· ὁ ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται. ἐνταῦθα περὶ τῆς δυνάμεως αὐτοῦ διαλέγεται, ὅτι πάντα δύναται, περὶ τῆς δυνάμεως αὐτοῦ τῆς τιμωρητικῆς. ἐμαρτύρησεν αὐτῷ δικαιοσύνην, μαρτυρεῖ αὐτῷ καὶ δύναμιν· 94 9,5b ὁ καταστρέφων αὐτὰ, φησίν, ἐν ὀργῇ, 9,6a ὁ σείων τὴν ὑπ' οὐρανὸν ἐκ θεμελίων, 6b οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται. 9,7a ὁ λέγων, φησίν, τῷ ἡλίῳ μὴ ἀνατέλλειν καὶ οὐκ ἀνατέλλει, 7b κατὰ δὲ ἄστρων κατασφραγίζει. ὁρᾷς, πόσην αὐτῷ μαρτυρεῖ δύναμιν καὶ πρόνοιαν; οὐχ ὡς ἀκούοντος τοῦ ἡλίου, ἀλλὰ τὸ μεγαλεῖον τῆς ἐξουσίας ἐμφαίνων, τουτέστι καὶ ἐπὶ τῶν ἄστρων τὸ αὐτὸ ποιεῖ. καὶ τὸ αὐτὸ δείκνυσι τὸν δημιουργὸν πάλιν· 9,8a ὁ τανύσας τὸν οὐρανὸν μόνος. ὅπερ φησὶν ὁ Ἠσαΐας. 9,8b καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους. ἐνταῦθα καὶ προφητεία τίς ἐστιν. 9,9 ὁ ποιῶν Πλειάδα καὶ Εσπερον καὶ ταμιεῖα νότου, 9,10a ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, 10b ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. ἃ οὐκ ἴσμεν ἡμεῖς. οὐκ εὔδηλον, ὅτι οὐδεὶς ἀντιστῆναι δυνήσεται τῷ τοιούτῳ, τῷ οὕτω σοφῷ καὶ δικαίῳ; ὅρα, οὐδαμοῦ τὴν οὐσίαν, ἀλλὰ τὰς ἐνεργείας αὐτοῦ λέγει. εἶτα τὸ ἀόρατον αὐτοῦ· 9,11a ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω, 11b καὶ ἐὰν παρέλθῃ με, οὐδ' ὅλως ἔγνων. 9,12a ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει; 12b ἢ τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας; 9,13a αὐτὸς γὰρ ἀπέστραπται ὀργήν. καὶ δυνατός ἐστι καὶ οὐδένα τὸν ὅμοιον ἔχων. 9,13b ὑπ' αὐτοῦ δὲ ἐκάμφθη κήτη τὰ ὑπ' οὐρανόν. ὥστε μὴ ὑπερβαίνειν, φησίν, τοὺς ἰδίους τόπους, ὥστε μὴ εἶναι ὄρθια † ἅτε θάλασσαν βλέπων ἐν μέσῳ ὤν †. εἰκότως τῶν κητῶν μέμνηται καὶ ἀπὸ τούτων τὴν δύναμιν αὐτοῦ διηγεῖται. 95 9,4b τίς σκληρός, φησίν, γενόμενος ἐναντίον αὐτοῦ ὑπέμεινεν; τουτέστιν· ἀντιστῆναι αὐτῷ καὶ