1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

37

λαμπρότητος κτιστῆς, τῆς δι' ἀρετῶν δηλωτική· τοιγαροῦν οὐ μονοειδὴς ἡ τῆς ἴριδος λαμπρότης, ἀλλὰ ποικίλη πάσας τὰς ἀγγέλων ἀρετὰς 121 ἐνδεικνυμένη. ὁ δέ γε ἥλιος τὴν φυσικὴν αὐτῶν αἰνίττεται μαρμαρυγήν. διὸ τὴν μὲν ἴριν περιεβέβλητο, περὶ ἡμᾶς γὰρ αἱ ἀρεταί· τὸ δὲ πρόσωπον ἡλίῳ ἐμφερὲς εἶχεν, ἐν ἡμῖν γὰρ ἅπαν φυσικὸν πλεονέκτημα. καὶ οἱ πόδες αὐτοῦ στύλου πυρός. τὸ πῦρ τὴν τιμωρίαν δηλοῖ, ἣν ἦλθε κομίζων κατὰ τῶν ἀσεβῶν. καὶ ἔχων φησὶν ἐν τῇ χειρὶ αὐτοῦ βιβλιδάριον ἠνεωγμένον. τῶν τοιούτων βιβλίων ὁ ∆ανιὴλ μεμνημένος φησίν· ἔμπροσθεν αὐτοῦ, κριτήριον ἐκάθισεν καὶ βίβλοι ἠνεῴχθησαν. ἦν δὲ τὸ βιβλιδάριον ἐν ᾧ ἦσαν ἐγγεγραμμένα τῶν κολασθησομένων λίαν ἀσεβῶν τά τε ὀνόματα καὶ αἱ πλημμέλειαι. διὸ καὶ ὑποκοριστικῶς βιβλιδάριον αὐτὸ προσεῖπεν, ὡς βίβλου μὲν ὑπαρχούσης, ἤτοι βιβλίουἀμφότερα γὰρ εἴρηται τῇ θειᾷ γραφῇ ἐν αἷς τὰ πάντων ἀνθρώπων ὀνόματα γέγραπται κατὰ τὰ ἔμπροσθεν εἰρημένα μοι, βιβλιδαρίου δὲ ἐν ᾧ τὰ τῶν λίαν ἀσεβῶν. μὴ γὰρ τοσοῦτοι εἴησαν οἱ τῶν εἰδώλων προσκυνηταὶ καὶ φόνοις καὶ φαρμακείαις στιγματίαι καὶ τὰ ἄλλα ἃ κατέλεξε νοσοῦντες, ὡς βιβλίον ὅλον πληρῶσαι. καὶ ἔθηκέ φησι τὸν πόδα αὐτοῦ τὸν δεξιὸν ἐπὶ τῆς θαλάσσης, τὸν δὲ εὐώνυμον ἐπὶ τῆς γῆς. τοῦτο δεῖγμα μὲν καὶ τοῦ μεγέθους τῶν ἁγίων· δεῖγμα δὲ ὅτι τοῖς τε ἐν τῇ γῇ πλημμελήσασι καὶ τοῖς ἐν θαλάσσῃ, τοῖς οἷον καταποντισταῖς, ἢ καὶ ἄλλους κακουργήσασι τὰ τῆς τιμωρίας ἔφερε. καὶ ἔκραζε φωνῇ μεγάλῃ ὥσπερ λέων μυκᾶται. καὶ τὸ ἶσα λέουσιν ὠρύσασθαι τὸν ἅγιον ἄγγελον τῆς ὀργῆς ἐστι σύμβολον 122 τῆς κατὰ τῶν ἀσεβῶν. καὶ ὅτε φησὶν ἔκραξεν, ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ τὰς ἑαυτῶν φωνάς. ἑπτὰ λέγει βροντᾶς τὰ ἑπτὰ λειτουργικὰ πνεύματα ὧν ἐν τοῖς ἔμπροσθεν μνήμην πεποίηται, διὸ μετὰ τοῦ ἄρθρου τέθειται· αἱ ἑπτά φησι βρονταί, πρὸς ἐκεῖνα τὰ ἑπτὰ πνεύματα τὴν ἀναφορὰν ἔχουσαι. τί δὲ τὸ κράξαι τὰ ἑπτὰ πνεύματα βούλεται; τὸ καὶ αὐτὰ πάντως συνεπιψηφίσασθαι ταῖς κατὰ τῶν ἁμαρτωλῶν τιμωρίαις, εὐχάριστον ὕμνον ἀναφέροντα τῷ Θεῷ, ὅτι δίκαια πάντα πέπρακται. ἅμα δὲ καὶ κράξαντα διεσάφησε τὰ τῶν κολάσεων εἴδη. ἤμελλον δέ φησι γράφειν τὰ εἰρημένα τοῖς ἑπτὰ πνεύμασι. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ λέγουσαν· σφράγισον ἃ ἐλάλησαν αἱ ἑπτὰ βρονταὶ καὶ μὴ αὐτὰ γράψῃς. τὸ μὲν σφράγισον τὸ οἷον ἔχε τὴν μνήμην ἐντετυπωμένην τῇ διανοίᾳ σου· τὸ δέ γε κωλυθῆναι γραφῇ παραδοῦναι οἰκονομικόν, δι' ἣν μὲν οἶδεν ὁ Θεὸς αἰτίαν, ἴσως δὲ τῶν δοξαζομένων κολάσεων ἐλαφρότεραι τυγχάνουσαι καὶ τῆς ἀγαθότητος τοῦ κολάζοντος ἄξιαι, εὐκαταφρονήτους αὐτὰς τοῖς ἀνθρώποις ἐποίουν. τί γάρ φασι περὶ τούτων Γρηγόριός τε ὁ θεσπέσιος καὶ Εὐάγριος ὁ τὰ γνωστικὰ μέγας; ὁ μὲν καὶ γίνεταί φησι τοῖς ἀμφὶ τὸν Ἀδὰμ ἡ τιμωρία φιλανθρωπία, οὕτω γὰρ πείθομαι κολάζειν Θεόν, καὶ ἐν ἑτέρῳ οὔτε τὸ ἔλεος ἄκριτον, οὔτε ἡ κρίσις ἀνέλεος· Εὐάγριος δὲ λανθανέτω φησὶ τοὺς νεωτέρους καὶ τοὺς κοσμικοὺς ὁ περὶ κρίσεως ὑψηλότερος λόγος· οὐ γὰρ ἴσασιν πόνον, ψυχῆς λογικῆς καταδικασθείσης τὴν ἄγνοιαν. καὶ ὁ ἄγγελος, ὃν εἶδον ἑστῶτα ἐπὶ τῆς θαλάσσης καὶ ἐπὶ τῆς γῆς, ἦρε τὴν χεῖρα αὐτοῦ τὴν δεξιὰν εἰς τὸν οὐρανόν, καὶ ὤμοσεν ἐν τῷ ζῶντι εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ὃς 123 ἔκτισε τὸν οὐρανὸν καὶ τὰ ἐν αὐτῷ· καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ τὴν θάλασσαν καὶ τὰ ἐν αὐτῇ, ὅτι χρόνος οὐκέτι ἔσται· ἀλλ' ἐν ταῖς ἡμέραις τοῦ ἑβδόμου ἀγγέλου ὅταν μέλλῃ σαλπίζειν· κατὰ σχῆμα ἐλλείψεως εἴρηται· φησὶν γὰρ ὅταν μέλλῃ σαλπίζειν ὁ ἕβδομος ἄγγελος πᾶσα πληρωθήσεται ἡ κατὰ τῶν ἀσεβῶν κόλασις διάφορός τε οὖσα καὶ ποικίλη. οὐ νῦν δὲ λέγει τοῦτο ἔσεσθαι ὅταν ἐν τῇ θεωρίᾳ σαλπίσῃ, ἐπεὶ μήτε τὰ ἄλλα τότε προβέβηκεν, ἀλλ' ὅταν ἐν τῷ προσήκοντι σαλπίσῃ καιρῷ. οὗ γενομένου, τέλος λήψεταί φησι τὸ μυστήριον τῷ Θεῷ ὡς εὐηγγέλισεν τοὺς ἑαυτοῦ δούλους τοὺς προφήτας. ἄχρι γὰρ τῆς κρίσεως καὶ τῆς τῶν ἀγαθῶν καὶ φαύλων ἀντιδόσεως, προεφήτευσαν οἱ προφῆται, καὶ μετὰ τοῦτο οὐκέτι. σαλπίζοντος οὖν ἐν τῷ τότε αἰῶνι τοῦ ἑβδόμου ἀγγέλου, τέλος λήψεται ἅπαν