1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

37

ἡγοῦνται καὶ τούτου κἀκείνου, μᾶλλον δὲ, εἰ τῇ πείρᾳ πιστεύεις, ῥᾴων ὁ τόκος τῆς πενομένης, καὶ μείους αἱ ὠδῖνες. Ἡ γὰρ περὶ τὸ πονεῖν συνήθεια δωρεῖται τὴν εὐκολίαν. ∆ιὸ καὶ ταῖς τρυφώσαις ἰατρῶν παῖδες ἐν ταῖς πρὸ τῆς κυήσεως ἡμέραις ἀναγκαῖον ἐπιφέρουσι πόνον. Οὐκοῦν ὁμοίως μὲν κύουσιν, οὐχ ὁμοίως δὲ τίκτουσιν, ἀλλ' ἔνθα μὲν ἡ τοῦ πλούτου παραμυθία, πλείων ἡ δυσκολία, ἔνθα δὲ τῶν ἀναγκαίων ἡ ἔνδεια, ἡ φύσις ἐπικουρεῖ τῇ εὐκολίᾳ ψυχαγωγοῦσα· μᾶλλον δὲ, ὁ τῆς φύσεως Ποιητὴς οὕτω κεράσας τὰ ἄνισα, καὶ τῇ μὲν ἐξ εὐ πραγίας γινομένῃ περὶ τὸν τόκον δυσκολίᾳ, τὴν ἐκ τῶν ἰατρῶν καὶ τῶν φαρμάκων παραμυθίαν προσ φέρων, τῇ δὲ διὰ τὴν πενίαν τῆς ἐπικουρίας ταύτης σπανιζούσῃ, παρέχων τῆς φύσεως τὴν βοήθειαν. Βλέπε τοῦ δικαίου κριτοῦ τὰ ζυγὰ, καὶ κίνησον εἰς εὐφημίαν τὴν γλῶτταν· βλέπε δὲ καὶ τὰ τικτόμενα, ὁμοίως γυμνὰ προϊόντα· οὐ γὰρ τὸ τοῦ πλουσίου βρέφος ἁλουργίδα περιβέβληται, τὸ δὲ τοῦ πέ νητος ῥάκια περίκειται, ἀλλ' ἄμφω γυμνὰ προέρχε ται, τοῦ ∆ημιουργοῦ κηρύσσοντος τὴν ἰσότητα. Ὁμοίως σπᾷ τὸν ἀέρα, ὁμοίως ἕλκει τὴν θηλήν· οὐχ ἑτέρῳ γάλακτι τὸ τοῦ πένητος τρέφεται, ἕτερον δὲ τῷ τοῦ πλουσίου προσφέρεται, ἀλλ' ἴσης καὶ τοῦτο κἀκεῖνο καὶ τῆς αὐτῆς ἀπολαύει τροφῆς. Οὐ μόνον δὲ τὴν εἰς τὸν βίον εἴσοδον μίαν καὶ τὴν αὐτὴν ἔχο μεν ἅπαντες, ἀλλὰ καὶ τὴν ἔξοδον ἴσην. Εἷς γὰρ ἡμᾶς ὑποδέχεται θάνατος· οὐ γὰρ φοβεῖται τὸν 83.660 πλοῦτον ὁ θάνατος, οὐδὲ δειμαίνει τοὺς δορυφόρους, οὐ φρίττει τὴν ἁλουργίδα, καταφρονεῖ καὶ τείχους, καὶ πύργων, καὶ βασιλείων, καὶ ἐντὸς τῶν θαλάμων γίνεται, οὐκ ἐλεεῖ δακρύοντα, οὐκ οἰκτείρει παρακα λοῦντα, οὐ διαφθείρεται δώροις, τῆς ἰατρικῆς οὐκ ἀνέχεται τέχνης, ἀργὰς δείκνυσι τὰς τῶν φαρμάκων δυνάμεις, οὐδὲ ἐπισκῆψαι πολλάκις συγχωρεῖ, καὶ δῆλον ποιῆσαι τὸν τοῦ κλήρου διάδοχον, ἀλλ' ἁρπά ζει, σύρει, χωρίζει τοῦ σώματος τὴν ψυχήν. Καὶ τὸ τέλος τοιγαροῦν κοινὸν ἔχουσιν οἱ πλούτῳ κομῶντες, καὶ οἱ πενίᾳ συζῶντες, καὶ τὰ μετὰ τὸ τέλος δὲ καὶ τὴν ἐντεῦθεν ἐκδημίαν. Ὁμοίως γὰρ σηπεδὼν ἕπεται, καὶ ἰχὼρ καταῤῥεῖ, καὶ σκώληκες ἀποτί κτονται, καὶ τὸ βλοσυρὸν ὄμμα σβέννυταί τε καὶ δια τήκεται, καὶ τὸ ἀκόρεστον στόμα, καὶ ἡ λυττῶσα γλῶσσα, σκωλήκων γίνεται παρανάλωμα. Καὶ ὁ γαυριῶν τράχηλος οὐ κάμπτεται μόνον, ἀλλὰ καὶ διαλύεται· καὶ ἡ φυσωμένη γνάθος, οὐ συστέλλεται μόνον, ἀλλὰ καὶ εἰς ὀλίγην κόνιν συνίσταται· καὶ τὸ τῆς παρειᾶς ἄνθος μαραίνεται, καὶ φροῦδον παντά πασι γίνεται· καὶ οἱ γράφοντες τὴν πονηρίαν δά κτυλοι, κεῖνται τῆς ἁρμονίας παντελῶς ἐσκεδασμέ νοι. Οὐκοῦν ταῦτα μὲν ἅπαντα κοινὰ καὶ πλου σίοις καὶ πένησι πρόκειται. Ὑπολείπεται τοίνυν καὶ πενία καὶ πλοῦτος, ἃ σὺ μὲν νομίζεις ἴδια, δείξει δὲ ὁ λόγος, σὺν Θεῷ φάναι, κοινά. Ὁμοίως γὰρ τῆς τῶν πλουσίων περιουσίας οἱ πενίᾳ συζῶντες τυγχάνου σιν. Ὁ γὰρ τούτων κἀκείνων ∆ημιουργὸς, τέχναις παντοδαπαῖς τὴν πενίαν ἐκόσμησε, δι' ἃς παρὰ τὰς τῶν πενήτων θύρας φοιτῶσιν οἱ πλούσιοι, καὶ χρή ματα διδόντες, τὰς ἀναγκαίας παρ' αὐτῶν κομίζον ται χρείας, καὶ πλειόνων διὰ τὸν πλοῦτον δεόμενοι, πάσης σπανίζουσι χρείας. Καὶ παρὰ μὲν τούτων, ἄρτους, παρὰ δὲ ἐκείνων, ὄψα ὠνοῦνται· ὑποδήματα ἕτεροι τοῖς ποσὶ προσαρμόττουσιν, ἄλλοι χιτῶνας, καὶ ἀμπεχόνας, καὶ ἐφεστρίδας κατασκευάζουσιν· ἄλλοι τάπητας, καὶ στέμματα, καὶ περιβόλαια· καὶ οἱ μὲν οἰκίας, οἱ δὲ κλίνας καὶ θρόνους, οἱ δὲ λαχάνων γένη, καὶ ὀπωρῶν εἴδη μυρία, οἱ δὲ πυροὺς καὶ κριθὰς, καὶ τὰ ἐκ γεωργίας ἀγαθὰ, ὧν δίχα διαβιῶναι τῶν ἀδυνάτων, κἂν ἔχῃ τις τὸν Κροίσου καὶ Μίδου χρυσόν. Τῷ δὲ πένητι, καὶ ἄρτος ἀπόχρη κεγχριδίας, καὶ πιτυρίας, καὶ τὸ τυχὸν ὄψον ἀρκεῖ. Τίνα οὖν ὀρθῶς καὶ δικαίως δικάζων καλέσεις ἐνδεῆ καὶ πένητα, καὶ τῶν ἀναγκαίων σπανίζοντα, τὸν τῶν ὀλίγων δεόμενον, ἢ τὸν παμπόλλων; τὸν ἐν ταῖν χε ροῖν ἔχοντα τῆς ζωῆς τὰς ἀφορμὰς, ἢ τὸν χρυσῷ τῷ ἀπίστῳ πιστεύοντα, ὃς καὶ