1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

38

φυσική τε καὶ ἀναγκαία ἡ δι' ἀκολούθου κατορθοῦσα τὸ σπουδαζό μενον. ὥσπερ τοίνυν ἐπὶ τῶν λιθογλύφων, σκοπὸς μὲν αὐτοῖς τῆς ἐργασίας ἐστὶ τὸ πρός τι τῶν ὄντων ὁμοιῶσαι τὸν λίθον, οὐκ εὐθὺς δὲ τὸ ἔργον ἀπὸ τοῦ πέρατος ἄρχεται, ἀλλ' 5.116 ἐπιτίθησιν ἀναγκαίαν τινὰ τῇ σπουδῇ τάξιν ἡ τέχνη, ἧς ἄνευ οὐκ ἂν τὸ σπουδαζόμενον γένοιτο. χρὴ γὰρ πρῶτον μὲν ἀπορρῆξαι τῆς συμφυοῦς πέτρας τὸν λίθον. εἶτα περι κόψαι τὰς προβολὰς τῶν ἀχρήστων πρὸς τὴν τοῦ προ κειμένου μίμησιν ἐξεχόντων καὶ οὕτως κοιλᾶναι διὰ τῆς ἐργασίας ἐκεῖνα τοῦ λίθου τὰ μέρη. ὧν ἐξαιρεθέντων, ἄρχεται περὶ τὸ λειπόμενον ἐνορᾶσθαι τὸ σχῆμα τοῦ ζῴου, περὶ ὃ τὴν σπουδὴν ὁ τεχνίτης ἔχει· καὶ μετὰ τοῦτο λεπτοτέ ροις τισὶ καὶ ὁμαλωτέροις ὀργάνοις περιξέειν τε καὶ ἀπο λεαίνειν τὴν τοῦ λίθου τραχύτητα, καὶ τότε τῆς ἀρχετύπου μορφῆς ἐπιβάλλειν τῷ ὑπολελειμμένῳ τὴν ὁμοιότητα, λαμπρύ νειν τε μετὰ ταῦτα καὶ λειοτέραν ποιεῖν τοῦ λίθου τὴν ἐπιφάνειαν, δι' ὧν οἶδεν ἡ τέχνη τὸν τοιοῦτον ἐπιβάλλειν κόσμον τῷ ἔργῳ· κατὰ τὸν αὐτὸν τρόπον πάσης ἡμῶν διὰ τῆς ὑλικῆς προσπαθείας ὥσπερ ἀπολιθωθείσης τῆς φύσεως, ὁ πρὸς τὴν θείαν ὁμοίωσιν λατομῶν ἡμᾶς λόγος ὁδῷ τινι καὶ ἀκολουθίᾳ πρὸς τὸ τοῦ σκοποῦ πέρας προέρχεται, πρῶτον χωρίζων ἡμᾶς οἶόν τινος συμφυοῦς πέτρας, τῆς κακίας λέγω, ᾗ διά τινος σχέσεως ἦμεν προσπεφυκότες· εἶτα περικόπτει τῆς ὕλης τὰ περιττά· μετὰ τοῦτο τυποῦν ἄρχεται πρὸς τὴν ὁμοίωσιν τοῦ σκοποῦ τὸ ἐγκείμενον τῇ περιαιρέσει τῶν κωλυόντων τὴν μίμησιν· καὶ οὕτως διὰ τῆς λεπτοτέρας τῶν νοημάτων διδασκαλίας ἐπιξύων τε καὶ κατα λεαίνων ἡμῶν τὴν διάνοιαν, τότε διὰ τῶν τῆς ἀρετῆς τύπων ἐμμορφοῖ ἡμῖν τὸν Χριστόν· οὗ κατ' εἰκόνα ἐξ ἀρχῆς τε ἦμεν καὶ πάλιν γινόμεθα. τίς οὖν ἐστιν ἡ τῆς γλυφῆς τῶν ἡμετέρων ψυχῶν τάξις; ἐν τῷ πρώτῳ τμήματι τῆς ψαλμῳδίας τῆς ἐν κακίᾳ ζωῆς ἀπεσχίσθημεν· ἐν δὲ τοῖς ἐφεξῆς διὰ τῆς 5.117 προσεχοῦς ἀκολουθίας ἐπὶ τὸ τέλειον προήχθη ἡ μίμησις. σύγ κειται τοίνυν τῶν ψαλμῶν ἡ τάξις, ἐπειδὴ τὸ σπουδαζόμενόν ἐστι τῷ πνεύματι, καθὼς εἴρηται, οὐχ ἱστορίαν ἡμᾶς διδάξαι ψιλήν, ἀλλὰ τὰς ψυχὰς ἡμῶν δι' ἀρετῆς κατὰ θεὸν μορφῶσαι. ὡς ἐπιζητεῖ τὸ τῆς διανοίας τῶν ἐν τοῖς ψαλμοῖς γεγραμμένων ἀκόλουθον, οὐχ ὡς ἡ ἱστορικὴ βούλεται ἀκολουθία. καθάπερ γὰρ ἐπὶ τοῦ ἐκτεθέντος ἡμῖν τοῦ κατὰ τὴν γλυφὴν ὑποδείγ ματος πολλῶν ἐστιν ὀργάνων πρὸς τὴν τοῦ ἀγάλματος ἀπεργασίαν χρεία τῇ τέχνῃ (τὰ δὲ ὄργανα ταῦτα οὐχ ὁμοίως ἔχει πρὸς ἄλληλα κατὰ τὸν τύπον τοῦ σχήματος, ἀλλὰ τὸ μὲν ἑλικοειδῶς κατὰ τὸ ἄκρον τετύπωται, τὰ δὲ πριονώδη τὴν ἀκμὴν ἔχει· ἄλλα σμιλοειδῶς κατεσκεύασται ἑτέροις περιῆκται τὸ εἶδος εἰς ἡμικύκλιον. πάντα δὲ ταῦτα καὶ τὰ τοιαῦτα κατὰ τὸν ἴδιον ἕκαστον καιρὸν ὑπουργεῖ τῷ τεχνίτῃ)· οὕτως τῷ ἀληθινῷ ἐπιστάτῃ τῷ τεχνικῶς διαγλύφοντι ἡμῶν τὰς ψυχὰς πρὸς τὴν τοῦ θείου ὁμοίωσιν οἷον ὄργανά τινα λιθογλυφικὰ αἱ ψαλμῳδίαι παρεσκευάσθησαν, τὴν δὲ τῶν ὀργάνων τούτων χρῆσιν ἡ χρεία τῆς ἐργασίας εἰς τάξιν ἄγει. καὶ οὐ μέλει τῷ τεχνίτῃ πολυπραγμονεῖν, ποῖον ἐν τοῖς ὀργάνοις πρὸ τοῦ ἑτέρου κεχάλκευται, ἵνα τὸ ἐν τῇ κατασκευῇ πρῶτον καὶ ἐν τῇ συνεργίᾳ τῆς γλυφῆς γένηται πρῶτον. ὁ γὰρ τῇ χρείᾳ προσέχων πρῶτον καὶ δεύτερον καὶ πολλοστὸν ἐκεῖνο ποιεῖ, ὃ συμβουλεύει ἡ χρεία. εἴτε οὖν ἐν πρώτοις τὰ κατὰ τὸν Γολιὰθ καὶ τὸν Σαούλ ἐστι πράγματα, εἴτε ἐν ἐσχάτοις τὰ κατὰ τὸν Ἀβεσσαλὼμ καὶ τὸν Οὐρίαν καὶ οἱ τοῦ Χουσὶ λόγοι καὶ ἡ κατὰ τὴν Βηρσαβεὲ συντυχία, μέλει τούτων οὐδὲν τῷ μορφοῦντι διὰ τούτων τὰς καρδίας ἡμῶν, ἀλλ' ὅπως ἂν δι' ἑκάστου τούτων γένοιτό τις πρὸς τὸ 5.118 ἀγαθὸν ἡμῖν συνεργία. πρὸς τοῦτο βλέπει καὶ ἡ πρὸς τὴν σωτηρίαν ἀκολουθία, καὶ τάξις ἀρίστη γίνεται τῶν εἰς αὐτὸ τοῦτο συνεργούντων ἡμῖν. οἷον ὁ πρῶτος ἀπέστησεν τῆς πρὸς τὸ κακὸν συμφυΐας τὸν ἄνθρωπον· ὁ δεύτερος τίνι προσκολληθῶμεν ὑπέδειξεν τὴν διὰ σαρκὸς τοῦ κυρίου προμηνύσας ἐμφάνειαν, καὶ δείξας ὅτι τοῦτό ἐστι μακάριον τὸ ἐπ' αὐτῷ πεποιθέναι· ὁ τρίτος τὸν παρὰ τοῦ ἐχθροῦ σοι ἐπανιστάμενον πειρασμὸν προμηνύει, ὡς ἤδη σε χρισθέντα εἰς βασιλείαν