1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

38

βλασφημεῖν αὐτόν, ὥστε οἶδε τοῦτο καὶ οὐκ ἂν ταῦτα αὐτὸς ἔπαθεν, ὥστε, κἂν πρὸς βραχὺ συγχωρηθῇ, ἀλλ' οὐχ ὑπομενεῖ. εἶτα περὶ τῆς δυνάμεως αὐτοῦ λέγει καὶ τοῦ ἀοράτου· 9,14a ἐὰν δέ μου εἰσακούσῃ 14b καὶ διακρίνῃ μου τὰ ῥήματα μετ' αὐτοῦ, 9,15a ἐάν τε γὰρ ὦ δίκαιος, οὐκ εἰσακούσεταί μου. 15b τοῦ κρίματος αὐτοῦ δεηθήσομαι. ὃ λέγει, τοιοῦτόν ἐστιν· «ἐὰν τῶν ῥημάτων ἐξέτασιν ποιήσηται τῶν ἐμῶν ἀκούσας» -τοῦτο γάρ ἐστι διακρίνῃ· "βασανίσῃ καὶ εὐθύνας ἀπαιτήσῃ"-»οὐδὲ τοῦ ἀκούεσθαι εὑρίσκομαι ἄξιος ὤν, κἂν ὦ δίκαιος. ἐάν τε βασανίσῃ μου τὰ ῥήματα, κἂν ὦ δίκαιος, οὐκ ἄξιός εἰμι ἀκούεσθαι παρ' αὐτοῦ.» 9,16a ἐάν τε καλέσω καὶ εἰσακούσῃ, 16b οὐ πιστεύω, ὅτι ἐπακήκοέ μου τῆς φωνῆς. «ἐὰν δὲ ἐν φιλανθρωπίᾳ ζητήσω σωθῆναι, οὐκ οἶδα» -τουτέστιν· οὐ πιστεύω-, «ὅτι ἐπακήκοέ μου τῆς φωνῆς.» 9,17a μὴ ἐν γνόφῳ με ἐκτρίψῃ. μήποτε τὸ ἐν γνόφῳ ὃ λέγει, τοιοῦτόν ἐστιν, ὅτι πολλὴ ἡ ἐξουσία παρ' αὐτῷ, καὶ ὅπερ ἂν πράξῃ, οὐδείς ἐστιν ὁ ἀντιπίπτων, ἀλλ' οὐδὲ εἰδώς, ὅπως ἀπόλλυται. τοῦτ' ἐστιν, ὃ λέγει· ἐπειδὴ ἔλεγον διὰ παντός· ὄρθριζε πρὸς κύριον καὶ ἐπακούσεταί σου, «πόθεν;» φησίν. «ἂν μὲν ὦ δίκαιος, οὐκ εἰσακούσεται, ἂν δὲ ἐξετάσῃ τὰ ῥήματά μου, οὐκ οἶδα, ὅτι δίκαιός εἰμι, ἄν τε ὡς ἐπικαλῶμαι, οὐκ οἶδα, εἰ ἀκήκοέ μου. ἀπὸ γὰρ τῶν παρόντων οὐκ οἶδα ταῦτα στοχάζεσθαι.» 96 9,17b πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκε διὰ κενῆς. σὺ δὲ εἶπας ἀπολέσαι τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς. τί οὖν θαυμάζεις, εἰ, ὃ θεὸς εἶπεν, τοῦτο καὶ αὐτὸς λέγει; ἢ τὸ διὰ κενῆς οὐχ, ὅτι οὐχ ἥμαρτεν, ἀλλ' ὅτι οὐδὲν ἔσται πλέον ἀπὸ τῆς τιμωρίας αὐτοῦ καὶ τοῦ κολάζεσθαι. 9,18a οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι. τουτέστιν· «πολλῶν πλήρης εἰμὶ δεινῶν.» 9,18b ἐνέπλησε δέ με πικρίας. 9,19a ὅτι μὲν γὰρ ἰσχύι κρατεῖ, 19b τίς οὖν κρίματι αὐτοῦ ἀντιστήσεται; οὐ τοῦτο λέγει, ὅτι ἁπλῶς ἰσχύι κρατεῖ, ἀλλ' ὅτι δυνατός ἐστι ποιῆσαι, ὅσαπερ ἂν θέλῃ. 9,20a ἐάν τε γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει. «πρὸς θεὸν κρίνομαι γάρ.» 9,20b ἐάν τε ὦ ἄμεμπτος, σκολιὸς ἀποβήσομαι. 9,21a εἴτε γὰρ ἠσέβησα, οὐκ οἶδα τῇ ψυχῇ, 21b πλὴν ὅτι ἀφῄρηταί μου ἡ ζωή. ὁρᾷς, πόσην λέγει περιουσίαν τῆς τοῦ θεοῦ δικαιοσύνης καὶ τῆς ἡμετέρας ἀσθενείας, οἳ μηδὲ τὰ ἁμαρτήματα συνιδεῖν δυνάμεθα; 9,22 διὸ εἶπον· μέγαν καὶ δυνάστην ἀπολλύει ὀργή, 9, 23a καὶ φαῦλοι ἐν θανάτῳ ἐξαισίῳ ἀπολοῦνται, 23b ἀλλὰ δίκαιοι καταγελῶνται· 9,24a παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς. τουτέστιν· παρὰ τῷ θεῷ πᾶς ἄδικός ἐστιν, ἀλλ' ἔστι τις διαφορά· ὁ δυνάστης ἁλίσκεται παρ' αὐτοῦ, ὁ φαῦλος καὶ πονηρὸς ἀπόλλυται, ὁ δίκαιος, ὅταν αὐτὸν ἐξετάσαι θελήσῃ, καταγελᾶται ὡς οὐ μόνον δεινὰ πάσχοντος, ἀλλὰ καὶ ἐλεγχομένου διὰ τῶν τιμωριῶν. ὃ λέγει, τοιοῦτόν ἐστιν· ὅταν ἑαυτὸν ὁ θεὸς κινήσῃ καὶ ἐπεξελ97 θεῖν βουληθῇ, οὐ δικαιοσύνη προΐσταται, οὐ φαυλότης ἀνθίσταται, οὐ δυναστεία, οὐδὲν ἄλλο. παραδέδονται γὰρ εἰς χεῖρας ἀσεβοῦς. πολλάκις οὕτω ποιεῖ· οὐχὶ τιμωρίᾳ, ἀλλὰ καὶ τῷ παραδιδόναι ἀσεβεῖ ποιεῖ καταγελάστους. 9,24b πρόσωπα, φησίν, κριτῶν αὐτῆς συγκαλύπτει· 24c εἰ δὲ μή, αὐτός ἐστιν. 9,25a ὁ δὲ βίος μου ἐλαφρότερος δρομέως. ὁρᾷς; συνεχῶς ἐπὶ τὸ ὀλιγοχρόνιον καταφεύγει. εἶτα καὶ παραβάλλει, πῶς ὀλιγοχρόνιος ἡ ἀνθρωπίνη ζωὴ ὡς μηδὲ φαίνεσθαι. ἐν γὰρ τῷ παντὶ αἰῶνι τοιαύτη ἐστίν· πρὶν ἢ φανῆναι ἠφανίσθη. 9,25b ἀπέδρα, φησίν, καὶ οὐκ εἶδον. 9,26a εἰ καὶ ἔστι ναυσὶν ἴχνος ὁδοῦ 26b ἢ ἀετοῦ πετομένου ζητοῦντος βοράν; 9,27a ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν. τουτέστιν· «καὶ τὰ τῆς μνήμης μοι διόλωλεν, οὐδὲ ὅτι φθέγγομαι οἶδα· τοσαύτη ὀδύνη ἐστὶν ἐν ἐμοί. μεταξὺ λαλῶν ἐπιλανθάνομαι, τοσοῦτός ἐστιν ὁ χειμών, τοσοῦτος ὁ πειρασμός.» σὺ δέ μοι, ὅταν ἀκούσῃς τολμηρόν τι λέγοντος, τὴν ὑπερβολὴν ὅρα τοῦ χειμῶνος καὶ τοῦ ναυαγίου. εἶτα θαυμάζεις, εἰ παρὰ ψυχῆς ἀθυμούσης οὕτως ἐλέχθη τι φορτικόν, καὶ σαυτὸν ἐκείνῳ παρεξετάζεις; ἵνα γὰρ μηδεὶς ταῦτα καταγνῷ αὐτοῦ, διὰ τοῦτο καὶ ἐν προοιμίοις καὶ μετὰ τὸ τέλος ἡ τοῦ θεοῦ ψῆφος ἕστηκε προϊσταμένη καὶ οὐχὶ μόνον ἀπαλλάττουσα ἐγκλημάτων, ἀλλὰ καὶ τὸ τοῦ δικαίου περιτιθεῖσα ἀξίωμα. 9,28b