38
Κατέγνως σου τὴν ἁμαρτίαν; ἀπέθου τὸ φορτίον. Καὶ τίς ταῦτά φησιν; Αὐτὸς ὁ δικάζων Θεός. Λέγε σὺ τὰς ἁμαρτίας σου πρῶτος, ἵνα δικαιωθῇς. Τίνος γὰρ ἕνεκεν αἰσχύνῃ καὶ ἐρυθριᾷς, εἰπέ μοι, τὰ ἁμαρτήματα εἰπεῖν; μὴ γὰρ ἀνθρώπῳ λέγεις, ἵνα ὀνειδίσῃ σε; μὴ γὰρ τῷ συνδούλῳ ὁμολογεῖς, ἵνα ἐκπομπεύσῃ; Τῷ ∆εσπότῃ, τῷ κηδεμόνι, τῷ φιλανθρώπῳ, τῷ ἰατρῷ τὸ τραῦμα ἐπιδεικνύεις. Μὴ γὰρ, κἂν σὺ μὴ εἴπῃς, ἐκεῖνος οὐκ οἶδεν, ὅς γε καὶ πρὸ τοῦ πραχθῆναι ἠπίστατο; τίνος οὖν ἕνεκεν οὐ λέγεις; μὴ γὰρ ἐκ τῆς σῆς κατηγορίας φορτικώτερον γίνεται τὸ ἁμάρτημα; Ἡμερώτερον μὲν οὖν καὶ κουφότερον. Καὶ διὰ τοῦτο βούλεταί σε εἰπεῖν, οὐχ ἵνα κολάσῃ, ἀλλ' ἵνα συγχωρήσῃ· οὐχ ἵνα αὐτὸς μάθῃ τὴν ἁμαρτίαν· πῶς γὰρ, ὁ εἰδώς; ἀλλ' ἵνα σὺ μάθῃς πόσον σοι συγχωρεῖ χρέος. Βούλεται δέ σε μαθεῖν τῆς χάριτος τὸ μέγεθος, ἵνα εὐχαριστῶν διατελῇς, ἵνα ὀκνηρότερος πρὸς ἁμαρτίαν ᾖς, ἵνα προθυμότερος εἰς ἀρετήν. Ἂν μὴ εἴπῃς τοῦ χρέους τὸ μέγεθος, οὐκ ἐπιγινώσκεις τῆς χάριτος τὴν ὑπερβολήν. Οὐκ ἀναγκάζω, φησὶν, εἰς μέσον ἐλθεῖν σε θέατρον, καὶ μάρτυρας περιστῆσαι πολλούς· ἐμοὶ τὸ ἁμάρτημα εἰπὲ μόνῳ κατ' ἰδίαν, ἵνα θεραπεύσω τὸ ἕλκος, καὶ ἀπαλλάξω τῆς ὀδύνης. ∆ιὰ τοῦτο τὸ συνειδὸς ἡμῖν ἐγκατέθηκε καὶ πατρὸς φιλοστοργότερον. Πατὴρ μὲν γὰρ ἅπαξ, ἢ δεύτερον, ἢ καὶ τρίτον, ἢ καὶ δεκάκις ἐπιτιμήσας τῷ παιδὶ, ἐπειδὰν ἴδῃ μένοντα ἀδιόρθωτον, ἀπαγορεύσας ἀποκηρύττει, καὶ τῆς οἰκίας ἐκβάλλει, καὶ τῆς συγγενείας διακόπτει· ἀλλ' οὐ τὸ συνειδός· ἀλλὰ, κἂν ἅπαξ, κἂν δεύτερον, κἂν τρίτον, κἂν μυριάκις εἴπῃ, καὶ παρακούσῃς, πάλιν ἐρεῖ, καὶ οὐκ ἀφίσταται ἕως ἐσχάτης ἀναπνοῆς· καὶ ἐν οἰκίᾳ, καὶ ἐν ἀμφόδοις, καὶ ἐν τραπέζῃ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν ὁδοῖς, πολλάκις δὲ καὶ ἐν ὀνείροις αὐ48.1013 τοῖς τῶν ἡμαρτημένων ἡμῖν τὰ εἴδωλα καὶ τὰς φαντασίας παρίστησι. εʹ. Καὶ ὅρα σοφίαν Θεοῦ. Οὔτε διηνεκῆ τὴν κατηγορίαν ἐποίησεν εἶναι τοῦ συνειδότος (οὐ γὰρ ἂν ἠνέγκαμεν τὸ φορτίον, συνεχῶς ἐγκαλούμενοι), οὔτε οὕτως ἀσθενῆ, ὡς ἐκ πρώτης καὶ δευτέρας ἀπαγορεῦσαι παραινέσεως. Εἰ μὲν γὰρ καθ' ἑκάστην ἡμέραν καὶ ὥραν ἔμελλεν ἡμᾶς κεντεῖν, κἂν ἀπεπνίγημεν ἀπὸ τῆς ἀθυμίας· εἰ δὲ ἅπαξ καὶ δεύτερον ὑπομνῆσαν ἀπέστη τῆς ἐπιτιμήσεως, οὐκ ἂν πολλὴν ἐκαρπωσάμεθα τὴν ὠφέλειαν. ∆ιὰ τοῦτο διηνεκῆ μὲν ταύτην ἐποίησεν εἶναι τὴν ἐπιτίμησιν, οὐ μὴν συνεχῆ· διηνεκῆ μὲν, ἵνα μὴ εἰς ῥᾳθυμίαν ἐμπίπτωμεν, ἀλλ' ἀεὶ καὶ μέχρι τελευτῆς ὑπομιμνησκόμενοι νήφωμεν· οὐ συνεχῆ δὲ οὐδὲ ἐπάλληλον, ἵνα μὴ καταπίπτωμεν, ἀλλὰ ἀνέσεις τινὰς λαμβάνοντες καὶ παραμυθίας ἀναπνέωμεν. Ὥσπερ γὰρ τὸ μηδ' ὅλως ἀλγεῖν ἐπὶ τοῖς ἁμαρτήμασιν ὀλέθριον, καὶ τὴν ἐσχάτην ἀναισθησίαν ἐντίκτον ἡμῖν, οὕτω τὸ συνεχῶς καὶ πέρα τοῦ μέτρου τοῦτο πάσχειν ἐπιβλαβές. Ἡ γὰρ ὑπερβολὴ τῆς ἀθυμίας ἴσχυε καὶ τῶν κατὰ φύσιν πολλάκις ἐκβαλοῦσα φρενῶν, ὑποβρύχιον ποιῆσαι τὴν ψυχὴν, καὶ πρὸς ἅπαντα ἄχρηστον ἐργάσασθαι τὰ καλά. ∆ιὰ τοῦτο καὶ ἐκ διαλειμμάτων ἡμῖν τὸν τοῦ συνειδότος ἔλεγχον παρεσκεύασεν ἐπιτίθεσθαι, ἐπειδὴ σφόδρα ἐστὶν ἀπότομος, καὶ παντὸς κέντρου σφοδρότερον τὸν ἡμαρτηκότα νύττειν εἴωθεν. Οὐδὲ γὰρ ἡνίκα ἂν ἁμαρτάνωμεν αὐτοὶ, ἀλλὰ καὶ ἡνίκα ἂν ἕτεροι τὰ αὐτὰ πλημμελῶσιν ἡμῖν, διεγείρεται σφοδρῶς καὶ μετὰ πολλῆς ἡμῶν καταβοᾷ τῆς εὐτονίας. Καὶ γὰρ ὁ πόρνος, καὶ ὁ μοιχὸς, καὶ ὁ κλέπτης οὐ μόνον ὅταν αὐτὸς κατηγορῆται, ἀλλ' ὅταν καὶ ἑτέρων τοιαῦτα τολμησάντων ἀκούῃ κατηγορουμένων, αὐτὸς ἡγεῖται μαστίζεσθαι, ἐν ταῖς ἑτέρων ἐπιτιμήσεσι τῆς οἰκείας ἁμαρτίας λαμβάνων ἀνάμνησιν, καὶ ἐγκαλεῖται μὲν ἄλλος, πλήττεται δὲ οὗτος ὁ μηδὲν ἐγκαλούμενος, ὅταν ᾖ τὰ αὐτὰ ἐκείνῳ τετολμηκώς· ὥσπερ οὖν καὶ ἐπὶ τοῖς κατορθώμασιν, ἑτέρων ἐγκωμιαζομένων καὶ στεφανουμένων, οἱ τὰ αὐτὰ κατωρθωκότες ἐκείνοις χαίρουσι καὶ ἀγάλλονται, ὡς οὐκ ἐκείνων μᾶλλον ἢ αὐτῶν ἐπαινουμένων. Τί τοίνυν γένοιτ' ἂν τοῦ ἡμαρτηκότος ἀθλιώτερον, ὅταν, ἑτέρων κατηγορουμένων, αὐτὸς καταδύηται; τί δὲ τοῦ ζῶντος ἐν ἀρετῇ μακαριώτερον, ὅταν, ἑτέρων ἐπαινουμένων, αὐτὸς χαίρῃ