1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

38

μυστήριον, καὶ πᾶσα προφητικὴ προαγόρευσις. καὶ φωνὴν ἤκουσα ἐκ τοῦ οὐρανοῦ πάλιν, λαλοῦσαν μετ' ἐμοῦ καὶ λέγουσαν· ὕπαγε λάβε τὸ βιβλίον τὸ ἀνεῳγμένον ἐν τῇ χειρὶ τοῦ ἀγγέλου τοῦ ἑστῶτος ἐπὶ τὴς θαλάσσης καὶ ἐπὶ τῆς γῆς. καὶ ἀπῆλθον πρὸς τὸν ἄγγελον λέγων αὐτῷ· δός μοι τὸ βιβλίον. καὶ λέγει μοι· λάβε καὶ φάγε αὐτό· καὶ πικρανεῖ σου τὴν κοιλίαν, ἀλλ' ἐν τῷ στόματί σου ἔσται γλυκὺ ὡς μέλι. καὶ ἔλαβον τὸ βιβλιδάριον ἐκ τῆς χειρὸς τοῦ ἀγγέλου καὶ κατέφαγον αὐτό, καὶ ἦν ἐν τῷ στόματί μου 124 ὡς μέλι γλυκύ· καὶ ὅτε ἔφαγον αὐτό, ἐπικράνθη ἡ κοιλία μου. καὶ λέγει μοι· δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἔθνεσι καὶ γλώσσαις καὶ βασιλεῦσι πολλοῖς. καὶ ἡ φωνὴ ἣν ἤκουσα ἐκ τοῦ οὐρανοῦ, πάλιν αὐτήν φησιν ἤκουσα λαλοῦσαν μετ' ἐμοῦ. τί δὲ ἐλάλει; λαβεῖν τὸ βιβλίον ἐκ τοῦ ἀγγέλου. ὃ λαβών φησιν ἔφαγον καὶ ἦν μὲν γλυκὺ ἐν τῷ στόματί μου, μετὰ δέ γε τὴν βρῶσιν, πικρὸν ἐν τῇ κοιλίᾳ μου. ἐπειδὴ εἶδέ τε καὶ ἤκουσεν ὁ θεσπέσιος εὐαγγελιστὴς τὰς κατὰ τῶν ἀσεβῶν κολάσεις, ὅπως παιδευθῇ ἔργῳ καὶ οὐκ ἀκοῇ μόνῃ ὅπως ἀπηχθημέναι τυγχάνουσι τῷ Θεῷ τῶν ἀνθρώπων αἱ ἀνομίαι, πικραί τε οὖσαι καὶ βδελυκταί, διὰ τῆς θεωρίας τοῦτο διδάσκεταιοὐ γὰρ ἐκ πείρας τοῦτο ἠπίστατο, ἀνὴρ ἅγιος καὶ παρθένος γεγονὼςκαὶ διὰ τούτου γνῶναι δικαίαν εἶναι τὴν κατὰ τῶν ἀσεβῶν ὀργὴν τοῦ Θεοῦ. τὸ μὲν γὰρ βιβλίον εἶχε τά τε ὀνόματα τάς τε ἁμαρτίας τῶν λίαν πεπλημμεληκότων καθὼς πρόσθεν εἴρηται. κεκέλευσται οὖν τοῦτο φαγεῖν, καὶ οἷον ἐν γεύσει καὶ νοητῇ τινι πεῖρᾳ διὰ τῆς ὀπτασίας γενέσθαι τῆς τῶν ἁμαρτιῶν πικρίας. καὶ φαγὼν εὗρεν αὐτὰς γλυκείας μὲν τῷ στόματι, πικρὰς δὲ τῇ κοιλίᾳ μετὰ τὴν βρῶσιν· τοιαύτη γὰρ πᾶσα ἁμαρτία. γλυκεῖα μὲν ἐνεργουμένη, πικρὰ δὲ ἀποτελεσθεῖσα. κολάσεως γὰρ γίνεται πρόξενος, ἀλλὰ καὶ τῇ μεταμελείᾳ, πικραίνει τοὺς χρησαμένους. τοιοῦτον ἦν καὶ τὸ ἀπηγορευμένον ὑπὸ Θεοῦ ἐν τῷ παραδείσῳ ξύλον, ὃ πάντες εἰς τὴν ἁμαρτίαν τροπολογοῦσι, γνῶσιν ἐμποιοῦν καλοῦ τε καὶ πονηροῦ· καλοῦ μὲν ἐν τῇ γεύσει, κακοῦ δὲ μετὰ τὴν πεῖραν. καὶ λέγει μοί φησι δεῖ σε πάλιν προφητεῦσαι ἐπὶ λαοῖς καὶ ἔθνεσι καὶ βασιλεῦσι πολλοῖς, ὥσει 125 ἔλεγε· μὴ ἐπειδὴ ἐν ὀπτασίᾳ τήν τε συντέλειαν τοῦ παρόντος αἰῶνος ἑώρακας καὶ τὴν κατὰ τῶν ἀσεβῶν ὀργήν, ἤδη νόμιζε καὶ ἔργῳ παρεῖναι τὴν τῆς συντελείας ἡμέραν· χρόνος πολὺς ἐν μέσῳ ὡς καὶ προφητεῦσαί σε πολλοῖς ἔθνεσί τε καὶ βασιλεῦσι. τοιγαροῦν ἄχρι τοῦ νῦν ὁ θεσπέσιος Ἰωάννης προφητεύει διά τε τοῦ εὐαγγελίου καὶ τῶν καθολικῶν αὐτοῦ ἐπιστολῶν καὶ διὰ τῆς παρούσης ἀποκαλύψεως· πάντα γὰρ αὐτῷ ἐν πνεύματι εἴρηταί τε καὶ προεφήτευται· καὶ ἐδόθη μοι κάλαμος ὅμοιος ῥάβδῳ, λέγων· ἔγειραι καὶ μέτρη σαι τὸν ναὸν τοῦ Θεοῦ καὶ τὸ θυσιαστήριον, καὶ τοὺς προσ κυνοῦντας ἐν αὐτῷ. καὶ τὴν αὐλὴν τὴν ἔξωθεν τοῦ ναοῦ ἔκβαλε ἔξωθεν τοῦ ναοῦ· ἔκβαλε, καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσι, καὶ τὴν πόλιν τὴν ἁγίαν πατήσουσι μήνας τεσσαρακονταδύο. ἐν τοῖς φθάσασιν ἔδειξεν ἡ ὀπτασία τῷ θεσπεσίῳ Ἰωάννῃ τὴν τῶν ἁγίων πληθὺν τῶν συνόντων Χριστῷ καὶ τὸν θεῖον ἐποπτευόντων θρόνον, ἐν οἷς πολλαπλασίους ἦσαν οἱ ἐξ ἐθνῶν τῶν ἐξ Ἰσραήλ. νῦν δέ γε ἕτερον αὐτῷ δείκνυσι, πόσοι τέ τινές εἰσιν οἱ ἐν τῷ χρόνῳ τῆς παλαιᾶς διαθήκης ηὐδοκιμηκότες, καὶ πόσοι κατὰ τὸν τῆς νέας καιρόν. καὶ ὅρα ὅπως ἀστείως τοῦτο αὐτῷ σκιαγραφεῖται. δίδοται μὲν αὐτῷ κάλαμος γεωμετρικὸς ἵνα μετρήσῃ τὸν ναὸν τοῦ Θεοῦ καὶ τὸ θυσιαστήριον τὸ ἐν τῷ ναῷ, δηλονότι τῷ ἐν Ἱερουσαλήμ, καὶ τοὺς ἐν αὐτῷ προσκυνοῦντας. καὶ ἐμέτρησε· μετρητοὶ γὰρ ἦσαν δι' ὀλιγότητα οἱ κατὰ τοὺς τῆς παλαιᾶς χρόνους εὐαρεστήσαντες τῷ Θεῷ. 126 καὶ τὴν αὐλήν φησιν τὴν ἔξωθεν τοῦ ναοῦ, ἔκβαλε ἔξω καὶ μὴ αὐτὴν μετρήσῃς, ὅτι ἐδόθη τοῖς ἔθνεσι. μετρήσας τὸν ναὸν καὶ τὸ θυσιαστήριον καὶ τοὺς ἐν αὐτῷ θύοντας, ἤκουσε δεῖν τὴν αὐλὴν ἐκβαλεῖν ἐπὶ τὰ ἔξω καὶ πλατῦναι, οὐ μὴν μετρῆσαι ὡς κρείττονα μέτρου τυγχάνουσαν. τοῖς δὲ ἔθνεσί φησιν δέδοται ἡ αὐλή, καὶ ἔχεται τοῦ ναοῦ καὶ ἔξωθεν αὐτοῦ τυγχάνει· καὶ ἡ καινὴ διαθήκη ἔχεται τῆς παλαιᾶς. τὰ γὰρ ἐν αὐτῇ σκιώδη