38
σφραγῖδας ὑπερβαίνει καὶ σήμαντρα, καὶ κλείθροις καὶ θύραις ἐῤῥῶσθαι φράσας, ταῖς τῶν τοιχωρύχων χερσὶν ἐναπέρχεται; Καὶ τὴν μὲν τέχνην τοῦ πένητος οὐδεὶς ἂν λάβοι λῃστὴς, τὸν δὲ πλοῦτον, οὐ λῃστὴς μόνον, ἀλλὰ καὶ συκοφάντης ἀφαιρεῖται τοὺς κεκτημένους. Καὶ ὁ μὲν πένης ἐπὶ τῆς ἀγορᾶς κάθηται, σκυτοτομῶν, ἢ χρυ σὸν ἐλαύνων, ἢ ἄργυρον, ἢ ἐσθῆτα, ἢ ἄλλο τι τῶν ἀναγκαίων ἀποδιδόμενος. Ὁ δὲ ἐπὶ τῷ πλούτῳ γαυ 83.661 ριῶν, καὶ τὸ σῶμα ὑπὲρ τὴν κεφαλὴν αἴρων, καὶ τὰς χεῖρας περιφέρων, μετὰ τῶν πολλῶν δορυφόρων παρὰ τοῦτον φοιτᾷ· καὶ ὁ μὲν, ὡς εἰκὸς, κάθηται, ἢ τὰ δέρματα ῥάπτων, ἢ διαγλύφων τὸν ἄργυρον, ἢ ἄλλο τι δρῶν ἧς μετέρχεται τέχνης· ὁ δὲ ἕστηκε προσδιαλεγόμενος, καὶ τὴν χρείαν τῇ παρουσίᾳ ση μαίνων. Τί τοίνυν ἀγανακτεῖς, καὶ τῆς πενίας κατ ηγορεῖς, ὁρῶν τὸν πλοῦτον ταύτης μάλα δεόμε νον, καὶ τοὺς τοῦτον ἔχοντας ταύτης ἄνευ διαβιῶ ναι μὴ δυναμένους; Θαύμασον τὸν οὕτω ταῦτα σοφῶς πρυτανεύσαντα, καὶ τούτοις μὲν χρήματα, τούτοις δὲ τέχνας ὀρέγοντα, καὶ εἰς ὁμόνοιαν καὶ φιλίαν διὰ τῆς χρείας συνάγοντα. Οἱ μὲν γὰρ χορ ηγοῦσι χρήματα, οἱ δὲ παρέχουσι τὰ τῆς τέχνης βλα στήματα. Ἀντιφιλοτιμεῖται γὰρ ἡ πενία, καὶ νικᾷ τοῖς δώροις τὸν πλοῦτον. Ἃ γὰρ ἐκεῖνος ὡς ἄχρηστα ἔχει, ταῦτα διὰ τῆς τέχνης αὕτη μεταποιοῦσα, ἀναγ καῖα δείκνυσι, καὶ πρὸς πᾶσαν ἐπιτήδεια χρείαν. Εἰ δέ τις ἀκριβῶς καταμάθοι, καὶ αὐτὰς τοῦ πλούτου τὰς ὕλας ἡ πενία συλλέγει· αὕτη γὰρ μεταλλεύει τὸν χρυσὸν καὶ τὸν ἄργυρον, χαλκόν τε καὶ σίδηρον, δι' ὧν ὁ πλοῦτος συνίσταται. Ἐκ πάσης γὰρ τέχνης ἐρανιζόμενος γίνεται, αἱ δὲ τέχναι τῆς πενίας ἴδιαι. Καὶ ταύτας δὲ πάλιν τὰς ἀμόρφους ὕλας ἡ πενία λα βοῦσα, εἰδοποιεῖ καὶ μορφοῖ, καὶ κατασκευάζει δα κτυλίους, ἕρματα, περιδέραια, ἔπιπλα, κύκλους, ἐκπώματα, καὶ τὰ ἄλλα πάντα, ὅσα τῶν πλουσίων τὴν γνάθον φυσᾷ. Εἰ τοίνυν καὶ ὁ πλοῦτος διὰ τῆς πενίας συνίσταται, καὶ ἡ πενία τὸν πλοῦτον ἔχει τῶν τεχνῶν ἐπίκουρον, τί ἀνισότητα κατηγορεῖς τῆς ἰσότητος; Τί δὲ ἐναντία τὰ φίλα προσαγορεύεις; Τί δὲ πολιτείαν διαβάλλεις, δι' ἧς καὶ τοῖς πένησι καὶ τοῖς πλουσίοις ὁ βίος ἐστὶ θυμηρέστερος; Παρ' ἀλ λήλων γὰρ καὶ οὗτοι κἀκεῖνοι τὸ ἐνδέον λαμβάνον τες, ἀναπληροῦσι τὴν χρείαν. Ἀλλ' ἴσως ἂν εἴποις· Τί δήποτε τῶν εὐπόρων οἱ πλείους ἀδικίᾳ συζῶσι; διὰ τί δὲ οὐχ ἅπαντες δι καιοσύνης ὑπάρχουσι τρόφιμοι; Ἀλλὰ πάλιν κἀν ταῦθα τὸ αὐτεξούσιον ἀφαιρῇ, καὶ ἀποστερεῖς τὸ ζῶον τιμῆς, ἣν παρὰ τοῦ Πεποιηκότος ἐδέξατο. Ἄλλως τε δὲ καὶ πολλὴν ἂν χώραν ἀπολογίας ἔλα βον οἱ τῆς κακίας ἐργάται, εἰ κατὰ τὸν παρόντα βίον μόνοις τοῖς δικαίοις τὸν πλοῦτον ἀπένειμεν ὁ κριτής. Εἶπον γὰρ ἂν, ἅπερ αὐτῶν ὁ διδάσκαλος κατὰ τοῦ Ἰὼβ ἐφθέγξατο· «Ὅτι σὺ περιέφραξας τὰ ἔσωθεν καὶ τὰ ἔξωθεν τῆς οἰκίας αὐτῶν πάντα, σῖτον καὶ οἶνον ἐπλήθυνας αὐτοῖς· ἀλλ' ἀπό στειλον τὴν χεῖρά σου, καὶ ἅψαι πάντων ὧν ἔχουσιν, 83.664 ἢ μὴν εἰς πρόσωπόν σε εὐλογήσουσι.» Ταῦτα ἂν εἶπον οἱ τῇ κακίᾳ συζῶντες, εἰ μόνοι οἱ τῆς ἀρετῆς τρόφιμοι τοῦ πλούτου τὸ δῶρον ἐδέξαντο. Ἐπειδὴ δὲ προὔθηκε μὲν πενίαν καὶ πλοῦτον εἰς μέσον, οἷόν τινας ὕλας, ὁ Ποιητὴς, χρῶνται δὲ τού τοις τινὲς μὲν εἰς ἀρετῆς κτῆσιν, τινὲς δὲ εἰς κα κίας ὑπόθεσιν, οὔτε πλουσίοις, οὔτε πένησι κακίᾳ συζῶσιν ὑπολείπεται συγγνώμης πρόφασις. Οἵ τε γὰρ τὸν πλοῦτον εὖ καὶ καλῶς οἰκονομήσαντες, καὶ μήτε συμφοραῖς ἀλλοτρίαις τοῦτον αὐξή σαντες καὶ κοινωνοὺς τῆς εὐπορίας τοὺς δεομένους λαβόντες, ἀποχρῶσιν εἰς κατηγορίαν τῶν ἀδίκως καὶ πλεονεκτικῶς χρησαμένων τῷ πλούτῳ· οἵ τε τὴν πενίαν φιλοσοφίᾳ κεράσαντες, καὶ καρτερικῶς αὐτῆς καὶ γενναίως τὰς προσβολὰς ἐνεγκόντες, ἀληθεῖς κατήγοροι τῶν ἐν πενίᾳ τὴν κακουργίαν μεμαθηκό των γενήσονται. Βλέπε δὲ καὶ τὴν ἄλλην τοῦ Κυβερ νήτου οἰκονομίαν, ἵνα θερμότερον αὐτῷ προσενέγκῃς τὴν ὑμνῳδίαν. Ἐπειδὴ γὰρ πολλὴν εἶδε περὶ τοὺς πλουτοῦντας τὴν θεραπείαν, ὑγείαν συνεκλήρωσε τῇ πενίᾳ. Καὶ ὁ