1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

39

οἶδα, φησίν, ὅτι οὐκ ἀθῷόν με ἐάσει. ἢ τοῦτό φησιν· «κἂν ἀπαλλαγῶ τῆς τιμωρίας, τὰ πάντων ἀνέῳ98 ξε κατ' ἐμοῦ στόματα ἡ τιμωρία», ἢ ὅτι «οὐ στήσεται κολάζων με, ἀλλ' ἔτι τιμωρήσεταί με.» 9,29 ἐπειδὴ δέ εἰμι ἀσεβής, φησίν, διὰ τί οὐκ ἀπέθανον; ὁρᾷς, πῶς οὐκ ἀρνεῖται τὸ εἶναι ἁμαρτωλός; διὰ τί οὐκ ἀπέθανον; φησίν· οὐχὶ ἐγκαλοῦντός ἐστιν, ἀλλὰ ζητοῦντος. «οὐκ οἶδα τὴν οἰκονομίαν», φησίν. 9,30a ἐὰν γὰρ ἀπολούσωμαι χιόνι 30b καὶ ἀποκαθάρωμαι χερσὶ καθαραῖς, 9,31a ἱκανῶς με ἐν ῥύπῳ ἔβαψας, 31b ἐβδελύξατο δέ με ἡ στολή μου. τουτέστιν· «ὑπόδειγμα κεῖμαι πᾶσιν ἀσεβείας· τὸν γὰρ πονηρὸν ἐκ τοῦ μέσου ληφθῆναι ἐχρῆν, ὥστε μὴ εἶναι τοῖς ἄλλοις διδάσκαλον. ἂν τοῦ ἡλίου καθαρώτερος γένωμαι, ἔχω κηλῖδα», φησίν, «οὐ τὴν τυχοῦσαν.» ἐβδελύξατο δέ με ἡ στολή μου. «τί δεῖ λέγειν περὶ ἀνθρώπων, ὅπου γε καὶ αὐτὰ τὰ ἱμάτια μισεῖ με.» ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν, ὅτι «καὶ ὁ ἐγγύτατος, καὶ οὗτος ἐμίσησέ με· οὐ διὰ τὴν τιμωρίαν ἀπεστράφη, ἀλλ' ὡς ἐναγῆ καὶ μιαρόν, ὡς ἀκάθαρτον καὶ πάντων ἔσχατον, οὕτως ἀπεστράφησάν με. τί ἀπὸ τούτου τὸ κέρδος τοιαύτην περὶ ἐμοῦ ψῆφον ἐνεγκεῖν;» 9,32a οὐ γὰρ εἶ ἄνθρωπος κατ' ἐμέ, ᾧ ἀντικρινοῦμαι, φησίν. ὃ λέγει, τοιοῦτόν ἐστιν· «εἰ ἄνθρωπος ἦν ὁ κολάζων, οὐ πάντως ἡ τιμωρία κατεψηφίσατο τοῦ κακῶς πάσχοντος, ἀλλ' ἠδυνάμην κριθῆναι πρὸς αὐτὸν καὶ δεῖξαι ἀδικοῦντα. ἐπειδὴ δὲ θεὸς εἶ, ἀδύνατον τοῦτο γενέσθαι, ἀλλ' ἀρκεῖ κολασθῆναι καὶ τὴν ἐσχάτην ψῆφον ἀπενεγκεῖν.» 99 9,32b ἵνα ἔλθωμεν, φησίν, ὁμοθυμαδὸν εἰς κρίσιν. 9,33a εἴθε ἦν ὁ μεσίτης ἡμῶν 33b καὶ ὁ διελέγχων καὶ διακρίνων ἀνὰ μέσον ἀμφοτέρων. 33c δυεῖν δέ μοι χρεία· 9,34a ἀπαλλαξάτω ἀπ' ἐμοῦ τὴν ῥάβδον αὐτοῦ 34b καὶ ὁ φόβος αὐτοῦ μή με στροβείτω. 9,35a καὶ οὐ μὴ φοβηθῶ αὐτόν, ἀλλὰ λαλήσω. 35b οὐ γὰρ συνεπίσταμαι ἐμαυτῷ ἄδικον.

10,1a κάμνω δὲ τῇ ψυχῇ μου, 1b στένων δὲ ἐπ' ἐμαυτὸν ἐπαφήσω τὸν θυμόν

μου, τὰ δὲ ῥήματά μου 1c λαλήσω ἐν πικρίᾳ ψυχῆς συνεχόμενος. καὶ μὴν αὐτὸς ἔλεγεν ἀνωτέρω, ὅτι οὐ μὴ ἀποκριθῇ αὐτῷ πρὸς ἕνα λόγον αὐτοῦ ἀπὸ χιλίων. πῶς οὖν ἐνταῦθα λέγει; ἐν πικρίᾳ ψυχῆς, φησίν, ὥστε οὐκ αὐτοῦ τὰ ῥήματα, ἀλλὰ τῆς πικρίας, ὅσον ἀπὸ λογισμῶν ἔστιν εἰπεῖν. τί ἐστιν εἰ ἦν ὁ κρίνων ἀνὰ μέσον ἡμῶν; οὐχ ὥστε αὐτοῦ τὸν βίον ἐξετασθῆναι καὶ ὅτι ἀδίκως πάσχει δειχθῆναι-τοῦτο γὰρ οὐ λέγει· διὰ γὰρ τῶν ἔμπροσθεν πολλάκις εἶπεν, ὅτι δι' ἀνομίας-, ἀλλ' ὅτι «ἐπιμένουσα ἡ θλῖψις περιτρέπει με», φησίν, ὥσπερ ὅταν λέγῃ ὁ Ἠσαΐας· σὺ ὠργίσθης καὶ ἡμεῖς ἐπλανήθημεν, ἢ πάλιν ὅταν λέγῃ· διὰ τί ἐπλάνησας ἡμᾶς ἀπὸ τῆς ὁδοῦ σου; «τοῦτο φοβοῦμαι», φησίν, «μὴ πέσω ἢ περιτραπῶ. ἐδεδίειν, μήποτε ἀναγκασθῶ βλάσφημόν τι εἰπεῖν ἢ καὶ ἑαυτὸν διαχρήσασθαι.» 10,2a καὶ ἐρῶ, φησίν, πρὸς κύριον· μή με ἀσεβεῖν δίδασκε, 2b καὶ διὰ τί με οὕτως ἔκρινας; 10,3a ἢ καλόν σοί ἐστιν, ἐὰν ἀσεβήσω, 3b ὅτι ἀπείπω ἔργα χειρῶν σου; οὐκ εἶπεν· «τὸν δίκαιον, τὸν ἐνάρετον», ἀλλ' ἔργα χειρῶν σου. 10,3c βουλῇ δὲ ἀσεβῶν προσέσχες; «εἰ γὰρ δι' ἁμαρτήματα, πῶς ἐκείνοις προσέχεις;» 10,4a ἢ ὥσπερ βροτὸς ὁρᾷ καθορᾷς, 4b ἢ καθὼς ὁρᾷ ἄνθρωπος βλέπεις; 10,5a ἢ ὁ βίος σου ἀνθρώπινος 5b ἢ τὰ ἔτη σου ἀνδρός; 100 «πῶς δὲ οὐ πάντων ἁμαρτημάτων ἀπαιτεῖς τιμωρίαν;» τοῦτό ἐστι τὸ δικάσαι. 10,6a ὅτι ἀνεζήτησας, φησίν, τὴν ἀνομίαν μου 6b καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας. ὁρᾷς, ὅτι οὐ διὰ τοῦτο βούλεται δικάσασθαι ὡς καθαρῶς πράττων, ἀλλ' ὅτι «οὐδὲν ὠφελεῖ με», φησίν, «αὕτη ἡ θλῖψις, ἀλλὰ δέδοικα, μὴ βλάψῃ»; 10,6a ὅτι ἀνεζήτησας, φησίν, τὴν ἀνομίαν μου 6b καὶ τὰς ἁμαρτίας μου ἐξιχνίασας. 10,7a οἶδα γάρ, ὅτι οὐκ ἠσέβησα· 7b ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος; «ἐγώ», φησίν, «οὐκ οἶδα, ἀλλὰ συμβαίνει ἠσεβηκέναι με καὶ ἀγνοεῖν.» ἀλλὰ τίς ἐστιν ὁ ἐκ τῶν χειρῶν σου ἐξαιρούμενος; τουτέστιν· «ὅταν σὺ κολάσῃς, οὐδεὶς δικαιωθῆναι δύναται.» μὴ γὰρ ὀφείλει τοῦτο εἰπεῖν. εἶτα λέγει, ὅτι «ἔργα χειρῶν σού ἐσμεν, εἰ καὶ ἁμαρτωλοί»· 10,8a αἱ χεῖρές σου, φησίν, ἔπλασάν με καὶ ἐποίησάν με· 8b μετὰ δὲ ταῦτα μεταβαλών