39
καὶ διαχέηται, ἐν τοῖς ἑτέρων ἐγκωμίοις ὑπόμνησιν λαμβάνων τῶν οἰκείων κατορθωμάτων; Ταῦτα τῆς τοῦ Θεοῦ σοφίας τὰ ἔργα, ταῦτα τῆς μεγίστης αὐτοῦ προνοίας τὰ σημεῖα. Ἄγκυρα γάρ τίς ἐστιν ἱερὰ τοῦ συνειδότος ἡ ἐπιτίμησις, οὐκ ἐῶσα τέλεον ἡμᾶς εἰς τὸν τῆς ἁμαρτίας καταποντισθῆναι βυθόν. Οὐδὲ γὰρ παρ' αὐτὸν τῶν ἁμαρτημάτων τὸν καιρὸν μόνον, ἀλλὰ καὶ μετὰ πολλὰς ἐνιαυτῶν περιόδους οἶδεν ἡμᾶς πολλάκις παλαιᾶς ἀναμιμνήσκειν ἁμαρτίας· καὶ τούτου καὶ ἀπ' αὐτῶν παραστήσομαι τῶν Γραφῶν σαφῆ τὴν ἀπόδειξιν. Ἀπέδοντό ποτε τὸν Ἰωσὴφ οἱ ἀδελφοὶ, ἐγκαλεῖν μὲν οὐδὲν ἔχοντες, ὅτι δὲ ἐνύπνια ἑώρα τὴν μέλλουσαν αὐτῷ προαναφωνοῦντα δόξαν. Εἶδον γὰρ, φησὶ, τὰ δράγματα ὑμῶν προσκυνήσαντα τὸ ἐμὸν δράγμα. Καίτοι ὑπὲρ τούτων φυλάττειν αὐτὸν ἐχρῆν· στέφανος γὰρ τῆς οἰκίας ἁπάσης ἔμελλεν ἔσεσθαι, καὶ 48.1014 λαμπρότης τοῦ γένους παντός. Ἀλλὰ τοιοῦτον ἡ βασκανία· τοῖς οἰκείοις πολεμεῖ καλοῖς, καὶ μᾶλλον ἂν ἕλοιτο μυρία πάσχειν δεινὰ ὁ βασκαίνων, ἢ τὸν πλησίον ἰδεῖν εὐδοκιμοῦντα, κἂν εἰς αὐτὸν διαβαίνειν μέλλοι τὰ τῆς εὐδοξίας· οὗ τί γένοιτ' ἂν ἀθλιώτερον; Ὅπερ οὖν κἀκεῖνοι ἔπαθον, καὶ ἰδόντες αὐτὸν πόῤῥωθεν ἥκοντα, τροφὴν αὐτοῖς κομίζοντα, πρὸς ἀλλήλους ἔλεγον· ∆εῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ἴδωμεν τί ἔσται τὰ ἐνύπνια αὐτοῦ. Εἰ καὶ μὴ ὡς ἀδελφὸν ᾐδέσθης, οὐδὲ τὴν φύσιν ἐπέγνως, τὴν γοῦν τράπεζαν αὐτὴν αἰδεσθῆναι ἔδει, καὶ τὸν τῆς διακονίας τρόπον, ὅτι θρέψων σε παρεγένετο. Ἀλλ' ὅρα πῶς καὶ ἄκοντες προφητεύουσι· ∆εῦτε, φασὶν, ἀποκτείνωμεν αὐτὸν, καὶ ἴδωμεν τί ἔσται αὐτοῦ τὰ ἐνύπνια. Εἰ γὰρ οὐκ ἐβουλεύσαντο, καὶ τὸν δόλον ὕφαναν, καὶ τὴν ἀναιδῆ βουλὴν ἔῤῥαψαν ἐκείνην, οὐκ ἂν ἔγνωσαν τῶν ἐνυπνίων ἐκείνων τὴν δύναμιν. Οὐ γὰρ ἦν ἴσον, μηδὲν παθόντα δεινὸν ἐπὶ τὸν θρόνον ἀναβῆναι τῆς Αἰγύπτου, καὶ διὰ τοσούτων τῶν κωλυμάτων καὶ τῶν ἐμποδίων τῆς αὐτῆς ταύτης ἐπιλαβέσθαι λαμπρότητος. Εἰ μὴ γὰρ ἐπεβούλευσαν, οὐκ ἂν εἰς Αἴγυπτον ἀπέδοντο· εἰ μὴ ἀπέδοντο εἰς Αἴγυπτον, οὐκ ἂν ἠράσθη ἡ δέσποινα· εἰ μὴ ἠράσθη ἡ δέσποινα, οὐκ ἂν ἐνεβλήθη εἰς τὸ δεσμωτήριον, οὐκ ἂν συνέκρινε τὰ ὁράματα, οὐκ ἂν τῆς βασιλείας ἐπέτυχεν· εἰ μὴ τῆς βασιλείας δὲ ἐπέτυχεν ἐκείνης, οὐκ ἂν ἦλθον οὗτοι κατ' ἐμπορίαν σίτου, καὶ προσεκύνησαν αὐτόν. Ὥστε ἐπειδὴ ἀπέκτειναν αὐτὸν, διὰ τοῦτο μάλιστα ἔγνωσαν αὐτοῦ τὰ ἐνύπνια. Τί οὖν; αὐτοὶ πρόξενοι τῶν μελλόντων ἀγαθῶν αὐτῷ πάντων ἐγένοντο καὶ τῆς περιφανείας ἐκείνης; Οὐδαμῶς, ἀλλὰ αὐτοὶ μὲν θανάτῳ καὶ ἀθυμίᾳ καὶ τῇ δουλείᾳ καὶ τοῖς ἐσχάτοις παραδοῦναι ἐβουλεύσαντο κακοῖς· ὁ δὲ εὐμήχανος Θεὸς τῇ τῶν ἐπιβουλευόντων πονηρίᾳ πρὸς τὴν τοῦ πραθέντος καὶ ἐπιβουλευθέντος εὐδοκίμησιν ἀπεχρήσατο. ʹ. Ἵνα δὲ μὴ συντυχίας τινὸς, μηδὲ πραγμάτων περιπετείας τὰ συμβάντα εἶναι νομίζηται, δι' αὐτῶν τῶν ἐναντιουμένων, δι' αὐτῶν τῶν κωλυόντων, αὐτὰ κατασκευάζει τὰ κωλυόμενα ὁ Θεὸς, τοῖς ἐχθροῖς αὐτοῦ πρὸς τὴν εὐδοκίμησιν διακόνοις χρώμενος, ἵνα μάθῃς, ὅτι ἃ ὁ Θεὸς βεβούλευται, οὐδεὶς διασκεδάσει, καὶ τὴν χεῖρα αὐτοῦ τὴν ὑψηλὴν οὐδεὶς ἀποστρέψει· ἵν' ὅταν ἐπιβουλεύῃ παρά τινων, μὴ καταπίπτῃς, μηδὲ δυσχεραίνῃς, ἀλλ' εἰδέναι ἔχῃς, ὅτι πρὸς τέλος ἀπαντᾷ χρηστὸν ἡ ἐπιβουλὴ, μόνον ἂν γενναίως φέρῃς τὰ συμπίπτοντα. Ἰδοὺ γοῦν καὶ ἐνταῦθα φθόνος βασιλείαν ἔτεκε, καὶ βασκανία διάδημα προεξένησε, καὶ θρόνον ἐκόμισε, καὶ αὐτοὶ οἱ ἐπιβουλεύσαντες, αὐτοὶ συνώθησαν αὐτὸν πρὸς τὸ μέγεθος ἐκείνης τῆς ἀρχῆς· καὶ ὁ μὲν ἐπιβουλευθεὶς ἐβασίλευσεν, οἱ δὲ ἐπιβουλεύσαντες ἐδούλευον· κἀκεῖνος μὲν προσεκυνεῖτο, οὗτοι δὲ προσεκύνουν. Ὅταν τοίνυν ἐπέλθῃ σοι δεινὰ συνεχῆ καὶ ἐπάλληλα, μὴ θορυβοῦ, μηδὲ δυσχέραινε, ἀλλ' ἀνάμενε τὸ τέλος· πάντως γὰρ ἀπαντήσεται τῆς τοῦ Θεοῦ μεγαλοδωρεᾶς ἄξιον, μόνον ἐὰν εὐχαρίστως τὰ ἐν μέσῳ συμπίπτοντα ἐνέγκῃς. Ἐπεὶ καὶ οὗτος μετὰ τὰ ὀνείρατα ἐκεῖνα περὶ τῶν ἐσχάτων κινδυνεύσας, 48.1015 καὶ πραθεὶς ὑπὸ τῶν ἀδελφῶν, καὶ παρὰ τῆς δεσποίνης ἐπιβουλευθεὶς, καὶ πάλιν εἰς δεσμωτήριον ἐμπεσὼν, οὐκ εἶπε πρὸς ἑαυτὸν, Τί ποτε τοῦτό ἐστιν; ἀπάτη τὰ