1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

39

Τοῦτο γὰρ φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ· ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς, ὡς ἄνθρωπος· ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ

ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός.

αʹ. Εἴρηται ἡμῖν τὰ περὶ τῶν αἱρετικῶν· εὔκαιρον δὴ λοιπὸν καὶ τὰ ἡμέτερα εἰπεῖν. Ἐκεῖνοι λέγουσιν, ὅτι τὸ, Οὐχ ἁρπαγμὸν ἡγήσατο, ἁρπάσαι ἐστίν· ἡμεῖς ἐδείξαμεν, ὅτι πάντη ἕωλον καὶ ἄτοπον τοῦτο, ὅτι οὔτε εἰς ταπεινοφροσύνην τις ἐντεῦθεν παρακαλεῖ, 62.228 οὔτε τὸν Θεὸν οὕτω θαυμάζει, ἀλλ' οὐδὲ ἄνθρωπον. Τί οὖν ἐστιν, ἀγαπητοί; Προσέχετε τοῖς λεγομένοις νῦν· Ἐπειδὴ πολλοὶ τῶν ἀνθρώπων νομίζουσιν, ὅταν ταπεινόφρονες ὦσιν, ἀποστερεῖσθαι τοῦ οἰκείου ἀξιώματος καὶ ἐλαττοῦσθαι καὶ ταπεινοῦσθαι, τοῦτον ἐξαιρῶν τὸν φόβον, καὶ δεικνὺς ὅτι οὐ χρὴ οὕτω διακεῖσθαι, περὶ τοῦ Θεοῦ φησιν, ὅτι ὁ Θεὸς, ὁ μονογενὴς Υἱὸς τοῦ Πατρὸς, ὁ ἐν μορφῇ Θεοῦ ὢν, ὁ μηδὲν ἔλαττον ἔχων τοῦ Πατρὸς, ὁ ἴσος αὐτῷ, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Τί δὲ τοῦτό ἐστι, μάνθανε· Ὅπερ ἂν ἁρπάσῃ τις, καὶ παρὰ τὸ προσῆκον λάβῃ, τοῦτο ἀποθέσθαι οὐ τολμᾷ, δεδοικὼς μὴ ἀπόληται, μὴ ἐκπέσῃ, ἀλλὰ διαπαντὸς αὐτὸ κατέχει· ὁ μέντοι φυσικόν τι ἔχων ἀξίωμα, οὐ δέδοικε καὶ καταβῆναι ἀπ' ἐκείνου τοῦ ἀξιώματος, εἰδὼς ὅτι οὐδὲν τοιοῦτον πείσεται. Οἷον ὡς ἐπὶ ὑποδείγματος ἵνα εἴπω, ὁ Ἀβεσσαλὼμ ἥρπασε τὴν τυραννίδα, καὶ 62.229 ἀποθέσθαι ταύτην οὐκ ἐτόλμα λοιπόν. Καὶ ἐπὶ ἄλλο δὲ ἐλευσόμεθα ὑπόδειγμα. Ἂν δὲ μὴ ἰσχύῃ τὰ ὑποδείγματα τὸ πᾶν παραστῆσαι, μὴ δυσχεραίνετε· τὰ γὰρ ὑποδείγματα τοιαῦτά ἐστι· τὸ πλέον ἀφιᾶσι τῇ διανοίᾳ λογίζεσθαι. Ἐπανέστη τις βασιλεῖ, καὶ τὴν βασιλείαν ἥρπασεν· οὗτος ἀποθέσθαι καὶ κρύψαι τὸ πρᾶγμα οὐ τολμᾷ· ἂν γὰρ ἅπαξ κρύψῃ, εὐθέως ἀπόλωλεν. Ἢ καὶ ἐπὶ ἄλλου τινὸς ἔλθωμεν ὑποδείγματος· οἷον, ἥρπασέ τίς τι, τοῦτο κατέχει διαπαντός· ἂν γὰρ ἀπόθηται, εὐθέως ἀπώλεσε. Καὶ ὅλως οἱ ἐξ ἁρπαγῆς ἔχοντές τι, δεδοίκασιν ἀποθέσθαι καὶ κρύψαι, καὶ μὴ διαπαντὸς εἶναι ἐν ἐκείνῳ, ἐν ᾧ εἰσιν. Ἀλλ' οὐχ οἱ μὴ ἐξ ἁρπαγῆς ἔχοντες· οἷον, ὁ ἄνθρωπος ἀξίωμα ἔχει τὸ εἶναι λογικός. Οὐχ εὑρίσκω παράδειγμα. Οὐ γὰρ ἔστι παρ' ἡμῖν ἀρχὴ φυσική· οὐδὲν γάρ ἐστι τῶν ἀγαθῶν φυσικὸν, ἐπειδὴ τοῦ Θεοῦ τῇ φύσει πάντα συγκεκλήρωται. Τί οὖν φαμεν; Ὅτι ὁ τοῦ Θεοῦ Υἱὸς οὐκ ἐφοβήθη καταβῆναι ἀπὸ τοῦ ἀξιώματος· οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὴν θεότητα, οὐκ ἐδεδοίκει μή τις αὐτὸν ἀφέληται τὴν φύσιν, ἢ τὸ ἀξίωμα. ∆ιὸ καὶ ἀπέθετο αὐτὸ, θαῤῥῶν ὅτι αὐτὸ ἀναλήψεται· καὶ ἔκρυψεν, ἡγούμενος οὐδὲν ἐλαττοῦσθαι ἀπὸ τούτου. ∆ιὰ τοῦτο οὐκ εἶπεν, Οὐχ ἥρπασεν, ἀλλ', Οὐχ ἁρπαγμὸν ἡγήσατο· ὅτι οὐχ ἁρπάσας εἶχε τὴν ἀρχὴν, ἀλλὰ φυσικὴν, οὐ δεδομένην, ἀλλὰ μόνιμον καὶ ἀσφαλῆ. ∆ιὸ οὐ παραιτεῖται καὶ τὸ τῶν ὑπασπιστῶν ἀναλαβεῖν σχῆμα. Ὁ τύραννος δέδοικεν ἐν πολέμῳ ἀποθέσθαι τὴν ἁλουργίδα, ὁ δὲ βασιλεὺς μετὰ πολλῆς αὐτὸ ποιεῖ τῆς ἀσφαλείας. ∆ιὰ τί; ὅτι οὐχ ἁρπαγμὸν ἔχει τὴν ἀρχήν. Οὐχ ὡς ἁρπάσας οὖν οὐκ ἀπετίθετο, ἀλλ' ὡς φυσικὴν ἔχων, καὶ οὐδέποτε ἀποστῆναι δυναμένην, ἔκρυψε. Τοῦτο τὸ εἶναι ἴσα Θεῷ οὐχ ὡς ἁρπαγμὸν εἶχεν, ἀλλὰ φυσικόν· διὸ ἐκένωσεν ἑαυτόν. Ποῦ οἱ λέγοντες, ὅτι ἀνάγκην ὑπέστη, ὅτι ὑπετάγη; Ἑαυτὸν, φησὶν, ἐκένωσεν, ἑαυτὸν ἐταπείνωσεν, ὑπήκοος γενόμενος μέχρι