39
πνευματικῶς καὶ ἀληθῶς ἐπιτελεῖ, καὶ ἑτεροῖά ἐστιν παρ' αὐτῇ κατὰ τὸν Ἱερεμίαν λέγοντα· ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατρᾶσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου. αὐλὴν οὖν τοῦ ναοῦ τὴν νέαν φησὶ διαθήκην. εἶτα ὑποσημαίνουσα μυστικῶς ἡ ὀπτασία, ὅτι καὶ τῆς παλαιᾶς Κύριος καθέστηκεν, ὁ ἐν τῇ νέᾳ χρηματίσας Χριστὸς καὶ ἀρχή, καθὼς τῷ Παύλῳ δοκεῖ λέγοντι περὶ τοῦ Ἰσραὴλ ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἣν ὁ Χριστός. αὐλὴν ἐκάλεσε τῆς παλαιᾶς τὴν νέαν· ἡ γὰρ αὐλὴ ἀρχὴ καὶ εἴσοδος ὑπάρχει τοῦ Θεοῦ, οὐ μὴν ναός. τὴν οὖν αὐλήν, δι' ἧς αὐτή τε καὶ οἱ ἐν αὐτῇ δηλοῦνται, οὐκ ἐμέτρησεν· ἔστι γὰρ ἥ τε νέα καὶ οἱ ἐν αὐτῇ κατορθώσαντες ἐπέκεινα καταλήψεως, οἱ μὲν διὰ τὸ ἀμύθητον πλῆθος, ἡ δὲ διὰ τὴν τῶν δογμάτων λεπτότητα καὶ τὸ ὕψος. ὅτι φησὶν ἐδόθη τοῖς ἔθνεσιν, ἐδόθη μὲν καὶ τῷ Ἰσραὴλ τὰ ἐν τῇ νέᾳ ἀγαθά, ἀλλ' ἐπειδὴ καὶ ἀριθμοῦ κρείττονες οἱ ἐν αὐτῇ τῶν ἐθνῶν παρὰ τοὺς ἐξ Ἰσραὴλ εὐδοκιμήσαντας, ἐκ τοῦ πλείονος τὸ πᾶν δεδήλωκε, τοῖς ἔθνεσι λέγουσα δεδόσθαι τὴν αὐλήν. καὶ τὴν πόλιν φησὶ τὴν ἁγίαν πατήσουσι μῆνας τεσ 127 σαρακονταδύο, τὴν πόλιν, οὐ μὴν τὸν ναόν, πόλιν λέγων τὴν ἐκκλησίαν, περὶ ἧς εἴρηται δεδοξασμένα ἐλαλήθη περὶ σοῦ ἡ πόλις τοῦ Θεοῦ, ἡ ἐπουράνιος Ἱερουσαλήμ, ἡ τῶν πρωτοτόκων μητήρ, τῶν ἀπογεγραμμένων ἐν οὐρανῷ. τί δὲ τὸ μέτρον βούλεται, τὸ τῶν τεσσαρακονταδύο μηνῶν; παραδηλοῖ ὅτι ὀλίγος ἔσται ἐπὶ τῆς γῆς χρόνος τῆς ἐν τῇ νέᾳ πολιτείας, καὶ ἥξει λοιπὸν τὸ τέλος. ὁ γὰρ τεσσαρακοστὸς ἀριθμὸς ἐκ τεσσάρων δεκάδων συγκείμενος οὐκ ἔστι τέλειος, ὁμοίως δὲ καὶ ὁ δύο. δι' ὧν τὸ μὴ χρονίζειν ἐν τῷ νῦν βίῳ τὴν τῆς νέας κατάστασιν ὁ λόγος ἐνδείκνυται· ὅθεν ἐσχάτην ὥραν καὶ αὖθις ἑνδεκάτην ἡ γραφὴ καλεῖ τὸν τῆς νέας καιρόν, καθ' ὃν ἐνηνθρώπησεν ὁ μονογενής· ἐν δέ γε τῷ μέλλοντι διαιωνίσει. τὸ δὲ εἰπεῖν πατῆσαι τοὺς ἐξ ἐθνῶν τὴν ἁγίαν πόλιν, τουτέστι τὴν ἐκκλησίαν, τὸ ἐν αὐτῇ ἀναστραφῆναι δηλοῖ. καὶ δώσω τοῖς δυσὶ μάρτυσί μου, καὶ προφητεύσουσιν ἡμέρας δισχιλίας διακοσίας ἑξήκοντα, περιβεβλημένοι σάκκους. οὗτοί εἰσιν αἱ δύο λυχνίαι, αἱ ἐνώπιον τοῦ Θεοῦ τῆς γῆς ἑστῶ σαι. καὶ εἴ τις θέλει αὐτοὺς ἀδικῆσαι, πῦρ ἐκπορεύεται ἐκ τοῦ στόματος αὐτῶν καὶ κατεσθίει τοὺς ἐχθροὺς αὐτῶν· καὶ εἴ τις θέλει αὐτοὺς ἀδικῆσαι, οὕτω δεῖ αὐτὸν ἀποκταν θῆναι. οὗτοι ἔχουσι τὴν ἐξουσίαν κλεῖσαι τὸν οὐρανόν, ἵνα μὴ ὑετὸς βρέξῃ τὰς ἡμέρας τῆς προφητείας αὐτῶν, καὶ ἐξουσίαν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα, καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ, ὁσάκις ἂν θελήσωσιν. 128 ἐπειδὴ πάντα ἐν τῇ ὀπτασίᾳ διεπλάσθη τῷ εὐαγγελιστῇ, τὰ κατὰ τὴν τοῦ Κυρίου ἔνσαρκον οἰκονομίαν, ἡ γέννησις, ὁ πειρασμός, αἱ διδασκαλίαι, αἱ κατ' αὐτοῦ παροινίαι, ἔτι τε ὁ σταυρός, καὶ ἡ ἀνάστασις, καὶ ἡ δευτέρα παρουσία, καὶ πρὸς τούτοις τῶν τε ἁγίων καὶ τῶν ἁμαρτωλῶν αἱ ἀντιδόσειςπαρελείφθη δὲ τὰ κατὰ τοὺς προδρόμους τῆς δευτέρας αὐτοῦ παρουσίαςὥσπερ ἐξ ὑποστροφῆς νῦν τὰ περὶ αὐτῶν διδάσκεται, ὅτι μὲν οὖν ἥξειν Ἠλίαν τὸν Θεσβίτην προηγόρευσεν ἡμῖν ἡ θεία γραφὴ παντίπου δῆλον· τοῦ μὲν Μαλαχίου λέγοντος ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ, ὃς ἀποκαταστήσει καρδίαν πατρὸς πρὸς υἱόν, καὶ καρδίαν ἀνθρώπου πρὸς τὸν πλησίον αὐτοῦ, μὴ ἐλθὼν πατάξω τὴν γῆν ἄρδην· τοῦ δὲ Κυρίου προσφωνοῦντος παρὰ τῷ Ματθαίῳ περὶ τοῦ βαπτιστοῦ καὶ εἰ θέλετε δέξασθαι, οὗτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. περὶ ἑτέρου δὲ προδρόμου οὐδαμοῦ σαφές τι ἀκηκόαμεν, πλὴν ὅτι περὶ τοῦ Ἐνὼχ εἶπεν ἡ Γένεσις ὅτι εὐαρεστήσας τῷ Θεῷ μετετέθη, καὶ ὁ σοφὸς ἀπόστολος περὶ αὐτοῦ πίστει Ἐνὼχ μετετέθη τοῦ μὴ ἰδεῖν θάνατον, καὶ οὐχ ηὑρίσκετο διότι μετέθηκεν αὐτὸν ὁ Θεός. λόγος δὲ παλαιὸς ἐκ παραδόσεως ἐν τῇ ἐκκλησίᾳ κρατεῖ· μετὰ Ἠλίου τοῦ Θεσβίτου ἥξειν καὶ τὸν Ἐνὼχ προτρέχοντα τῆς δευτέρας Χριστοῦ