1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

39

μὲν φέρεται φοράδην, ὁ δὲ βαδίζει πο δῶν ἀλλοτρίων μὴ δεόμενος. Καὶ ὁ μὲν, ἐπιθυμεῖ τῆς τοῦ πένητος ὑγείας, ὁ δὲ, ἐλεεῖ τοῦ πλούτου τὴν ἀῤῥωστίαν. Ἔστι δὲ ἰδεῖν καὶ ἐν ταῖς νόσοις, τὸν μὲν, ὑπὸ μυρίων θεραπευόμενον, καὶ πικρῶς ἀλγυ νόμενον, καὶ φέρειν οὐ δυνάμενον τὴν τοῦ νοσήμα τος προσβολήν. Καὶ ἐν ὥρᾳ μὲν χειμῶνος, ἐν ἀλεει νοῖς οἴκοις κατάκειται, ἐπὶ στρωμνῆς μαλακῆς καλινδούμενος, ἱματίοις πολλοῖς καὶ θερμοῖς ἐνει λημ[μ]ένος, ἐσχάρας ἔχων περικειμένας, καὶ τῷ κρυμῷ πολεμούσας, φάρμακα μυρία τῇ νόσῳ μαχό μενα, ἰατρῶν ὑποσχέσεις ψυχαγωγούσας, φίλους παρ όντας, καὶ τῶν παθῶν τὰς ἀκίδας τῇ διαλέξει συ λῶντας. Εἰ δὲ θέρους εἴη καιρὸς, ἕτεροι τοῦτον οἶκοι πάλιν ὑποδέχονται, ἀναπεπταμένοι, καὶ τὰς τῶν ἀνέ μων αὔρας ῥᾳδίως ὑποδεχόμενοι· εἰ δὲ καὶ αὗται λήξαιεν, σοφίζονται ταῖς ῥιπίσι τὸν ἄνεμον οἱ θερά ποντες. Κλάδοι πανταχόθεν περίκεινται, κῆπον σχε διάζοντες, καὶ ἄλσος τὴν οἰκίαν ἀποφαίνοντες. Ὕδα τος μηχανῶνται κρουνοὺς ἐν τριωρόφοις, τὸν ὕπνον αὐτοῦ τοῖς βλεφάροις ἐπιθεῖναι βουλόμενοι. Καὶ τοσ αύτης πανταχόθεν θεραπείας προσφερομένης, οὐδὲν ἧττον ἐκεῖνος ἀλγύνεται, γυμνούμενος, περι στρεφόμενος, τῇ κινήσει τῶν χειρῶν τὴν κεκρυμ μένην σημαίνων πυράν. Ὁ δὲ πένης, ἕνα μὲν οἰ κίσκον ἔχει, καὶ τοῦτον πολλάκις ἐπὶ μισθῷ. Εἰσὶ δὲ, οἳ μισθὸν παρέχειν οὐ δυνάμενοι, τὴν ἀγορὰν ἔχουσιν οἰκίαν, καὶ κλίνην τὸ ἔδαφος, καὶ στρωμνὴν τὸν φορυτόν· καὶ οὔτε ἰατρὸς παρίσταται, οὔτε ὀψοποιὸς τοῖς τοῦ ἰατροῦ διακονῶν ἐπιτάγμα σιν, οὐκ οἰκέτης, οὐ θεράπαινα, τυχὸν δὲ οὐδὲ γυνὴ σύνευνος. Πάντα δὲ αὐτῷ γίνεται ἡ τοῦ Θεοῦ προ μήθεια, ἀμβλύνουσα μὲν τῶν παθῶν τὰς ἀκίδας, ἀμαυροῦσα δὲ τὰς ὀδύνας, σβεννῦσα δὲ φαρμάκου 83.665 δίχα τὴν τοῦ πυρὸς φλόγα, ἀπείργουσα δὲ τὴν βλά βην, τὴν ἀπὸ κρυμοῦ, τὴν ἀπὸ φλογμοῦ, τὴν ἀπὸ τῆς ὑποκειμένης νοτίδος. Οὐδεὶς ἐκεῖνον διδάσκει, τίνα τῶν ἐδεσμάτων τρέφει τὴν νόσον, τίνα τῇ ὑγείᾳ συναγωνίζεται, ἀλλὰ ἀδιορίστως καὶ ἀδιακρίτως τὸ τυχὸν ἐσθίει, καὶ τὸ βλαβερὸν ὠφέλιμον γίνεται, καὶ τὸ ψυχρὸν ὕδωρ πινόμενον φάρμακον ἀναφαίνεται, καὶ ὁ ξηρὸς ἄρτος τὴν φλόγα κατασβέννυσιν, οὐ δεῖται τῶν ἄνωθεν μαλαττόντων, ἢ τῶν κάτω θεν ἐνιεμένων ὑπηλατῶν. Ἀναπληροῖ γὰρ ἡ φύσις τὴν ἔνδειαν, καὶ τὴν ἀπὸ τῶν ἰατρῶν βοήθειαν αὕτη προσφέρει τῷ κάμνοντι. Καὶ ἔστιν ἰδεῖν τὸν ἐπὶ ἐδάφους ἐῤῥιμμένον ῥᾷον φέροντα τὴν νόσον, ἐκείνων τῶν προειρημένης θεραπείας ἀπο λαυόντων. Ὁρῶν τοιγαροῦν ἐν ἑκάστῳ τῶν γινομέ νων τοῦ Θεοῦ τὴν κηδεμονίαν, μὴ πολυπραγμόνει τῶν γινομένων ἕκαστον. Εἰ δὲ καὶ τοῦτο θέλεις ποιεῖν, λάβε τῆς πολυπραγμοσύνης συνεργὸν τὴν εὐσέβειαν. Αὕτη σου τῆς πορείας ἡγείσθω, αὕτη σε πρὸς τὴν τῶν ζητουμένων ἔρευναν ποδηγείτω. Ταύτῃ πειθόμενος, λάβε πᾶσαν ἀφορμὴν εἰς ὑμν ωδίαν τοῦ Κτίσαντος· μίμησαι τοὺς τρεῖς ἐκείνους παῖδας, οἳ καμίνῳ παραδοθέντες, καὶ τὴν ἄψυχον κτίσιν εἰς κοινωνίαν τῆς δοξολογίας ἐκάλεσαν, καὶ τὸν ὠμῶς τῇ καμίνῳ παραδεδωκότα τύραννον, εἰς θεωρίαν τοῦ θαύματος εἵλκυσαν, καὶ τὸν πολε μηθέντα Θεὸν προσκυνῆσαι τῇ θαυματουργίᾳ κατ ηνάγκασαν. Ἐκείνους μὲν οὖν οὔτε κάμινος εἰς βλασ φημίαν κινῆσαι τὴν γλῶτταν ἠνάγκασεν, ἀλλὰ καὶ τοσαύτῃ παραδοθέντες φλογὶ, ὕμνοις τὸν εὐεργέτην ἐγέραιρον. Σὲ δὲ οὔτε κάμινος, οὔτε λέοντες βλασ φημεῖν ἀναγκάζουσιν, ἀλλὰ τοῖς θεοσδότοις ἀγα θοῖς ἐντρυφῶν, οὐκ αἰσθάνῃ τῶν δωρεῶν. Εἰ δέ μοι πείθοιο, τὴν γλῶτταν εὐσεβείᾳ κοσμήσεις, καὶ τὴν μὲν κτίσιν ἐπαινέσεις, τὸν δὲ Κτίστην ὑμνήσεις, καὶ τὴν παροῦσαν αὐτοῦ πανταχοῦ προμήθειαν προσκυ νήσεις, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας. Ἀμήν. ΛΟΓΟΣ Ζʹ.