1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

40

εἰσὶν αἱ κατημαξευμέναι ὁδοὶ αὐτῆς, αἱ πεπατημέναι ὑπὸ πολλῶν. δύνανται δὲ καὶ τρίβοι δικαιοσύνης εἶναι αἱ πρακτικαὶ τῆς δικαιοσύνης ἐνέργειαι· τότε γὰρ μάλιστα πατεῖται καὶ τρίβεται ἡ δικαιοσύνη, ὅταν πράττηται. ὅτι δὲ ἡ πρακτικὴ ἀρετὴ σημαίνεται τούτῳ τῷ ὀνόματι τῆς δικαιοσύνη̣ς, πιστοῦται ἐκ τούτου· "πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ, ὃς οὐκ ἐδόλωσεν ἐν γλώςσῃ αὐτοῦ καὶ οὐκ ἐποίησεν τῷ πλησίον αὐτοῦ κακόν". καὶ μεθ' ὁλίγα· "ὁ ποιῶν ταῦτα οὐ μὴ σαλευθῇ εἰς τὸν αἰῶνα". θεωρεῖς ὅτι τὰ εἴδη τῆς ἀρετῆς πάντα συναγαγὼν εἰς ταὐτὸν γενικῶς εἶπεν αὐτὴν δικαιοσύνην. "ὡδήγησέν με" οὖν "ἐπὶ τρίβους δικαιοσύνης". καὶ οἱ πρὸ τοῦ νόμου τοῦ γραπτοῦ ταύτην ὥδευσαν τὴν δικαιοσύνην. περὶ οὖν τοῦ Ἀβραὰμ εἴρηται ὅτι "ἐφύλαξεν πάντα τὰ δικαιώματα καὶ προστάγματα" τοῦ κυρίου. καίτοι οὔπω ἦν δοθέντα, ἀλλ' ἐφύλαξεν αὐτά, κατ' αὐτὰ ἔζη. καὶ ὁ Ἅβελ οὖν ἐπὶ δικαιοσύνῃ μαρτυρεῖται. 60 ἡ ἐπιστροφὴ οὖν τῆς ψυχῆς ἡ ὅδευσίς ἐστιν ἡ ἐπὶ τὰς τρίβους τῆς δικαιοσύνης ἀπάγουσα, ἵνα μηκέτι ᾖν πρόβατον. 3 ὡδήγησέν με ἐπὶ τρίβους δικαιοσύνης ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. οὐ τοσοῦτον διὰ τὴν ἐμὴν ἀξίαν, ὅσον διὰ τὴν ἑαυτοῦ προσηγορίαν τοῦτό μ̣οι παρ̣έσ̣χ̣εν· κἂν γάρ τις τρέχῃ ἐπὶ τὰ καλά, κἂν πόθον αὐτῶν ἔχῃ, ἐὰν μὴ ἐλεήσῃ θεός, οὐκ ἀνύεται τὰ σπουδαζόμενα. αὐτίκα γοῦν καὶ ἐν τῷ ἑκατὸν ὀκτωκαίδεκα ψαλμῷ λέγεται· "ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου". σοῦ πλατύναντος τὴν καρδίαν μου καὶ εὖρος τῇ νοήσει μου δεδωκότος ἔδραμον τὴν ὁδὸν τῶν ἐντολῶν σου. ἀεὶ οὖν διὰ τὸν θεὸν τὰ σπουδαζόμενα ἀνύεται. ἔκτισεν γὰρ τὰ λογικά, ἵνα μετέχωσιν αὐτοῦ τῆς ὀνομασίας. ὀνομασίας δέ φημι οὐκ ἐκ συλλαβῶν συνκειμένας, ἀλλ' ἐκ ποιότητος δεικνυούσης τὸ ὀνομαζόμενον· ἀποδέδοται γὰρ ὅρος ὀνόματος καὶ οὕτως· "ὄνομά ἐστιν κεφαλαιώδης προσηγορία παραστατικὴ τῆς ἰδίας ποιότητος τοῦ ὀνομαζομένου". καὶ ἔχει γε τοῦτο μάλιστα ἡ παρωνυμία. ἀπὸ σοφίας λέγεταί τις σοφός, καὶ οὐ ψιλὴν προσηγορίαν ἔχει, οὐ τὴν ἐκ συλλαβῶν συνκειμένην, ἀλλὰ τὴν δηλοῦσαν τὴν ποιότητα, ἣν παρέσχεν τῇ ψυχῇ ἡ σοφία. κεφαλαιώδης οὖν προσηγορία ἐστὶν τὸ κυρίως ὄνομα τὸ παραστατικὸν τῆς ποιότητος τοῦ ὀνομαζομένου. κἂν οὖν "ἄνθρωπον" εἴπῃς, παραστατικόν ἐστιν τῆς ποιότητος τοῦ ἀνθρώπου -ποιότητα δὲ ἐνταῦθα τὴν ἰδιότητα λέγω-· εἶπες γὰρ τὴν ἰδίαν ποιότητα τοῦ ὀνομαζομένου. ἰδία δὲ ποιότης ἐστὶν τοῦ ἀνθρώπου ἡ ἀνθρωπότης· ἐὰν γὰρ ἄλλην εἴπῃς ποιότητα, μετέχουσιν αὐτῆς καὶ ἄλλοι· οὔκ ἐστιν ἰδία. λεγέσθω τις μαθητὴς ἰατροῦ, μηδὲν δὲ τῆς ἰατρικῆς εἰδέτω· οὐκ ἔχει τὴν ποιότητα τῆς ἰατρικῆς, καὶ ψόγος ἐστὶν τῷ παιδεύσαντι αὐτὸν τὰ ἰατρικά, ὅταν μηδὲν αὐτῶν εἰδῇ μηδὲ πράττῃ. 4 ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ' ἐμοῦ εἶ. ἐπεὶ "ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ" "ἐπέστρεψεν τὴν ψυχήν μου", μετ' ἐμοῦ ἐστιν. μετ' ἐμοῦ δὲ ὄντος αὐτοῦ, ἀπαλέξουντος πᾶν κακὸν οὐκ ἐνγίζει μοι οὐδὲ σκιὰ θανάτου. κακὰ δὲ διχῶς ἐν γραφῇ λέγεται, τάχα δὲ καὶ ἐν τῇ συνηθείᾳ. τὰ ἐναντία τῆς ἀρετῆς εἴδη τῆς κακίας λέγεται κακά· ὡς ἐὰν λέγῃ· "ἐν γέλωτι ἄφρων πράσσει κακά", καί· "ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν". λέγουσιν δὲ καὶ τὰ ἀηδῆ κακά, ἐπεὶ τὰ ἡδέα οἱ ἄνθρωποι λέγουσιν εἶναι ἀγαθά. καί εἰσίν γε ἀνθρώπων ἀγαθὰ οὐκ ἀληθῶς ἀγαθά. διὰ τοῦτο καὶ πρὸς τὸν πλούσιον ὁ Ἀ βραὰμ εἶπεν· "ἀπέλαβες τὰ ἀγαθὰ σοῦ". ὡς, εἰ περὶ τῶν 61 ἀρετῶν ἔλεγεν, οὐκ ἂν εἶπεν· "τὰ ἀγαθὰ σοῦ". "κύριος ἀγαθὰ δώσει τοῖς αἰτοῦσιν αὐτόν". μὴ εἶπεν· "τὰ ἀγαθὰ αὐτῶν". ὅταν γοῦν λέγῃ ὁ Ἰώβ· "εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα παρὰ κυρίου, τὰ κακὰ οὐχ ὑποίσομεν"; κακὰ λέγει τὴν ἕλκωσιν, τὸν οἴκτιςτον θάνατον τῶν τέκνων καὶ τὰ ἄλλα. φαίνεται δὲ μάλιστα τὸ ἐκ τοῦ Ἰσαίου οὕτω λέγοντος τοῦ προφήτου περὶ τοῦ θεοῦ· "καὶ αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακά". οὐδὲ ἀνθρώπου σοφοῦ ἐστιν ἐπάγειν τὰ εἴδη τῆς