1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

40

παρουσίας μέλλοντος ἐφίστασθαι τοῦ ἀντιχρίστου· φασὶ γὰρ αὐτοὺς προελθεῖν καὶ προδιαμαρτύρασθαι ἀπάτην εἶναι τὰ παρ' αὐτοῦ γενησόμενα σημεῖα καὶ ὡς οὐ δεῖ πιστεῦσαι τῷ ἀλητηρίῳ. περὶ τούτων νῦν ἡ ὀπτασία διαλέγεται· ὅτι προφητεύσουσιν ἡμέρας τοσάσδε ἢ μυστικόν τινα λέγουσα ἀριθμὸν ἢ τὸν πάντως ἐσόμενον. τοῦτο 129 δὲ ποιήσουσι περιβεβλημένοι φησὶ σάκκους. πενθήσουσι γὰρ ἐπὶ τῇ ἀπειθείᾳ τῶν τότε ἀνθρώπων. οὗτοί φησίν εἰσιν αἱ δύο ἐλαῖαι καὶ αἱ δύο λυχνίαι αἱ ἐνώπιον τοῦ Κυρίου ἐπὶ τῆς γῆς ἑστῶσαι. Ζαχαρίας ὁ θεσπέσιος προφήτης εἶδε λυχνίαν, ἑπτὰ λύχνους ὑπερείδουσαν, καὶ δύο κλάδους ἐλαιῶν, ἀλλὰ τοὺς κλάδους ἑστῶτας ἐν δύο λύχνων μυξωτῆρσιν, οὕτω πως λέγων· τί οἱ δύο κλάδοι τῶν ἐλαιῶν οἱ ἐν ταῖς χερσὶ τῶν δύο μυξωτήρων τῶν χρυσῶν· καὶ ἤκουσε παρὰ τοῦ χρηματίζοντος ἀγγέλου τοὺς υἱούς τ' εἶναι τῆς πιότητος, οἳ παρεστήκασι τῷ Κυρίῳ πάσης τῆς γῆς. ἆρα οὖν μὴ περὶ αὐτῶν καὶ νῦν λέγει; τὸ γὰρ μετὰ τῶν ἄρθρων κεῖσθαι οὗτοί εἰσιν αἱ δύο ἐλαῖαι· καὶ αἱ δύο λυχνίαι, πρός τι ὁμολογημένον σημαινόμενον τὴν δήλωσιν ποιεῖται, πλὴν ὅτι τοὺς ἐκεῖ δύο μυξωτῆρας ἐνταῦθα δύο λυχνίας ἐκάλεσεν. ὅτι μὲν οὖν εἰς τοὺς δύο λαούς, τοὺς ἐξ Ἰουδαίων καὶ ἐθνῶν οἱ δύο κλάδοι τῶν ἐλαιῶν ἡρμηνεύθησαν, τοῖς ἁγίοις οὐκ ἠγνόηται. δύναται μέντοι καὶ τοὺς δύο περὶ ὧν νῦν ὁ λόγος σημαίνειν προφήτας. καὶ τοὺς ἀδικῆσαί φησι θέλοντας αὐτοὺς πῦρ ἐκπορευόμενον διὰ τῶν στομάτων αὐτῶν ἀμυνεῖται, καὶ ἔχουσιν ἐξουσίαν κλεῖσαι τὸν οὐρανὸν, ἵνα μὴ βρέξει τὰς ἡμέρας τῆς προφητείας αὐτῶν. τοῦτο τῶν λίαν πιθανοτάτων· εἰ γὰρ τοιαύτην εἶχεν ὁ εἷς αὐτῶν ἐξουσίαν, Ἠλίας ὁ Θεσβίτης καὶ πρὶν ἀποπληροῦν τὴν Χριστοῦ διακονίαν, πῶς ἀπίθανον σχήσειν αὐτὸν προτρέχοντα Χριστοῦ; καὶ ἐξουσίαν φησὶν ἔχουσιν ἐπὶ τῶν ὑδάτων στρέφειν αὐτὰ εἰς αἷμα καὶ πατάξαι τὴν γῆν ἐν πάσῃ πληγῇ ὁσάκις ἂν θελήσωσιν. ἐπειδὴ γὰρ ἡ παρουσία τοῦ ἀντιχρίστου κατ' ἐνέργειαν γενήσεται τοῦ Σατανᾶ ἐν πάσῃ δυνάμει καὶ σημείοις καὶ 130 τέρασι ψεύδους, ὥς φησιν ὁ Παῦλος γράφων τὴν δευτέραν Θεσσαλονικεῦσιν ἐπιστολήν, εἷλκον δὲ εἰς συγκατάθεσιν καὶ πίστιν τὰ σημεῖα, διὰ τοῦτο καὶ οἱ δύο προφῆται οἱ περὶ αὐτὸν λέγοντες ὅτι πλάνος ἐστὶ καὶ ἀπατέων, σημείοις χρήσονται παντοδαποῖς ἵνα τοὺς ἀκούοντας εἰς πίστιν ἐφελκύσωνται. καὶ ὅταν τελέσωσι τὴν μαρτυρίαν αὐτῶν, τὸ θηρίον τὸ ἀνα βαῖνον ἐκ τῆς ἀβύσσου ποιήσει μετ' αὐτῶν πόλεμον καὶ νική σει αὐτοὺς καὶ ἀποκτενεῖ αὐτούς. καὶ τὸ πτῶμα αὐτῶν ἐπὶ τῆς πλατείας θήσει τῆς πόλεως τῆς μεγάλης, ἥτις καλεῖται πνευματικῶς Σόδομα καὶ Αἴγυπτος, ὅπου καὶ ὁ Κύριος αὐτῶν ἐσταυρώθη. καὶ βλέπουσιν ἐκ τῶν λαῶν καὶ γλωσσῶν καὶ φυλῶν καὶ ἐθνῶν τὸ πτῶμα αὐτῶν. καὶ οὐκ ἀφήσουσιν τεθῆναι εἰς μνῆμα· καὶ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς χαίρουσιν ἐπ' αὐτοῖς καὶ εὐφραίνονται, καὶ δῶρα πέμψουσιν ἀλλήλοις, ὅτι οὗτοι οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς. καὶ ὅταν τελέσωσί φησι τὴν μαρτυρίαν· μαρτυρήσουσι γὰρ ὅτι ὁ μὲν παρὼν οὗτος οὐκ ἔστιν ὁ Χριστός, ἀπατέων δέ τίς ἐστι καὶ πλάνος καὶ ὀλέθριος. ἥξει δὲ ὅσον οὔπω ὁ τοῦ Θεοῦ υἱός, ᾧ καὶ πιστευτέον ὡς Σωτῆρι καὶ Θεῷ καὶ ἐπ' εὐεργεσίᾳ τῶν ἀνθρώπων, καὶ πάλαι παραγεγονότι, καὶ νῦν παραγενομένῳ. καὶ τὸ θηρίον φησὶ τὸ ἀναβαῖνον ἐκ τῆς ἀβύσσου. θηρίον μὲν τὸν ἀντίχριστον λέγει διὰ τὸ ὠμὸν καὶ ἀπάνθρωπον καὶ αἱμοβόρον· ἄβυσσον δὲ τὸν τῶν ἀν 131 θρώπων βίον, τὸν πικρὸν ταῖς ἁμαρτίαις καὶ ἁλμυρὸν καὶ ἀστατοῦντα τῇ περιφυσήσει τῶν τῆς πονηρίας πνευμάτων. οὐ γὰρ ἐξ ἄλλης τινὸς οὐσίας ἐγερθήσεται ὁ ἀλητήριος, ἀλλ' ἐκ τῆς ἀνθρωπίνης καὶ ἡμετέρας φύσεως· ἄνθρωπος γὰρ ἔσται, οὗ ἐστιν ἡ παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ, καθὼς ἔναγχος εἴρηται. τοῦτο οὖν φησι τὸ θηρίον ἀποκτενεῖ τοὺς δύο μάρτυρας, καὶ τὰ πτώματα αὐτῶν ἄταφα ῥίψει ἐν ταῖς πλατείαις τῆς Ἱερουσαλήμ. ἐν αὐτῇ γὰρ βασιλεύσει ὡς Ἰουδαίων βασιλεύς, οὓς ἀπατήσας ἕξει πρὸς πάντα ὑπουργοῦντας καὶ πειθομένους, καθώς φησιν ὁ Κύριος παρὰ τῷ Ἰωάννῃ· ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου καὶ οὐ λαμβάνετε με· ἐὰν ἄλλος ἔλθῃ ἐν τῷ