40
Ὅτι δουλεία καὶ δεσποτεία πρόσφοροι τῷ βίῳ. Οὐ δεῖται τῆς μὲν ἀνθρωπίνης γλώττης εἰς ὕμνων χορηγίαν τῶν ὅλων ὁ Ποιητής· οὐδὲ γὰρ τὴν τῶν ἀγγέλων δοξολογίαν ὡς δεόμενος δέχεται, ἀλλὰ τὴν εὔνοιαν ὁρῶν, τὸ εὔγνωμον ἀποδέχεται· καὶ τὰς θυ σίας δὲ τὰς νομικὰς ἡνίκα προσέφερον οἱ προσφέρον τες, οὐχ ὡς χρείαν δήπουθεν ἀναπληροῦντες ἔφε ρον, ἀλλ' ὑπὲρ τῶν μυρίων εὐεργεσιῶν, ὧν 83.668 ἐδέχοντο, τὴν δυνατὴν χάριν ἐκτίνειν πειρώμενοι. Αὐτίκα τοίνυν ἔστιν ἰδεῖν, οὐδὲ πάντας μίαν καὶ τὴν αὐτὴν θυσίαν προσφέροντας. Ὁ μὲν γὰρ, ἔθυε μόσχον, ὁ δὲ ἀμνὸν, ὁ δὲ χίμαρον· καὶ ὁ μὲν πλείω τὰ θύματα, ὁ δὲ ἐλάττω· ὁ δὲ τούτων ἀπορῶν, καὶ πενίᾳ συζῶν, ζεῦγος τρυγόνων, ἢ νεοτ τοὺς περιστερῶν· ὁ δὲ καὶ τούτων σπανίζων, σεμί δαλιν ὀλίγην, καὶ βραχύ τι λιβανωτοῦ. Ποιότητι τοιγαροῦν γνώμης, οὐχὶ ποσότητι δώρων προσέχειν τὸν δίκαιον κριτὴν ἐντεῦθεν δήπουθεν διδασκόμεθα. Καὶ τοὺς εὐτελεῖς ἡμῶν προσφέρομεν λόγους, οὐχ ἵνα τῇ βραχυτάτῃ σταγόνι τὴν ἄβυσσον τῆς σο φίας αὐξήσωμεν, ἀλλὰ τὴν οἰκέταις πρέπου σαν εὔνοιαν ἐπιδεῖξαι πειρώμενοι, καὶ τῶν ὁμο δούλων διελέγξαι τὸ θράσος, καὶ τὸν δεσποτικὸν αὐτοῖς ἐπιθεῖναι ζυγὸν προμηθούμενοι. Κομιδῇ γὰρ ἀσχάλλομεν τὴν τὰ πάντα κυβερνῶσαν τοῦ Θεοῦ σοφίαν ὑπ' αὐτῶν συκοφαντουμένην ὁρῶντες· οὗ χάριν καὶ τὸν παρόντα τοῦ λόγου πόνον ἐδεξά μεθα, καὶ παῦσαι τοῖς ἐλέγχοις τὴν βλασφημίαν πειρώμεθα. Ὅτι μὲν οὖν λίαν ἀνοήτως καταιτιῶνται τὴν δοκοῦσαν ἀνωμαλίαν τοῦ βίου, καὶ παραπαίοντες τὸ δέον οὐ συνορῶσιν, ἱκανῶς ὁ πρὸ τούτου λόγος ἐδίδαξε, καὶ τῆς πενίας ὑποδείξας τὸ χρήσιμον, καὶ τοῦ πλούτου διελέγξας τὴν ἔνδειαν. Ἐπειδὴ δὲ οὐ μόνον τῆς πενίας κατηγοροῦσιν, ἀλλὰ καὶ τὴν δου λείαν ὀλοφύρονται, καὶ τοὺς βασιλικοὺς ἀποδύρονται φόρους, καὶ ἕτερα τὰ τῷδε τῷ βίῳ λίαν ἁρμόττοντα· φέρε, καὶ περὶ τούτων μικρὰ διεξέλθωμεν, καὶ τοὺς ἀρίστους τῶν ἰατρῶν μιμησώμεθα, οἳ τοὺς ἀῤ ῥώστους ἀποσίτους ὁρῶντες, καὶ τὰ προσφερόμενα σιτία πάντα βδελυττομένους, τέχναις τισὶν ἰατρικαῖς τὸ δυσάρεστον αὐτῶν εὖ μάλα κατασοφίζονται. Τὰ γὰρ ξηρότερα καὶ στρυφνότερα τῶν ἡδυσμάτων πα ραμιγνύντες, τὸ βδελυκτὸν τῷ ἀῤῥώστῳ φαινόμενον ἥδιστον ἀπεργάζονται. Καὶ οὗτοι δὲ ὁμοίως ἐκείνοις, πᾶσι τοῖς ὁρωμένοις καὶ γινομένοις ἐπιμέμφονται. Ἀλλ' ἐκείνοις μὲν ἡ νόσος παρὰ γνώμην συμβαίνει, καὶ ἀλγυνόμενοι λίαν τῶν σιτίων ἀπέχονται, καὶ μεταλαβεῖν ποθοῦντες ὑπὸ τῆς νόσου κωλύονται· τούτοις δὲ ἑκούσια καὶ αὐθαίρετα πολεμεῖ τὰ πάθη, καὶ τὸ δυσάρεστον ἔχουσιν, οὐ περὶ σιτία καὶ ὄψα, ἀλλὰ περὶ πάντα τὰ σοφῶς καὶ δικαίως ὑπὸ τῆς θείας προμηθείας οἰκονομούμενα. Καὶ σπείροντες μὲν τῶν ὄμβρων ἐπιθυμοῦσιν, ὁδοιποροῦντες δὲ τῶν ὄμβρων κατηγοροῦσι. Χρῄζουσι δὲ θερμοτέρας τῆς ἡλιακῆς ἀκτῖνος, ἵνα πέπονας τῶν σπερμάτων τοὺς καρποὺς ἀπεργάσηται· καὶ δυσχεραίνουσι πάλιν, καὶ τὸν φλογμὸν αἰτιῶνται. Πάντα πόνον ὑπὲρ τῆς γαστρὸς καταδέχονται, καὶ γηπονίας, καὶ ναυτιλίας, καὶ μακρὰς ὁδοιπορίας· καὶ πάλιν αὐτῆς πικροὶ κατ ήγοροι γίνονται· ὥσπερ οὐ δουλεύειν τοῖς τῆς ψυχῆς νεύμασιν, ἀλλ' ἄρχειν τεταγμένης. Μέμφονται σκη πτοῖς, καὶ χαλάζαις, καὶ ταῖς τοιαύταις παιδείαις, 83.669 καὶ πάλιν τῆς τοῦ Θεοῦ μακροθυμίας κατηγοροῦσι· καὶ οὔτε τὸ δίκαιον αὐτοὺς, οὔτε τὸ μακρόθυμον κατ αιδεῖ. Ἀλλ' αὐτοὶ μὲν τῆς μακροθυμίας ἀπολαύειν, καὶ μεγάλα πλημμελοῦντες, προσεύχονται· τοὺς δὲ σφᾶς αὐτοὺς λελυπηκότας ἄκρατον δέχεσθαι θέλουσι τοῦ δικαίου τὴν προσβολήν. Εἶδον πένητα, εὐθὺς τὴν γλῶτταν κατὰ τῆς Προνοίας ἐκίνησαν, καὶ πολ λοῖς τὴν πενίαν κατέχωσαν σκώμμασιν. Ἐθεάσαντο πλούσιον ἐπ' ἄκρων ὀνύχων βαδίζοντα, λεόντειον βλέ ποντα, τῇδε κἀκεῖσε τοὺς ὤμους περιφέροντα, ἢ ἐπ' ὀχημάτων φερόμενον, καὶ πολλοῖς οἰκέταις καὶ ῥα βδοφόροις κυκλούμενον, μεταφέρουσι κατὰ τῶν χρη μάτων τὴν βλασφημίαν. ∆υσχεραίνουσι τὸν