41
κακίας κακὰ ὄντα, οὔ τί γε λοιπὸν θεοῦ. καὶ αὐτοὶ γοῦν οἱ κακοὶ ὅτε ὑποκρίνονται ὑποκρίνονται ἀρετήν, οὐ λέγουσιν ὅτι· "ἐπιφέρομέν τινι κακόν". λέγεται δὲ περὶ τοῦ θεοῦ ὅτι ὡς σοφὸς ἐπάγει κακά. τὰ κακωτικὰ λέγει. καὶ θεώρει τὸ τέλος τῆς ἐπαγωγῆς τῶν κακῶν· "καὶ ὁ λόγος αὐτοῦ οὐ μὴ ἀθετηθῇ". ἐπὶ τῷ μὴ ἀθετηθῆναι αὐτοῦ τὸν λόγον ἐπάγεται τὰ ἐπίπονα· ἐπεὶ γὰρ προστακτικῷ λόγῳ ἤκουσαν ἃ δεῖ ποιεῖν καὶ ὧν δεῖ ἀπέχεσθαι, κατεφρόνησαν δὲ τούτου τοῦ λόγου καί, τὸ ὅσον ἧκεν εἰς τὴν αὐτῶν μοχθηρίαν, ἠθετήθη, ἐπάγει κακά, ἵνα μὴ ἀθετηθῇ ὁ λόγος αὐτοῦ. καὶ ἡ χειρουργία δὲ ἡ ἰατρικὴ καὶ ἡ καῦσις ὑγίειαν φέρουσα τῷ πάσχοντι ταῦτα, οὔκ εἰσιν κακά. σκιὰν δὲ ἐνταῦθα λέγει οὐκ ἐκείνην, ἣν λέγομεν ἔχειν τὸν νόμον-"σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγα θῶν"-, ἀλλὰ ὧδε σκιὰν̣ λέγει τὴν προυφισταμένην τοῦ θανάτου. προυφίσταται δὲ τοῦ θανάτου ἡ ἁμαρτία. θάνατον δὲ λέγω νῦν οὐ τὸν κοινόν. ἴδε· οἱ ζωγράφοι πρὸ τῶν εἰκόνων καὶ τῶν μορφῶν σκιογραφοῦσιν. καὶ ἀρχὴ εἰκόνος ἐστὶν ἐκείνη ἡ σκιά. καὶ ὁ θάνατος τοίνυν ἔχει σκιάν, τὴν ἁμαρτίαν. αὕτη δὲ προτυποῖ καὶ προδείκνυσιν τὸν θάνατον. ἐὰν γοῦν ἐν μέσῳ τῆς σκιᾶς γένωμαι τοῦ θανάτου, οὐ φοβοῦμαι αὐτόν. οἷον ὁ Ἰωσήφ, ὅσον ἐπὶ προτροπῇ τῇ κατασπάσαι αὐτὸν θελούσῃ εἰς ἀκολασίαν, γέγονεν ἐν μέσῳ τῆς σκιᾶς τοῦ θανάτου, καὶ οὐ πεφόβηται κακόν, οὐχ εἷλεν αὐτὸν ἐκείνη. ἐπερ · ἡ σκιὰ ἡ ἐν μέσῳ; -ἐπεὶ οὐ περὶ κοινοῦ θανάτου ὁ λόγος, οὐδὲ περὶ τῆς σκιᾶς αὐτοῦ οὕτω διανοεῖσθαι ἔδει· ὥσπερ γὰρ ἐκείνη ἣν λέγεις προτύπωσις αἰσθητή τις οὖσα καὶ ὄψει ὑποκειμένη, φέρει καὶ τὸ μετὰ τὴν σκιὰν αἰσθητὸν καὶ ὁρατόν, οὕτω καὶ ὧδε, ἐπεὶ κατὰ ψυχὴν ἡ σκιὰ γίνεται, καὶ ὁ θάνατος ψυχῆς ἅπτεται. "ἡ ἁμαρτία"-σκιὰ ἦν- "ἀποτελεσθεῖσα" μήτηρ γίνεται θανάτου, τουτέστιν φέρει καὶ ποιεῖ θάνατον. "ἐὰν" οὖν "πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου". 62 ἐπερ · γέγονεν ἐν θλιβηροῖς; -ναί, εἰ ἦν φοβηθείς, ἡμάρτανεν. ἐπερ · τὸ "ἐν μέσῳ" ἐν τῇ ἁμαρτίᾳ; -οὐ τοῦτο λέγω. οὐ τὸ θλιβῆναι λέγω τὴν σκιὰν τοῦ θανάτου, ἀλλὰ τὴν ἐκ τοῦ θλιβῆναι ἔνδοσιν καὶ δειλίαν. ἐπεὶ οἱ μάρτυρες γέγοναν ἐν μέσῳ σκιᾶς θανάτου, οὐκ ἐν τῷ θανάτῳ δέ. ἐθλίβησαν, ὃ ἐπηγγέλλετο δὲ ἡ θλῖψις ἡ ἐπαγομένη, οὐχ ὑφέστασαν. τοιουτότροπον ἐλέχθη νόημα καὶ τό· "μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν". μὴ γὰρ τοῦτο λέγουσιν· "μὴ ἐάσῃς ἡμᾶς θλιβῆναι". ἐὰν τοῦτο ᾖν, οὐδέποτε ἠλήθευσαν οἱ ἀπόστολοι λέγοντες· "ἐν παντὶ θλιβόμενοι". τὸ μὴ εἰσελθεῖν οὖν εἰς πειρασμὸν τοῦτο λέγομεν τὸ μὴ ἁλῶναι τῷ βουλήματι τοῦ πειράζοντος. "οὐ φοβηθήσομαι κακά, ὅτι σὺ μετ' ἐμοῦ εἶ". σὲ μετ' ἐμαυτοῦ ἔχων οὐδὲν φοβοῦμαι τῶν βλάπτειν δοκούντων. 4 ἡ ῥάβδος σου καὶ ἡ βακτηρία σου, αὐταί με παρεκάλεσαν. θεωρεῖς ὅτι οὐκ ἄπειρος ἦν τῆς σκιᾶς τοῦ θανάτου. ἡ βακτηρία σου ἡ ἀντιστήριγμά μου γινομένη καὶ ἡ ῥάβδος σου ἡ παιδεύουσά με παρεκάλεσάν με, ἔξω με πεποίηκαν τοῦ θανάτου, εἰ καὶ ἐν τῇ σκιᾷ αὐτοῦ γέγονα, εἰ καὶ ἐν μέσῳ τῆς σκιᾶς αὐτοῦ ἐχώρησα. λαμβάνεται ἡ ῥάβδος καὶ ἡ βακτηρία θεοῦ καὶ ἐπὶ παιδεύσεως καὶ ἐπὶ ἀντιστηριγμοῦ· "ὃς προφέρει ἐκ χειλέων σοφίαν, ῥάβδῳ τύπτει ἄνδρα ἀκάρδιον". τὸν παιδευτικὸν καὶ ἐλεγκτικὸν λόγον ῥάβδον ὠνόμασεν. καὶ Κορινθίοις δὲ Παῦλος γράφει· "τί θέλετε; ἐν ῥάβδῳ ἔλθω πρὸς ὑμᾶς"; καὶ ἐπὶ ἀντιστηριγμοῦ δὲ λαμβάνεται· "αἱ βακτηρίαι ἐν ταῖς χερσὶν ὑμῶν· καὶ ἔδεσθε αὐτὸ μετὰ σπουδῆς· πάσχα ἐστὶν κυρίου". 5 ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με. εἰς τὸ προοίμιον λοιπὸν συνάπτομεν τὰ παρόντα· αὐτῶν γὰρ ἕνεκα γεγένηται, ὅτε ἐλέγομεν ὅτι μετὰ τὴν πόσιν τοῦ γάλακτος "στερεὰ τροφὴ" δίδοται οὖσα σοφία θεοῦ ἐν τελείοις λαλουμένη. ἡ δὲ καὶ ἐνταῦθα μετὰ τὴν κτηνώδη ἀγωγήν, εἰ καὶ μετ' εὐσταθείας καὶ πραότητος ἦν γινομένη, ποιμανθεὶς ὑπὸ σοῦ ἀκαθυστέρητος ἔμεινα· διεδέξατο γὰρ τὴν χλοὴν τράπεζα. ὡς προβάτου κατάστασιν εἶχον, χρείαν εἶχον μαθημάτων χλοῇ ἐοικότων