41
νίκαις ἐγγυμνασθεὶς Ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ ψάλλειν διὰ τῆς εὐαρμόστου τε καὶ ἐμμελοῦς θεωρίας. καὶ πάλιν νικήσας τὸν ἐν κρυφίοις ἐνεδρεύοντα καθ' ἡμῶν θῆρα, ὥστε μηκέτι τοῦ ἐχθροῦ τὸ καθ' ἡμῶν καύχημα περιλειφθῆναι (Ἵνα γὰρ μὴ προσθῇ ἔτι τοῦ μεγαλαυχεῖν ἄνθρωπος ἐπὶ τῆς γῆς) τότε διὰ τῆς ἐκ τοῦ ἀκολούθου σοι προσγινομένης νίκης τελειοτέραν τὴν εἰς τὸν θεὸν πεποίθησιν ἔχων λέγεις Ἐπὶ τῷ κυρίῳ πέποιθα. ἐν τῇ ἐφεξῆς νίκῃ, πάλιν τῆς Ὀγδόης μεμνήσῃ, ἐν ᾗ ἐξολοθρεύεται μὲν ἡ μεγαλορρήμων γλῶσσα καὶ τὰ δόλια χείλη καὶ ἡ κατὰ τοῦ θεοῦ μανία· 5.124 φυλαχθήσονται δὲ ἀπὸ τῆς γενεᾶς ταύτης καὶ εἰς τὸν αἰῶνα οἱ μὴ ἐν κύκλῳ τῇ ἀσεβείᾳ συμπεριπατοῦντες, ἀλλὰ τῆς εὐθείας ἐχόμενοι, ἣν ἐνεκαίνισεν ἡμῖν ὁ θεὸς ὁδὸν πρόσφατόν τε καὶ ζῶσαν. καὶ τί χρὴ τὰ καθ' ἕκαστον διεξιέναι, ἱκανῶς σοι τῆς ἐφόδου ταύτης τὴν ἐπὶ τὰ κρείττω πρόοδον διὰ τῆς τῶν ψαλμῶν τάξεώς τε καὶ ἐπιγραφῆς προδεικνυούσης; οὐ μικρῶς ἡμῖν πρὸς τὴν τοιαύτην συμβαλλομένης διάνοιαν τῆς προβληθείσης τοῖς ἔμπροσθεν λόγοις τῶν ἐπιγραφῶν ἑρμηνείας.
ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ
Ἀλλ' ὅτι συνεπεράνθη τὸ πρῶτον τμῆμα τῆς διὰ τῶν ψαλμῶν ἀναβάσεως, ἐν
τῷ τεσσαρακοστῷ πάλιν ἡ τοῦ μακαρισμοῦ ἐπανάληψις γίνεται, ἄλλως τοῦ λόγου παρὰ τὴν ἀρχὴν ὁριζομένου ἡμῖν τὸ μακάριον. ἐν γὰρ τοῖς πρώτοις τὸ ἀποστῆναι τοῦ κακοῦ μακάριον ἦν· ἐνταῦθα δὲ τὸ ἐπιγνῶναι τὸ ἀγαθὸν μακαρίζεται. ἡ δὲ τοῦ ἀγαθοῦ φύσις, ἢ εἴ τι καὶ ὑπὲρ τοῦτο δυνατόν ἐστιν ἐξευρεῖν ῥῆμα ἢ νόημα, οὗτος ὁ μονογενής ἐστι θεός, ὃς δι' ἡμᾶς ἐπτώχευσεν πλούσιος ὤν. οὗ τὴν ἐν σαρκὶ πτωχείαν τὴν διὰ τῆς εὐαγγελικῆς ἱστορίας ἡμῖν ἐπιδειχθεῖσαν ἐνταῦθα προμηνύει ὁ λόγος, μακαρίζων τὸν μετὰ συνέσεως τὴν πτωχείαν ἐκείνην γνωρί σαντα· ὃς πτωχὸς μὲν κατὰ τὴν τοῦ δούλου μορφήν, εὐλογη τὸς δὲ κατὰ τὴν τῆς θεότητος φύσιν. πένητα γὰρ αὐτὸν καὶ πτωχὸν ἐν προοιμίοις τῆς ψαλμῳδίας ὀνομάσας ὁ λόγος, ἐπὶ τῷ τέλει τοῦ τμήματός φησιν· Εὐλογητὸς κύριος ὁ θεὸς 5.125 τοῦ Ἰσραὴλ ἀπὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα, γένοιτο, γένοιτο. ὁ τοίνυν ἐπὶ τοῦτο φθάσας τὸ ὕψος ἑτέρας ἀναβάσεως ἄρχεται. καταλιπὼν γὰρ τὸν πατέρα τὸν Κορὲ τὸν δι' ὑπερηφανίας ἐπαναστάντα τῇ ἱερωσύνῃ καὶ διὰ τοῦτο καταπρησθέντα τῷ πυρὶ καὶ καταχωσθέντα τῷ χάσματι καὶ ὑπόγειον ἐξ ἁμαρτίας γενόμενον, τῷ ἀληθινῷ πατρὶ ἑαυτὸν εἰσποιεῖ διὰ τῆς πίστεως, συνεὶς ὅσον ἐστὶ τὸ διάφορον θεοῦ τέκνον γενέσθαι ἢ τοῦ ἀποστάτου Κορὲ υἱὸν χρηματίζειν. τυχὼν τοίνυν τοῦ τέλους τῆς νίκης καὶ γνοὺς ὅσον ἐστὶ μεταξὺ τούτου καὶ τοῦ πονηροῦ πατρὸς τὸ διάφορον, διαφαγών τε καὶ ἐξαναλώσας ἐν ἑαυτῷ πᾶν θηριῶδες καὶ ἰοβόλον νόημα κατὰ τὴν τῶν ἐλάφων φύσιν, αἷς ἀφανιστικὴ τῶν ἑρπετῶν συνουσίω δύναμις, μιμεῖται καὶ τῇ δίψῃ τὴν ἔλαφον καὶ πρὸς τὰς θείας πηγάς, αὕτη δ' ἂν εἴη ἡ θεία φύσις, διψητικῶς ἔχει, ἡ μία τε οὖσα καὶ ἐν τριάδι θεωρουμένη. Ὃν τρόπον γάρ, φησίν, ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σέ, ὁ θεός. εἶτα παραμυθεῖται 5.125 τὴν δίψαν συνεχομένην τῇ ἐπιθυμίᾳ καὶ σπεύδουσα τοῦ ποθουμένου τυχεῖν καὶ τὴν ἐν ὀλίγῳ τῆς τῶν ἀγαθῶν μετου σίας ἀναβολὴν ἐν συμφορᾷ ποιουμένη λέγει κατά τε τὸ μέσον καὶ ἐπὶ τέλει τῆς ψαλμῳδίας Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου; καὶ Ἔλπισον ἐπὶ τὸν θεόν· ὡς ἀληθῶς ἡμῖν τὴν ἀγαθὴν ἀπόλαυσιν τῆς θείας ἐλπίδος ἐγγυωμένης. καὶ οὕτως ἐπὶ τὸ ἑξῆς πρόεισιν, ἐν ᾧ διὰ τοῦ θείου θυσιαστηρίου γίνεται νέος· καὶ κατὰ τὸν ἑξῆς πάλιν τοὺς ἐκ τοῦ Κορὲ τὸ γένος κατάγοντας νικητὰς ἀπεργάζεται· δεικνὺς ὅτι οὐκ ἀμβλύνεται τῇ δυσγενείᾳ τῶν πατέρων ἡ παρὰ τῷ θεῷ εὐδοκίμησις. καὶ ἐν τῇ ψαλμῳδίᾳ δὲ ταύτῃ τῷ θεῷ τῆς τῶν 5.126 ἐχθρῶν καθαιρέσεως ἀναθεὶς τὴν αἰτίαν, ἐν οἷς φησιν Ἔσωσας γὰρ ἡμᾶς ἐκ τῶν θλιβόντων