1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

41

κρίσεως ἀμφισβητῶμεν, μήτε ἑτέρων λεγόντων ἀνεχώμεθα, ἀλλὰ παντὶ τρόπῳ διὰ τῶν εἰρημένων αὐτοὺς ἐπιστομίζωμεν. Οὐ γὰρ ἂν, εἰ μὴ τότε ἐμέλλομεν εὐθύνας ὑφέξειν τῶν πεπλημμελημένων, τοιοῦτον ἡμῖν ἐνταῦθα τὸ δικαστήριον ἐγκατέστησεν ὁ Θεός. Ἀλλὰ καὶ τοῦτο τῆς αὐτοῦ φιλανθρωπίας τεκμήριον. Ἐπειδὴ γὰρ τότε μέλλει λόγον ἡμᾶς ἀπαιτεῖν τῶν πεπλημμελημένων, ἐγκατέστησε τοῦτον τὸν ἀδέκαστον κριτὴν, ἵνα οὗτος ἐνταῦθα ὑπὲρ τῶν ἡμαρτημένων δικάζων ἡμῖν, καὶ σωφρονεστέρους ποιῶν, ἐξαρπάσῃ τῆς μελλούσης ἐκεῖ κρίσεως. Ὅπερ οὖν καὶ ὁ Παῦλος λέγει· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα ὑπὸ τοῦ Κυρίου. Ἵνα οὖν μὴ τότε κολαζώμεθα, μὴ τότε εὐθύνας ὑπέχωμεν, ἕκαστος εἰς τὸ συνειδὸς εἰσελθέτω τὸ ἑαυτοῦ, καὶ τὴν ζωὴν ἀναπτύξας, καὶ ἅπαντα τὰ πεπλημμελημένα μετὰ ἀκριβείας ἐπελθὼν, καταγινωσκέτω τῆς ψυχῆς τῆς ταῦτα ἐργασαμένης, κολαζέτω τοὺς λογισμοὺς, θλιβέτω, στενοχωρείτω τὴν ἑαυτοῦ διάνοιαν, δίκην ἑαυτὸν ἀπαιτείτω τῶν ἡμαρτημένων διὰ τῆς καταγνώσεως, διὰ τῆς μετανοίας τῆς ἠκριβωμένης, διὰ δακρύων, διὰ ἐξομολογήσεως, διὰ νηστείας καὶ ἐλεημοσύνης, διὰ ἐγκρατείας καὶ ἀγάπης, ἵνα παντὶ τρόπῳ δυνηθῶμεν πάντα ἐνταῦθα ἀποθέμενοι τὰ ἁμαρτήματα, μετὰ πολλῆς ἀπελθεῖν ἐκεῖ τῆς παῤῥησίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΕΙΣ ΤΟ ΡΗΤΟΝ ΤΟΥ ΑΠΟΣΤΟΛΟΥ· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ἵνα μὴ λυπῆσθε· καὶ εἰς τὸν Ἰὼβ καὶ τὸν

Ἀβραάμ. αʹ. Ἡμέρας τέσσαρας ἀνηλώσαμεν τὴν κατὰ τὸν Λάζαρον παραβολὴν ὑμῖν

ἐξηγούμενοι, τὸν θησαυρὸν ἐξαντλοῦντες, ὃν εὑρήκαμεν ἐν ἡλκωμένῳ κείμενον σώματι· θησαυρὸν οὐχὶ χρυσίον καὶ ἀργύριον καὶ λίθους ἔχοντα πολυτελεῖς, ἀλλὰ φιλοσοφίαν, καὶ ἀνδρείαν, καὶ ὑπομονὴν, καὶ καρτερίαν πολλήν. Καθάπερ γὰρ ἐπὶ τῶν αἰσθητῶν θησαυρῶν τούτων συμβαίνει, τὴν μὲν ἐπιφάνειαν ἀκάνθας ἔχειν καὶ τριβόλους ἁπλῶς καὶ γῆν τραχυτέραν, εἰ δέ τις κάτω διασκάψειε, πολὺς ὁ πλοῦτος φαίνεται· οὕτω δὴ καὶ ἐπὶ τοῦ Λαζάρου συνέβαινεν· ἄνωθεν τραύματα, καὶ κάτωθεν πλοῦτος ἄφατος· παρειμένον τὸ σῶμα, ἀλλὰ γενναία καὶ ἐγρηγορυῖα ψυχὴ, καὶ τὸ ἀποστολικὸν ἦν ἰδεῖν ἐκεῖνο πληρούμενον ἐπὶ τούτου· Ὅσον ὁ ἔξω ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἐντὸς ἀνακαινοῦται. Καὶ ἐνῆν μὲν καὶ τήμερον εἰς τὴν αὐτὴν παραβολὴν εἰπεῖν, καὶ πρὸς τοὺς αἱρετικοὺς μαχήσασθαι τοὺς τὴν Παλαιὰν διαβάλλοντας, τοὺς τῶν πατριαρχῶν κατηγοροῦντας, τοὺς κατὰ τοῦ δημιουργοῦ τῶν ὅλων Θεοῦ τὴν γλῶτταν ἠκονηκότας· ἀλλ' ἵνα μὴ προσκορὴς ὑμῖν ὁ λόγος γένηται, τούτους εἰς ἕτερον ταμιευσάμενοι καιρὸν τοὺς ἀγῶνας, φέρε, πρὸς ἄλλην ὑπόθεσιν τὸν λόγον ἀγάγωμεν· ἐπεὶ καὶ τράπεζα μονοειδὴς μὲν οὖσα κόρον ἐντίθησιν, αἱ δὲ ποικίλαι τῇ συνεχείᾳ διεγείρουσι τὴν ὄρεξιν. Ἵν' οὖν καὶ ἐπὶ τῆς ἀκροάσεως τοῦτο γένηται, πρὸς τὸν μακάριον Παῦλον διὰ μακροῦ τοῦ χρόνου τήμερον ἐπανέλθωμεν· καὶ γὰρ εἰς εὔκαιρον ἡμῖν τήμερον τὸ χωρίον ἀνεγνώσθη τὸ ἀποστολικὸν, καὶ συνῳδὰ ἔσται τοῖς πρώην λεχθεῖσι τὰ ῥηθησόμενα. Ἠκούσατε τοίνυν τοῦ Παύλου σήμερον βοῶντος καὶ λέγοντος· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Ἐκείνη εὐαγγελικὴ νευρὰ ἡ τοῦ Λαζάρου, οὗτος ἀποστολικὸς ὁ φθόγγος, ἀλλὰ μία ἡ συμφωνία. Καὶ γὰρ καὶ ἐν ἐκείνῃ τῇ παραβολῇ πολλὰ περὶ ἀναστάσεως καὶ τῶν ἐκεῖ δικαστηρίων ἐφιλοσοφήσαμεν, καὶ νῦν εἰς τὴν αὐτὴν ἡμᾶς ὑπόθεσιν ὁ λόγος ἤγαγε πάλιν. Ὥστε εἰ καὶ ἀποστολικὸν ἀνορύττομεν χωρίον, ἀλλὰ τὸν αὐτὸν καὶ ἐνταῦθα