1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

41

πρὸς τούτους ῥητέον· οὐδὲν γὰρ ἀλλήλων διεστήκασιν, ἀλλ' ἢ ὀλίγῳ χρόνῳ· καὶ γὰρ καὶ οὗτοι κἀκεῖνοι κτίσμα τὸν Υἱὸν τοῦ Θεοῦ φασι. Τί οὖν ἐροῦμεν πρὸς αὐτούς; Εἰ ἄνθρωπος ἀνθρώπους ἔνιψεν, οὐκ ἐκένωσεν, οὐκ ἐταπείνωσεν ἑαυτόν· εἰ ἄνθρωπος 62.231 ὢν οὐχ ἥρπασε τὸ εἶναι ἴσα Θεῷ, οὐκ ἐπαινετός. Τὸ μὲν Θεὸν ὄντα ἄνθρωπον γενέσθαι, πολλὴ ταπείνωσις, ἄφατος, ἀνεκδιήγητος· τὸ δὲ ἄνθρωπον ὄντα τὰ τῶν ἀνθρώπων ποιεῖν, ποία ταπείνωσις; Ποῦ δὲ μορφὴ Θεοῦ, ἔργον Θεοῦ λέγεται; Εἰ γὰρ ἄνθρωπος ἦν ψιλὸς, καὶ διὰ τὰ ἔργα λέγεται μορφὴ Θεοῦ, διὰ τί μὴ καὶ ἐπὶ Πέτρου τὸ αὐτὸ λέγομεν; μείζονα γὰρ αὐτοῦ εἰργάσατο. ∆ιὰ τί μὴ καὶ ἐπὶ Παύλου λέγεις, ὅτι μορφὴν Θεοῦ εἶχε; διὰ τί μὴ καὶ παρ' ἑαυτοῦ τὸ παράδειγμα εἰσήνεγκε Παῦλος, ὁ μυρία πράξας δουλικὰ, καὶ μηδὲν παραιτησάμενος; λέγει γάρ· Οὐ γὰρ ἑαυτοὺς κηρύσσομεν, ἀλλὰ Χριστὸν Ἰησοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰησοῦν. Γέλως ταῦτα καὶ φλυαρία. Ἐκένωσεν ἑαυτὸν, φησί. Πῶς ἐκένωσεν, εἰπὲ, καὶ τί ἡ κένωσις; καὶ τί ἡ ταπείνωσις; ἢ ἐπειδὴ θαύματα εἰργάσατο; Ἀλλὰ τοῦτο ἐποίησε καὶ Παῦλος, καὶ Πέτρος, ὥστε οὐ τοῦ Υἱοῦ τοῦτο ἐξαίρετον. Τί οὖν ἐστιν ὅ φησιν, Ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος; Πολλὰ μὲν εἶχεν ἡμέτερα, πολλὰ δὲ οὐκ εἶχεν· οἷον ἀπὸ συνουσίας οὐκ ἐτέχθη, οἷον ἁμαρτίαν οὐκ ἐποίησε. Ταῦτα ὑπῆρχεν αὐτῷ, ἃ μηδενὶ τῶν ἀνθρώπων. Οὐκ ἦν τὸ φαινόμενον μόνον, ἀλλὰ καὶ Θεός. Ἐφαίνετο μὲν γὰρ ἄνθρωπος, οὐκ ἦν δὲ τοῖς πολλοῖς ὅμοιος, εἰ καὶ τὴν σάρκα ὅμοιος ἦν. Τοῦτο οὖν λέγει, ὅτι οὐκ ἦν ψιλὸς ἄνθρωπος· διὰ τοῦτό φησιν, Ἐν ὁμοιώματι ἀνθρώπων. Ἡμεῖς μὲν ψυχὴ καὶ σῶμά ἐσμεν· ἐκεῖνος δὲ Θεὸς, καὶ ψυχὴ, καὶ σῶμα. ∆ιὰ τοῦτό φησιν, Ἐν ὁμοιώματι. Ἵνα γὰρ μὴ ἀκούσας, ὅτι Ἐκένωσεν ἑαυτὸν, μεταβολὴν νομίσῃς καὶ μετάπτωσιν καὶ ἀφανισμόν τινα, Μένων, φησὶν, ὃ ἦν, ἔλαβεν ὃ οὐκ ἦν, καὶ σὰρξ γενόμενος ἔμενε Θεὸς Λόγος ὤν. γʹ. Ὥστε κατὰ τοῦτο ὅμοιος ἀνθρώπῳ, καὶ διὰ τοῦτό φησι, Καὶ σχήματι· οὐ τοῦτο λέγων, ὅτι ἡ φύσις μετέπεσεν, οὐδὲ σύγχυσίς τις ἐγένετο, ἀλλὰ σχήματι ἐγένετο. Εἰπὼν γὰρ, ὅτι Μορφὴν δούλου ἔλαβεν, ἐθάρσησε λοιπὸν καὶ τοῦτο εἰπεῖν, ὡς ἐκείνου πάντας ἐπιστομίζοντος. Ἐπεὶ καὶ ὅταν λέγῃ, Ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, οὐ τοῦτό φησιν, ὅτι σάρκα οὐκ εἶχεν, ἀλλ' ὅτι ἡ σὰρξ ἐκείνη οὐχ ἥμαρτεν, ἀλλ' ὁμοία ἦν τῇ ἁμαρτωλῷ. Κατὰ τί ὁμοία; Κατὰ τὴν φύσιν, οὐ κατὰ τὴν κακίαν· διὰ τοῦτο ὁμοία ἁμαρτωλοῦ ψυχῆς. Ὥσπερ οὖν ἐκεῖ τὸ ὅμοιον διὰ τὸ μὴ πάντα εἶναι ἴσον, οὕτω καὶ ἐνταῦθα ὁμοίωμα διὰ τὸ μὴ πάντα εἶναι ἴσα· οἷον τὸ μὴ ἐκ συνουσίας τὸ χωρὶς ἁμαρτίας, τὸ μὴ ψιλὸν ἄνθρωπον. Καὶ καλῶς εἶπεν, Ὡς ἄνθρωπος· οὐ γὰρ ἦν εἷς τῶν πολλῶν, ἀλλ' ὡς εἷς τῶν πολλῶν. Οὐ γὰρ εἰς ἄνθρωπον μετέπεσεν ὁ Θεὸς Λόγος, οὐδὲ οὐσία μετεβλήθη, ἀλλ' ὡς ἄνθρωπος ἐφάνη, οὐ φαντασιοκοπῶν ἡμᾶς, ἀλλὰ παιδεύων εἰς ταπεινοφροσύνην. Ὅταν οὖν εἴπῃ, Ὡς ἄνθρωπος, τοῦτό φησιν· ἐπεὶ καὶ ἀλλαχοῦ φησιν αὐτὸν ἄνθρωπον, ὅταν λέγῃ· Εἷς Θεὸς, καὶ εἷς μεσίτης ἄνθρωπος Χριστὸς Ἰησοῦς. Εἴρηται 62.232 ἡμῖν καὶ τὰ πρὸς τούτους· καὶ πρὸς τοὺς μὴ λέγοντας δὲ ἀνειληφέναι ψυχὴν, ἀναγκαῖον εἰπεῖν· Εἰ ἡ μορφὴ τοῦ Θεοῦ τέλειος Θεὸς, καὶ ἡ μορφὴ τοῦ δούλου τέλειος δοῦλος. Πάλιν πρὸς Ἀρειανοὺς ὁ λόγος. Μορφὴ Θεοῦ ὑπάρχων, φησὶν, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Ἐνταῦθα περὶ τῆς θεότητος, οὐδαμοῦ τὸ, Ἐγένετο, οὐδαμοῦ τὸ, Ἔλαβεν· ἀλλ', Ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος. Ἐνταῦθα περὶ τῆς ἀνθρωπότητος, τὸ, Ἔλαβε, καὶ, Ἐγένετο. Τοῦτο ἐγένετο, τοῦτο ἔλαβεν, ἐκεῖνο ὑπῆρχε. Μὴ δὴ συγχέωμεν, μηδὲ διιστῶμεν. Εἷς Θεὸς, εἷς Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ. Τὸ δὲ, εἷς, ὅταν εἴπω, ἕνωσιν λέγω, οὐ σύγχυσιν, τῆς φύσεως ταύτης εἰς ἐκείνην μεταπεσούσης, ἀλλὰ ἡνωμένης. Ἐταπείνωσεν ἑαυτὸν, ὑπήκοος γενόμενος μέχρι