1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

41

ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε. τὴν δέ γε Ἱερουσαλὴμ πνευματικῶς, οὐ γὰρ παθητῶς, Σόδομα καλεῖ διὰ τὴν τότε ἀσέλγειαν καὶ κακοδοξίαν, καὶ Αἴγυπτον, ὡς καταδωλουμένην καὶ ἀδικοῦσαν τοὺς Χριστοῦ δούλους, καθὼς ἐκείνη τὸν Ἰσραήλ, ὅπου καὶ ὁ Κύριός φησιν αὐτῶντουτέστι τῶν δύο μαρτύρων ἐσταυρώθη. ὁρῶντες δὲ οἱ τῷ ἀντιχρίστῳ ἐκ πάσης φυλῆς ἠπατημένοι τὴν ἀναίρεσιν τῶν μαρτύρων, χαρήσονται ἐπ' αὐτοῖς ὡς τοῦ σφῶν βασιλέως νενικηκότος. τὸ δὲ καὶ δῶρα πέμπειν ἑαυτοῖς δεῖγμα εὐφροσύνης καὶ χαρμονῆς. ὅτι φησὶν οἱ δύο προφῆται ἐβασάνισαν τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆςβάσανον μὲν αἰσθητὴν οὐδεμίαν· ἐπισκώπτοντες δὲ ταῖς αὐτῶν ἁμαρτίαις καὶ διελέγχοντες καὶ τὴν ἀπάτην αὐτῶν ἀνακαθαίροντες βασανίσουσι νοητῶς. καὶ μετὰ τὰς τρεῖς ἡμέρας καὶ ἥμισυ πνεύματα ζωῆς ἐκ τοῦ Θεοῦ εἰσῆλθεν αὐτοῖς, καὶ ἔστησαν ἐπὶ τοὺς πόδας 132 αὐτῶν, καὶ φόβος μέγας ἔπεσεν ἐπὶ τοὺς θεωροῦντας αὐτούς· καὶ ἤκουσαν φωνὴν μεγάλην ἐκ τοῦ οὐρανοῦ λέγουσαν αὐτοῖς· ἀνάβητε ὧδε, καὶ ἀνέβησαν εἰς τὸν οὐρανὸν ἐν τῇ νεφέλῃ, καὶ ἐθεώρησαν αὐτοὺς οἱ ἐχθροὶ αὐτῶν. καὶ ἐν ἐκείνῃ τῇ ὥρᾳ ἐγένετο σεισμὸς μέγας, καὶ τὸ δέκατον τῆς πόλεως ἔπεσε, καὶ ἀπεκτάνθησαν ἐν τῷ σεισμῷ χιλιάδες ἑπτά, καὶ οἱ λοιποί, ἔμφοβοι γενόμενοι, ἔδωκαν δόξαν τῷ Θεῷ τοῦ οὐρανοῦ. ἡ οὐαὶ ἡ δευτέρα ἀπῆλθεν· ἰδοὺ ἡ οὐαὶ ἡ τρίτη ἔρχεται ταχύ. πάντων δήλων τυγχανόντων, καὶ αἰσθητῶς συμβαίνειν μελλόντων κατ' ἐκεῖνον τὸν χρόνον, ἀπειροκαλία τὸ ἐνδιατρίβειν τοῖς ὡμολογημένοις. καὶ ὁ ἕβδομος ἄγγελος ἐσάλπισε· καὶ ἐγένοντο φωναὶ μεγάλαι ἐν τῷ οὐρανῷ, λέγοντες· καὶ ἐγένετο ἡ βασιλεία τοῦ κόσ μου τοῦ Κυρίου ἡμῶν καὶ τοῦ Χριστοῦ αὐτοῦ, καὶ βασι λεύσει εἰς τοὺς αἰῶνας τῶν αἰώνων. καὶ εἰκοσιτέσσαρες πρεσβύτεροι, οἳ ἐνώπιον τοῦ Θεοῦ κάθηνται ἐπὶ τοὺς θρό νους αὐτῶν, ἔπεσον ἐπὶ τὰ πρόσωπα αὐτῶν καὶ προσεκύνησαν τῷ Θεῷ, λέγοντες· εὐχαριστοῦμέν σοι, Κύριε, ὁ Θεός, ὁ παντο κράτωρ, ὁ ὢν καὶ ὁ ἦν, ὅτι εἴληφας τὴν δύναμίν σου τὴν μεγά λην καὶ ἐβασίλευσας· καὶ τὰ ἔθνη ὠργίσθησαν, καὶ ἦλθεν ἡ ὀργή σου καὶ ὁ καιρὸς τῶν ἐθνῶν κριθῆναι, καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις καὶ τοῖς φοβουμένοις τὸ ὄνομά σου, τοῖς μικροῖς καὶ τοῖς μεγά 133 λοις, καὶ διαφθεῖραι τοὺς διαφθείροντας τὴν γῆν. καὶ ἠνοί γει ὁ ναὸς τοῦ Θεοῦ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ· καὶ ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμὸς καὶ χάλαζα μεγάλη. ὡς ἐν παρεξόδῳ τὰ κατὰ τοὺς δύο μάρτυρας ἤτοι προφῆτας διηγησαμένη ἡ ὀπτασία, καὶ πάντα τὰ περὶ αὐτῶν ἐπεξελθοῦσα, ἐπὶ τὸ προκείμενον καὶ ὅθεν ἐξελήλυθεν ἔρχεται· ἐξελήλυθε δὲ ἐκ τῆς τῶν ἁγίων ἀντιδόσεως τῆς μελλούσης, καὶ ὅτι πλείους οἱ ἐξ ἐθνῶν τοῦ Ἰσραήλ, καὶ οἱ ἐν τῇ νέᾳ εὐαρεστήσαντες τῷ Θεῷ παρὰ τοὺς ἐν τῇ παλαιᾷ. καί φησιν τοὺ ἑβδόμου σαλπίσαντος ἀγγέλου, ἐγένοντο φωναὶ ἐν τῷ οὐρανῷ λέγουσαι ὅτι γέγονεν ἡ βασιλεία τοῦ κόσμου τῷ Θεῷ καὶ τῷ Χριστῷ αὐτοῦ. ἀεὶ μὲν ὁ Θεὸς βασιλεύει, καὶ οὔτε ἤρξατο οὔτε μὴν παύσεται βασιλεύων οὐρανοῦ καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς ὁρατῶν τε καὶ νοητῶν, ἀλλὰ ἀνάρχως τε καὶ ἀτελευτήτως ἐστὶ πάντων δεσπότης καὶ κύριος. ἐπειδὴ δὲ καὶ οἱ ἄνθρωποι βασιλεῖς ἐχρημάτισαν· ἐπὶ τῆς γῆς, καὶ τρόπον τινὰ εἶχεν ὁ Θεὸς τοὺς συμβασιλεύοντας αὐτῷ, λυομένης τῆς ἐπιγείου τῶν ἀνθρώπων βασιλείας τῇ συντελείᾳ τοῦ παρόντος αἰῶνος, μόνος ὁ Θεὸς βασιλεύσει. διὸ εἴρηται ὅτι ἐγένετο ἡ βασιλεία τοῦ κόσμου τῷ Θεῷ καὶ τῷ Χριστῷ αὐτοῦ, λυθέντων καὶ παυσαμένων τῶν ἐν τῇ γῇ βασιλευόντων ἀνθρώπων καὶ τῶν τυραννούντων δαιμόνων. ἧς γενομένης φωνῆς, προσεκύνησάν φησι τῷ Θεῷ οἱ πρεσβύτεροι, ἰδίαν καὶ αὐτοὶ προσαγαγόντες εὐχαριστίαν, εὐχαριστοῦμέν σοι λέγοντες, Κύριε, ὁ Θεός, ὁ παντοκράτωρ, ὁ ὢν καὶ ὁ ἦν. καὶ τὸ ὢν ἐπὶ τῆς Ἁγίας ἁρμόζει λέγεσθαι Τριάδος, καὶ τὸ ὁ ἦν, εἰ καὶ τὰ μάλιστα περὶ τοῦ Πατρὸς εἴρηται τὸ ὁ ὤν· περὶ δὲ τοῦ Υἱοῦ τὸ ἦν, καὶ γὰρ ὤν ἐστιν 134 ὅτε Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ Ἅγιον· καὶ τὸ ἦν καλῶς λέγομεν ἐπὶ τοῦ Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου