41
βίον, ὡς ἀνωμαλίας ἀνάπλεω, καὶ μισοῦσι τὸν θάνατον, τὸν τὴν ἀνωμαλίαν παύοντα, καὶ τὴν ἰσοτιμίαν τοῖς σώ μασιν ἀπονέμοντα. Καὶ μὴν ἔδει τὸν βίον θαυμάζειν τοὺς τῷ θανάτῳ μεμφομένους, ἢ τὸν θάνατον εὐ φημεῖν τοὺς τὸν βίον αἰτιωμένους. Ἐναντία γὰρ ἐκ διαμέτρου θάνατος καὶ ζωή. Οἱ δὲ, φύρδην ἅπαντα βλασφημοῦσι, καὶ πάντων ὁμοίως κατηγοροῦσι· καὶ παῖδες μὲν ὄντες, μακαρίζουσι τοὺς ἄνδρας, ἄνδρες δὲ γενόμενοι, ζηλωτοὺς ἀποκαλοῦσι τοὺς παῖδας. Καὶ τί δεῖ πάντα λέγειν, τὰ ὑπὸ τῆς πονηρᾶς ταύτης νόσου συκοφαντούμενα; Οὐδὲν γάρ ἐστι τῶν γινομέ νων, ὃ μὴ δέχεται λοιδορίας βέλος ὑπὸ τῆς τούτων γλώττης πεμπόμενον. Φέρε τοίνυν, ταῖς ἰατρικαῖς μεθόδοις χρησάμενοι, δείξωμεν αὐτοῖς ἥδιστα τὰ τέως αὐτοὺς ἀποκναίοντα. Περὶ μὲν οὖν πλούτου καὶ πενίας, καὶ τῆς ἐν τούτοις δοκούσης ἀνωμαλίας, ἀποχρώντως ἐν τῷ πρὸ τοῦδε λόγῳ διεξήλθομεν, καὶ ταύτης καὶ τούτου δεικνύντες τὸ χρήσιμον. Ὅτι δὲ εἰς δουλείαν καὶ δεσποτείαν οὐκ αὐτὸς ὁ Ποιητὴς ἐξ ἀρχῆς τὴν φύσιν διέκρινεν, αὐτίκα δηλώσομεν. ∆εῦρο τοίνυν παρὰ ταύτην ἡμῶν τὴν πρώτην διάπλασιν, καὶ βλέπε ἕνα μὲν ἄνδρα πλαττόμενον ἀπὸ γῆς, γυναῖκα δὲ ὁμοίαν οὐκέτι ὁμοίως ἀπὸ γῆς. Πλευρὰν γὰρ μίαν ἐξ ἐκείνου λαβὼν ὁ Ποιητὴς, οὕτω τὸ γένος τοῦτο διέπλασεν, ὅπως μὴ φύσεως ἑτέρας αὐτὴ νομίζηται διὰ τὸ τοῦ σχήματος ἑτε ροῖον. Εἷς τοιγαροῦν ἀπὸ γῆς διεπλάσθη, καὶ ἐξ ἀνδρὸς ἡ γυνὴ, καὶ ἐξ ἀμφοῖν ἅπασα τῶν ἀνθρώπων ἡ φύσις. Οὐ γὰρ ἐξ ἀρχῆς ὁ Ποιητὴς, τοῖς μὲν δου λείαν, τοῖς δὲ δεσποτείαν ἀπένειμεν, ἀλλ' ἓν ἁπάν των ἐδημιούργησε γένος. Καὶ τῷ Νῶε δὲ κιβωτὸν κατασκευάσαι κελεύσας, καὶ μισθὸν αὐτῷ τῆς δικαιοσύνης τὴν σωτηρίαν πορίσας, αὐτὸν καὶ τὴν ὁμόζυγα σὺν τοῖς υἱέσι, καὶ ταῖς ἐκείνων γαμεταῖς, εἰς τὴν κατασκευασθεῖσαν εἰσελθεῖν προσέταξε κι βωτὸν, καὶ δοῦλος οὐδεὶς εἰσελήλυθε. Οὐδέπω γὰρ ἡ φύσις ταύτην ἐδέδεκτο τὴν διαίρεσιν· ἀλλὰ 83.672 μόνα τὰ τῷ ὄντι δοῦλα, τῶν ἀλόγων τὰ γένη, ἃ τού του χάριν τῶν ὅλων ὁ Ποιητὴς εἰς τόνδε τὸν βίον παρήγαγεν. Ἐπειδὴ δὲ πολλὴν ἐν τοῖς μετὰ ταῦτα τὴν ἀκοσμίαν εἶδεν ἐκ τῆς ἀναρχίας γεγενημένην, καὶ πᾶσαν ἀδεῶς παρανομίαν ἐκτελουμένην, εἰς ἄρχοντας καὶ ἀρχομένους διεῖλε τῶν ἀνθρώπων τὸ γένος, ἵνα τῶν ἀρχόντων τὸ δέος σμικρύνῃ τῶν ἁμαρ τημάτων τὸ πλῆθος. Οἶδε γὰρ φόβος χαλινοῦν τῶν ἀλόγων παθῶν τὰς ἀφορμὰς, καὶ τῆς ψυχῆς τὴν πρὸς τὸ χεῖρον ἀμβλύνειν ῥοπήν· καὶ πολλάκις ἃ λόγος οὐκ ὤνησεν, ὁ φόβος κατώρθωσεν. Ἐπειδὴ γὰρ ἡ φύσις πρὸς τὸ χεῖρον ἐξώκειλε, καὶ ὁ νοῦς τοῖς πάθεσι περικλυσθεὶς, ὑποβρύχιός τε γενόμενος, οἷόν τι σκάφος ἀνερμάτιστον, ἀτάκτως φέρεσθαι τὸ σῶμα κατέλιπεν, ἀναγκαίως ἐδεήθημεν νόμων, καθάπερ τινὸς ἀγκύρας, ἱστώσης τὸ σκάφος, καὶ τὴν ἐπὶ πρόσω φορὰν κωλυούσης, καὶ συγχωρούσης ἀναδῦναι τὸν κυβερνήτην, καὶ τῶν οἰάκων ἐπιλαβέ σθαι. Τούτων δὲ τῶν νόμων γενέσθαι τὴν θέσιν οὐχ οἷόν τε ἦν, ἰσοκρατίας οὔσης, καὶ πολιτευομένης ἰσο νομίας. Οὐδὲ γὰρ ἐν ταῖς δημοκρατουμέναις πόλεσιν, ἔνθα ὁ δῆμος ἔσχε τῶν πραττομένων τὸ κῦρος, τῶν ἴσων ἅπαντες μετελάγχανον· ἀλλ' οἱ μὲν ἦσαν θεσμο θέται, οἱ δὲ νομοθέται, οἱ δὲ στρατηγοὶ, οἱ δὲ τῶν ἀρχομένων ἐπλήρουν τὴν τάξιν· ὁ δὲ δημαγωγὸς, καὶ τῶν ἀρχόντων ἐκράτει, καὶ τῶν ἀρχηγῶν. Καὶ ἐν ταῖς ὀλιγαρχουμέναις δὲ πόλεσιν, οἱ μὲν πολλοὶ, τὸν τῶν ὑπηκόων ἐπλήρουν κατάλογον· οἱ δὲ ὀλίγοι, καὶ φρονή σει προὔχοντες, καὶ ἀρετῇ διαλάμποντες, τά τε κοινὰ διακονεῖν καὶ τὰς ἡγεμονίας διελάγχανον· καὶ οἱ μὲν ἔφοροι, οἱ δὲ ναύαρχοι, οἱ δὲ ἁρμοσταί· καὶ ἦγον τὸ πλῆθος ᾗ ἂν αὐτοῖς ἄριστα ἐδόκει. Οὐκοῦν ἡ μὲν ἁμαρτία τῶν νόμων τὴν χρείαν εἰσήγαγεν· οἱ δὲ νόμοι τῆς τῶν τιθέντων ἐξουσίας ἐδέοντο, οὐ μόνον δὲ τῶν τιθέντων, ἀλλὰ καὶ τῶν κολάζειν τοὺς παρα βαίνοντας δυναμένων. Καὶ ἡ μὲν ἁμαρτία τὴν ἀτα ξίαν εἰσήγαγεν· ὁ δὲ τῶν ὅλων Πρύτανις τῇ ἀταξίᾳ τὴν τάξιν ἐπέθηκε, καὶ τῆς ἁμαρτίας τὴν ῥύμην, οἷόν