1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

42

καὶ ὕδατος δύναμιν ἐχόντων. ὅτε δὲ προέκοψα ἐπιστραφείσης τῆς ψυχῆς μου ὑπὸ σοῦ ἐπὶ τὰς τῆς δικαιοσύνης τρίβους ὥστε ὑπὸ τῆς ῥάβδου καὶ τῆς βακτηρίας σου παρακληθῆναι, ἄνθρωπος γέγονα. διὰ τοῦτο οὐχ ἡτοίμασας ἔτι χλοήν, ἀλλὰ τράπεζαν, καὶ ἐνώπιόν μου ἐφανέρωσάς μοι αὐτῆς τὸ κάλλος τὸ τρό63 φιμον, τὸ ἐδώδιμον. ἡ σοφία σου εὐτρέπισέν μοι τὴν τράπεζαν ταύτην. "σφάξασα τὰ ἑαυτῆς θύματα" ἐπέθηκεν αὐτῇ. καὶ "τὸν οἶνον τὸν ἑαυτῆς" ἐπέθηκεν "κεράσασα" ταύτῃ τῇ τραπέζῃ καὶ πάντας ἐπὶ τὸ φαγεῖν καὶ πιεῖν ἀπὸ ταύτης τῆς τραπέζης καλεῖ. καὶ λέγομεν τράπεζαν ἐνταῦθα τῆς σοφίας τὴν θείαν παίδευσιν. ἐπίκειται δὲ ταύτῃ θύματα· ὅταν γὰρ ἱερουργήσωμεν καὶ σφάξωμεν τὰ δόγματα τῆς εὐσεβείας, ἵν' ἕτοιμα πρὸς τροφὴν αὐτὰ ποιήσωμεν, τότε ἐπίκειται τὰ θύματα τῇ τραπέζῃ. καὶ οὐκ ἄλλος γε ἔθυσεν αὐτὰ ἢ αὐτὴ ἡ σοφία ἡ "ἑτοιμάσασα τὴν ἑαυτῆς τράπεζαν"· οὐ γὰρ ἁπλῶς εἶπεν· "ἡτοίμασεν τράπεζαν", ἀλλὰ "τὴν ἑαυτῆς". σοφίας δὲ τράπεζα οὐκ ἔχει ἐπικείμενα ἄλλα ἐδέσματα ἢ τὰ σοφὰ παιδεύματα. εἶτα καὶ "τὸν ἑαυτῆς οἶνον ἐκέρασεν". προσέλαβεν αὐτῷ ὕδωρ, ἵν' ἡμεῖς ἀκράτου μὴ δυνάμενοι δέξασθαι κεκερασμένον λάβωμεν οἶνον. ἔστιν τινὰ ἄρρητα ῥήματα, ἃ οὐ . ἔστω ταῦτα οἶνος. ὅταν τις δύνηται ταῦτα εἰς διδασκαλίαν ῥητὴν ἀγαγεῖν, ἐκέρασεν, αὐτοῖς αἰσθητὸν ὕ δωρ ἐπιμείξας· τὰ παραδείγματα τὰ τῆς γραφῆς, αἱ λέξεις αἱ ἐν παραβολαῖς ἀπαγγελλόμεναι. πάλιν ἐπεὶ θεὸς λόγος ἐστὶν ἡ σοφία, οὐκ ἠδυνάμεθα δὲ ἀκράτους λαβεῖν τοῦ λόγου, ἐκέρασεν αὐτὸν τῇ ἐνανθρωπήσει, καὶ ἐδεξάμεθα λοιπὸν κεκραμένον οἶνον ἔκ τε τοῦ λόγου τῆς ἐνανθρωπήσεως καὶ τῆς μεγαλειότητος τοῦ μονογενοῦς. "γενάμενος δὲ ὁ λόγος σὰρξ καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ". ἰδοὺ τὸ κρᾶμα. οὐκ ἄλλου δέ τινος ἦν τοῦτο μεῖξαι ἢ τῆς σοφίας αὐτῆς. οἶδας ὅτι ὁ κεραννύων ἐνίοτε πρὸς τὴν ἕξιν τοῦ πίνοντος τὴν κρᾶσιν ποιεῖται. καὶ ἡ σοφία τοίνυν τὸν ἑαυτῆς οἶνον ἐκέρασεν καὶ οὐ πᾶσιν τὸ αὐτὸ κρᾶμα δίδωσιν, ἀλλ' ὃ χωρεῖ ἕκαστος. εἰσὶν οὖν νηπιώδεις, ἐν οἷς δοκεῖ τοῦτο τὸ κρᾶμα μᾶλλον ὑδαρέστερον εἶναι. πλεονάζει τὸ τῆς ἐνανθρωπήσεως. ὅταν δέ τις "θεάσηται τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός", ὁ οἶνος πλεονάζει. ταύτην οὖν τὴν τράπεζαν ἡτοίμασεν οὐκ εἰς νῶτον τοῦ ἐπικαλουμένου, οὐ μακρὰν αὐτοῦ, ἀλλ' ἐνώπιον αὐτοῦ καὶ ἐξ ἐναντίας τῶν θλιβόντων αὐτόν. τοῦτο τὸ αἴνιγμα ἐπὶ τὸ σαφέστερον ὁ ἀπόστολος μεταβαλὼν γράφει· "θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί". ὅταν τις λόγον καὶ θύραν λόγου ἔχῃ ἰσχυρὸν καὶ ἐνεργῆ, ἀντικειμένους πολλοὺς ἔχει. καὶ αὐτὸς διάβολος ἀντίκειται κωλύειν θέλων τὴν ὠφέλειαν τὴν ἐκ τῆς ἐνεργείας τοῦ λόγου, καὶ ἄνθρωποι σοφισταὶ καὶ ἄλλοι κακοὶ ἄνθρωποι. οὐ τοσοῦτον γοῦν ἀντίκεινται ὡς ἐπιβουλεῦσαί ποτε τῷ εὐ εργετουμένῳ. "ἐξ ἐναντίας τῶν θλιβόντων με" ἡτοιμάσατο τὴν τράπεζαν. ἔλεγόν ποτε εἰς ἐκεῖνο τὸ ῥητὸν περὶ τοῦ βρέφους Ἰησοῦ· "ὅτι πρὶν γνῶναι καλεῖν πατέρα ἢ μητέρα λήμψεται δύναμιν ∆αμασκοῦ καὶ σκῦλα Σαμαρείας ἔναντι βασιλέως 64 Ἀσσυρίων". οὐ μέγα ἦν, εἰ τὰ σκῦλα τὰ ὑπὸ τὸν βασιλέα τοῦ βασιλέως ἀπόντος ἔλαβεν, ἀλλὰ ἀπέναντι αὐτοῦ, παρόντος αὐτοῦ ἀπέσπασεν ἃ εἶχεν ὑφ' ἑαυτόν. ἢ οὐκ ἀπέναντι τοῦ βασιλέως τῶν Ἀσσυρίων ἐσκύλευσεν τοὺς μάγους; ἐν τῷ μαγεύειν γὰρ ἦσαν. οὐ μετανοήσαντες πρότερον ἦλθον πρὸς τὸ παιδίον, ἀλλ' ἔτι ἐνεργούντων τῶν δαιμόνων. τοιοῦτόν τι γοῦν τεθεώρηται ἐκκλησιαστικῶς, ὅτι τὰ συνήθη ἐκεῖνοι ποιήσαντες ἐπὶ τῷ καλέσαι δαίμονας, μὴ σχόντες αὐτοὺς ὑπηκόους ἔγνωσαν ὅτι κατελύθη ἐκ τοῦ παιδίου τοῦ σημαινομένου διὰ τοῦ φανέντος ἀστέρος ἡ μαγεία. ἐλθὼν γοῦν εἰς ἐμὲ τοιοῦτό τι οἱ θλίβοντες οὗτοι παρῆσαν καὶ ἐπ' ὄψε̣σιν αὐτῶν γέγονεν τὰ τῆς εὐεργεσίας. δύναται καὶ τὸ "ἐξ ἐναντίας" οὕτως· ἐναντίᾳ προαιρέσει παρῆσαν κωλῦσαι θέλοντες, τὸ ὅσον εἰς αὐτούς, ἢ βλάψαι αὐτὸν θέλοντες. 5