1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

42

θησαυρὸν εὑρήσομεν. Καὶ γὰρ καὶ τότε ὁ λόγος ἡμῖν ἅπας τοῦτο παιδεῦσαι τοὺς ἀκροατὰς ἔσπευδε, μηδὲν τοῦ παρόντος βίου τὰ λαμπρὰ νομίζειν εἶναι πράγματα, ἀλλὰ περαιτέρω προϊέναι ταῖς ἐλπίσι, καὶ τὰς ἐκεῖ ψήφους καθ' ἑκάστην ἐννοεῖν τὴν ἡμέραν, καὶ τὸ φοβερὸν κριτήριον, καὶ τὸν ἀπαραλόγιστον δικαστήν. Ταῦτα καὶ ὁ 48.1018 Παῦλος διὰ τῶν ἀνεγνωσμένων ἡμῖν συμβουλεύει τήμερον. Ἀλλὰ προσέχετε· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Εἰ γὰρ πιστεύομεν, ὅτι Ἰησοῦς ἀπέθανε καὶ ἀνέστη, οὕτω καὶ ὁ Θεὸς τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ. Τοῦτο πρῶτον ἄξιον ἐπιστήσαντας ἐξετάσαι, τί δήποτε, ὅταν μὲν περὶ τοῦ Χριστοῦ διαλέγηται, θάνατον καλεῖ τὸν ἐκείνου θάνατον· ὅταν δὲ περὶ τῆς ἡμετέρας τελευτῆς, κοίμησιν αὐτὴν καὶ οὐ θάνατον ὀνομάζει. Οὐ γὰρ εἶπε, Περὶ δὲ τῶν ἀποθανόντων, ἀλλὰ τί; Περὶ δὲ τῶν κεκοιμημένων. Καὶ πάλιν· Οὕτως ὁ Θεὸς καὶ τοὺς κοιμηθέντας διὰ τοῦ Ἰησοῦ ἄξει σὺν αὐτῷ· καὶ οὐκ εἶπε, Τοὺς ἀποθανόντας. Καὶ πάλιν· Ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Καὶ οὐδὲ ἐνταῦθα εἶπε τοὺς ἀποθανόντας, ἀλλὰ τρίτον μνημονεύσας, τὸ τρίτον κοίμησιν τὸν θάνατον αὐτῶν ὠνόμασε. Περὶ δὲ τοῦ Χριστοῦ οὐχ οὕτως, ἀλλὰ πῶς; Εἰ γὰρ πιστεύομεν ὅτι Ἰησοῦς ἀπέθανε. Καὶ οὐκ εἶπεν, Ἐκοιμήθη, ἀλλὰ, Ἀπέθανε. Τίνος οὖν ἕνεκεν τὸν μὲν τοῦ Χριστοῦ θάνατον ἐκάλεσε, τὸν δὲ ἡμέτερον κοίμησιν; Οὐ γὰρ ἁπλῶς, οὐδὲ παρέργως ταύτῃ κέχρηται τῶν λέξεων τῇ παρατηρήσει, ἀλλὰ σοφόν τι καὶ μέγα κατασκευάζων. Ἐπὶ μὲν γὰρ τοῦ Χριστοῦ θάνατον ἐκάλεσεν, ἵνα τὸ πάθος πιστώσηται· ἐπὶ δὲ ἡμῶν κοίμησιν ἐκάλεσεν, ἵνα τὴν ὀδύνην παραμυθήσηται. Ἔνθα μὲν γὰρ προεχώρησεν ἡ ἀνάστασις, θαῤῥῶν καλεῖ θάνατον· ἔνθα δὲ ἐν ἐλπίσιν ἐστὶ τὸ πρᾶγμα, κοίμησιν καλεῖ, καὶ δι' αὐτῆς παραμυθούμενος τῆς προσηγορίας ἡμᾶς, καὶ χρηστὰς ὑποτείνων ἐλπίδας. Ὁ γὰρ κοιμώμενος ἀναστήσεται πάντως, καὶ οὐδὲν ἕτερόν ἐστι θάνατος, ἀλλ' ἢ ὕπνος μακρός. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι οὔτε ἀκούει, οὔτε φθέγγεται, οὔτε ὁρᾷ, οὔτε αἰσθάνεται ὁ τετελευτηκώς· οὐδὲ γὰρ ὁ καθεύδων. Εἰ δὲ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, τοῦ μὲν καθεύδοντος καὶ ἡ ψυχή πως καθεύδει· τοῦ δὲ τελευτήσαντος οὐχ οὕτως, ἀλλ' ἐγρήγορεν. Ἀλλ' ὁ τελευτήσας σήπεται καὶ διαφθείρεται, φησὶ, καὶ κόνις γίνεται καὶ τέφρα. Καὶ τί τοῦτο, ἀγαπητέ; δι' αὐτὸ μὲν οὖν τοῦτο μάλιστα χαίρειν δεῖ. Καὶ γὰρ οἰκίαν τις μέλλων οἰκοδομεῖν σαθρωθεῖσαν καὶ παλαιὰν γενομένην, ἐκβαλὼν πρῶτον τοὺς οἰκοῦντας, οὕτω καταλύει τὴν οἰκίαν, καὶ ἀνοικοδομεῖ λαμπροτέραν. 48.1019 Καὶ τοὺς ἐκβληθέντας οὐ λυπεῖ τὸ γινόμενον, ἀλλὰ καὶ εὐφραίνει πλέον· οὐ γὰρ τῇ καθαιρέσει προσέχουσι τῇ βλεπομένῃ, ἀλλὰ τὴν μέλλουσαν οἰκοδομὴν φαντάζονται τὴν οὐ βλεπομένην. Οὕτω δὴ καὶ ὁ Θεὸς ποιεῖν μέλλων καταλύει ἡμῶν τὸ σῶμα, καὶ τὴν ἐνοικοῦσαν ἐν αὐτῷ ψυχὴν ἐξάγει πρότερον, καθάπερ ἐξ οἰκίας τινὸς, ἵνα λαμπροτέραν αὐτὴν οἰκοδομήσας, μετὰ πλείονος αὐτὴν δόξης εἰσαγάγῃ πάλιν. Μὴ τοίνυν τῇ καθαιρέσει προσέχωμεν, ἀλλὰ τῇ μελλούσῃ λαμπρότητι. βʹ. Πάλιν ἀνδριάντα τις ἔχων ἰῷ καὶ χρόνῳ διεφθαρμένον, καὶ πολλὰ τῶν μερῶν ἀποτεθλασμένον, συντρίψας αὐτὸν εἰς χωνευτήριον ἐμβάλλει, καὶ τήξας αὐτὸν ἀκριβῶς, οὕτω λαμπρότερον ἀποδίδωσιν. Ὥσπερ οὖν ἡ ἐν τῷ χωνευτηρίῳ συντριβὴ οὐκ ἀφανισμὸς, ἀλλὰ ἀνακαινισμός τίς ἐστι τοῦ ἀνδριάντος ἐκείνου· οὕτω καὶ τῶν ἡμετέρων σωμάτων ὁ θάνατος οὐκ ἀπώλειά τίς ἐστιν, ἀλλὰ ἀνανέωσις. Ὅταν τοίνυν ἴδῃς, καθάπερ ἐν χωνευτηρίῳ, καταῤῥέουσαν ἡμῶν τὴν σάρκα καὶ σηπομένην, μὴ στῇς μέχρι τῆς ὄψεως ταύτης, ἀλλὰ τὴν ἀναχώνευσιν ἀνάμενε· καὶ μηδὲ τῷ μέτρῳ τοῦ παραδείγματος ἀρκεσθῇς τούτῳ, ἀλλ' ἐπὶ τὸ πρότερον πρόελθε τῷ λόγῳ. Ὁ μὲν γὰρ ἀνδριαντοποιὸς χαλκοῦν ἐμβαλὼν σῶμα, οὐ χρυσοῦν καὶ ἀθάνατόν σοι ἀποδίδωσι τὸν ἀνδριάντα, ἀλλὰ χαλκοῦν ἐργάζεται πάλιν· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ πήλινον καὶ θνητὸν ἐμβαλὼν σῶμα, χρυσοῦν καὶ