42
θανάτου, θανάτου δὲ σταυροῦ. Ἰδοὺ, φησὶν, ὑπήκοος γέγονεν, οὐκ ἴσος ὢν ᾧ ὑπήκουσεν. Οὐδὲν τοῦτο αὐτὸν ἐλαττοῖ, ὦ ἀγνώμονες καὶ ἀνόητοι· ἐπεὶ καὶ φίλοις πολλάκις ὑπακούομεν ἡμεῖς, καὶ οὐδὲν τοῦτο ἡμᾶς ἐλάττους ποιεῖ. Ὡς Υἱὸς Πατρὶ ὑπήκουσεν ἑκὼν, οὐκ εἰς δουλικὸν ἀξίωμα καταπεσὼν, ἀλλὰ τούτῳ αὐτῷ μάλιστα φυλάττων τῆς γνησιότητος τὸ θαῦμα, τῇ πολλῇ περὶ τὸν Πατέρα τιμῇ. Ἐτίμησε τὸν Πατέρα, οὐχ ἵνα σὺ αὐτὸν ἀτιμάσῃς, ἀλλ' ἵνα μᾶλλον θαυμάσῃς, ἵνα καὶ ἀπὸ τούτου μάθῃς, ὅτι γνήσιος Υἱὸς, τῷ μάλιστα πάντων τὸν Πατέρα τετιμηκέναι. Οὐδεὶς οὕτως ἐτίμησε τὸν Θεόν. Ὅσον εἶχε τὸ ὕψος, τοσαύτην ταπείνωσιν ὑπέστη ἀντίῤῥοπον. Ὥσπερ πάντων ἐστὶ μείζων, καὶ οὐδεὶς αὐτῷ ἴσος, οὕτω καὶ τῇ περὶ τὸν Πατέρα τιμῇ πάντας ἐνίκησεν, οὐκ ἀναγκασθεὶς, οὐδὲ ἄκων. Καὶ τοῦτο τῆς ἀρετῆς αὐτοῦ· ἢ οὐκ ἔχω πῶς εἴπω. Βαβαί! μέγα καὶ τὸ δοῦλον γενέσθαι, καὶ σφόδρα ἄῤῥητον· τὸ δὲ καὶ θάνατον ὑποστῆναι, πάλιν πολλῷ πλέον. Ἀλλ' ἔστι καὶ ἕτερόν τι τούτου μεῖζον καὶ παραδοξότερον. Ποῖον δὲ τοῦτο; ὅτι οὐχ ἅπας θάνατος ὅμοιος. Οὗτος γὰρ πάντων ἐπονειδιστικώτερος εἶναι ἐδόκει, οὗτος ὁ αἰσχύνης γέμων οὗτος ὁ ἐπάρατος· Ἐπικατάρατος γὰρ, φησὶ, πᾶς ὁ κρεμάμενος ἐπὶ ξύλου. ∆ιὰ τοῦτο καὶ Ἰουδαῖοι τούτῳ ἐσπούδασαν αὐτὸν ἀνελεῖν, ὥστε καὶ ἐπονείδιστον ἐργάσασθαι, ἵνα εἰ καὶ τῷ ἀναιρεθῆναι μηδεὶς ἀπέχηται αὐτοῦ, ἀλλὰ τῷ οὕτως ἀναιρεθῆναι, ∆ιὰ τοῦτο καὶ λῃσταὶ δύο μεταξὺ αὐτοῦ ἐσταυρώθησαν, ἵνα κοινωνήσῃ τῆς δόξης αὐτοῖς, καὶ πληρωθῇ τὸ εἰρημένον, Καὶ μετὰ ἀνόμων ἐλογίσθη. Ἀλλὰ τοσούτῳ μᾶλλον ἡ ἀλήθεια λάμπει, τοσούτῳ φαιδροτέρα γίνεται. Ὅταν γὰρ τοσαῦτα ᾖ μηχανήματα παρὰ τῶν ἐχθρῶν κατὰ τῆς δόξης αὐτοῦ γινόμενα, διαλάμπῃ δὲ, μᾶλλον τὸ θαῦμα μεῖζον δείκνυται. Οὐ γὰρ τῷ ἁπλῶς ἀποκτεῖναι, ἀλλὰ καὶ τῷ οὕτως ἀποκτεῖναι ᾤοντο βδελυκτὸν αὐτὸν ἐργάσασθαι, καὶ πάντων ἀποφαίνειν βδελυκτότερον· καὶ οὐδὲν ἴσχυσαν. Οὕτω δὲ μιαροί τινες ἦσαν ἀμφότεροι οἱ λῃσταί· ὕστερον γὰρ ὁ εἷς μετεβάλετο, ὅτι καὶ ἐν σταυρῷ ὄντες, ὠνείδιζον αὐτῷ· 62.233 καὶ οὔτε τὸ συνειδὸς τῶν ἰδίων ἁμαρτημάτων, οὔτε τὸ ἐν κολάσει εἶναι, οὔτε τὸ καὶ αὐτοὺς τὰ αὐτὰ πάσχειν, κατεῖχεν αὐτῶν τὴν μανίαν. Ὅπερ οὖν καὶ ὁ εἷς τῷ ἑνὶ εἶπε, καὶ ἐπεστόμισε λέγων· Οὐδὲ φοβῇ τὸν Θεὸν σὺ, ὅτι ἐν τῷ αὐτῷ κρίματί ἐσμεν; Τοσαύτην εἶχον τὴν κακίαν. Ἀλλ' οὐδὲν πρὸς τὴν οἰκείαν δόξαν παρεβλάβη ἐντεῦθεν. ∆ιό φησι· Καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. δʹ. Ὅταν τῆς σαρκὸς ἐπιλάβηται ὁ μακάριος Παῦλος, πάντα λοιπὸν τὰ ταπεινὰ μετὰ ἀδείας φθέγγεται. Ἕως μὲν γὰρ οὐκ ἔλεγεν, ὅτι μορφὴν δούλου ἔλαβεν, ἀλλὰ περὶ τῆς θεότητος διελέγετο, ὅρα πῶς ὑψηλῶς· ὑψηλῶς λέγω κατὰ τὴν δύναμιν· κατὰ γὰρ τὴν αὐτοῦ ἀξίαν οὐ φθέγγεται· οὐδὲ γὰρ δύναται· Ἐν μορφῇ, φησὶ, Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Ἐπειδὴ δὲ εἶπεν, ὅτι ἐνηνθρώπησεν, ἀδεῶς λοιπὸν τὰ ταπεινὰ φθέγγεται, θαῤῥῶν ὡς οὐδὲν βλάπτει τὴν θεότητα τὸ ταπεινὰ λέγεσθαι, τῆς σαρκὸς αὐτοῦ δεχομένης ταῦτα. ∆ιὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα· ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ, ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Εἴπωμεν πρὸς τοὺς αἱρετικοὺς, εἰ περὶ τοῦ μὴ σαρκωθέντος ταῦτα λέγεται, εἰ περὶ τοῦ Θεοῦ Λόγου, πῶς αὐτὸν ὑπερύψωσεν; ὡς πλεῖόν τι δεδωκώς; Οὐκοῦν ἀτελὴς ἦν κατὰ τοῦτο, καὶ δι' ἡμᾶς ἐγένετο τέλειος. Εἰ γὰρ μὴ ἡμᾶς εὐεργέτησεν, οὐκ ἂν ἔτυχε τῆς τιμῆς. Καὶ ἐχαρίσατο, φησὶν, ὄνομα. Ἰδοὺ, οὐδὲ ὄνομα εἶχε καθ' ὑμᾶς. Πῶς δὲ, εἰ ὀφειλὴν ἔλαβεν, εὑρίσκεται χάριτι καὶ δωρεᾷ λαβὼν, καὶ Ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα; Ποῖον δὲ ἴδωμεν καὶ ὄνομα· Ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ