1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

42

Πνεύματος· ὥστε ἡ εὐχαριστία τῶν πρεσβυτέρων εἰς τὴν Ἁγίαν ἀνατίθεται Τρίαδα. ὅτι φησὶν εἴληφας ἐκ τῶν ἐπὶ γῆς τὴν δύναμίν σου τὴν μεγάλην καὶ τὴν βασιλείαν σου ἣν ἔδωκας αὐτοῖς, καὶ σὺ νῦν μόνος βασιλεύεις· τῆς δὲ ἐπιγείου ἀπολλυμένης βασιλείας, εἰκότως τὰ ἔθνη ὠργίσθησαν, ὡς καθαιρεθέντα τῆς αὐτῶν δυναστείας, ἔθνη λέγων τά τε τῶν δαιμόνων τά τε τῶν ἀνθρώπων τῶν ἀπίστων τάγματα. καὶ ἦλθεν ἡ ὀργή σού φησι καὶ ὁ κλῆρος τῶν ἐθνῶν κριθῆναι καὶ δοῦναι τὸν μισθὸν τοῖς δούλοις σου τοῖς προφήταις καὶ τοῖς ἁγίοις. πολλά φησιν ἐπ' αὐτοὺς πάλαι μακροθυμήσας, ἐπεὶ μηδὲν ἀπώναντο τῆς χρηστότητός σου νῦν, τουτέστιν ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ ἤγαγες κατ' αὐτῶν τὴν ὀργήν σου, ἦλθέ τε καὶ πάρεστι τὰ τοῖς ἔθνεσιν ἀποκεκληρωμένα καὶ ὀφειλόμενα. τί δέ; ταῦτα ἦν τὸ κριθῆναι καὶ δοῦναι τὴν ἀντιμισθίαν τοῖς κακῶς ὑπ' αὐτῶν πεπονθόσιν ἁγίοις, καὶ διαφθαρῆναι τῇ τῆς κολάσεως ἀντιδόσει τοὺς φθείραντας τὴν γῆν, καὶ οἷον μολύναντας ταῖς οἰκείαις ἁμαρτίαις. καὶ ἠνοίχθη φησὶν ὁ ναὸς τοῦ Θεοῦ ἐν τῷ οὐρανῷ, καὶ ὤφθη ἡ κιβωτὸς τῆς διαθήκης αὐτοῦ ἐν τῷ ναῷ αὐτοῦ. τούτων φησὶν εἰρημένων, τὰ ἀποκεκρυμμένα ἀγαθὰ καὶ πρὸς τούτοις καινά τινα μυστήρια ὤφθη τοῖς ἁγίοις· τοῦτο γὰρ τὸ ἀνεωχθῆναι τὴν κιβωτὸν τῆς διαθήκης. ὅτι γὰρ ἀγαθά τέ ἐστιν ἐν τῷ μέλλοντι αἰῶνι ἀποκεκρυμμένα ἀπὸ τῶν νῦν ἀνθρώπων, δηλοῖ ὁ λέγων ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ 135 καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. καὶ πάλιν ὅτι μυστήριά ἐστί τινα καὶ γνῶσις ἑτέρα τοῖς νῦν ἀγνοουμένη, δηλοῖ ὁ Κύριος εἰπών, οὐ μὴ πίω ἀπ' ἄρτι ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ταύτης ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ' ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου. οἱ μὲν ἁγίοι τούτων ἠξιώθησαν, τοῖς δέ γε ἁμαρτωλοῖς ἐγένοντο ἀστραπαὶ καὶ φωναὶ καὶ βρονταὶ καὶ σεισμοὶ καὶ χάλαζα μεγάλη, ἅ ἐστιν ἡ τρίτη οὐαί, ἐκ τῶν ἡμῖν γνωρίμων τὰς ἐπιούσας κολάσεις τοῖς ἀσεβέσι, καὶ τὰ ἐκ Θεοῦ δείματα ὁ λόγος αἰνίττεται. καὶ σημεῖον μέγα ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον, καὶ ἡ σελήνη ἦν ὑποκάτω τῶν ποδῶν αὐτῆς, καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς στέφανος ἀστέρων δώδεκα· καὶ ἐν γαστρὶ ἔχουσα, καὶ κράζει ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν. τὰ κατὰ τὸν ἀντίχριστον ἡμῖν τελεώτερον ἡ ὀπτασία διαγράψαι βούλεται, οὗ μνήμην βραχείαν ἐν τοῖς ἔμπροσθεν πεποίηται. ἀλλ' ἐπειδὴ τοῦ ἀναστῆναι τοῦτον καὶ ὑπὸ τοῦ Σατανᾶ προχειρισθῆναι πρόφασις γεγένηται ἡ τοῦ Κυρίου ἐνανθρώπησις, τὸν κόσμον οἰκειωσαμένη καὶ ὑποτάξασα ταύτης γὰρ χάριν ὁ ἀντίχριστος διεγερθήσεται, ἐφ' ᾧ τε πάλιν τὸν κόσμον ἀποστῆσαι μὲν τοῦ Χριστοῦ, πεῖσαι δὲ πρὸς τὸν Σατανᾶν ἐξ ὑποστροφῆς αὐτομολῆσαικαὶ ἐπειδὴ πάλιν ἀρχὴ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως ἡ κατὰ σάρκα σύλληψις αὐτοῦ καὶ γέννησις ὑπῆρξεν, εἰς τάξιν τινὰ καὶ εἱρμὸν ἄγουσα ἡ θεωρία τὰ περὶ ὧν μέλλει διηγεῖσθαι, ἀπὸ τῆς τοῦ Χριστοῦ κατὰ σάρκα συλλήψεως τὴν ἀρχὴν τοῦ διηγήματος πεποίηται, καὶ τὴν θεοτόκον ἡμῖν ζωγραφεῖ. τί 136 γάρ φησι καὶ σημεῖον ὤφθη ἐν τῷ οὐρανῷ, γυνὴ περιβεβλημένη τὸν ἥλιον· καὶ ἡ σελήνη ὑποκάτω τῶν ποδῶν αὐτῆς; περὶ μὲν τῆς μητρὸς τοῦ σωτῆρος ἡμῶν φησιν, ὡς εἴρηται. εἰκότως δὲ αὐτὴν ἡ ὀπτασία ἐν τῷ οὐρανῷ καὶ οὐκ ἐν τῇ γῇ γράφει, ὡς καθαρὰν ψυχὴν καὶ σώματι, ὡς ἰσάγγελον, ὡς οὐρανοπολῖτιν, ὡς τὸν ἐν οὐρανῷ ἐπαναπαυόμενον θεόνὁ οὐρανὸς γάρ μοί φησι θρόνοςχωρήσασαν καὶ σαρκώσασαν, καὶ ὡς μηδὲν κοινὸν πρὸς τὴν γῆν ἔχουσαν καὶ τὰ ἐν αὐτῇ κακά, ἀλλ' ὅλην ὑψηλήν, ὅλην οὐρανοῦ ἀξίαν εἰ καὶ τῆς ἡμετέρας καὶ ἀνθρωπίνης ὑπῆρχε φύσεώς τε καὶ οὐσίας. ὁμοούσιος γὰρ ἡμῖν ἡ παρθένος· τὸ γὰρ Εὐτυχοῦς ἀνόσιον δόγμα τὸ καὶ τὴν παρθένον ἑτερούσιον ἡμῖν τερατευόμενον σὺν τοῖς ἄλλοις αὐτοῦ δόγμασι τῆς δοκήσεως ἔξω που τῶν θείων αὐλῶν ἐξοριζέσθω. τί βούλεται τὸ λέγειν αὐτὴν περιβεβλῆσθαι τὸν ἥλιον, καὶ τὴν σελήνην ἔχειν ὑποκάτω τῶν ποδῶν αὐτῆς; ὁ θεσπέσιος προφήτης Ἀμβακοὺμ περὶ τοῦ Κυρίου προφητεύων φησὶν ἐπήρθη ὁ ἥλιος καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς