1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

42

τινι χαλινῷ, τοῖς νόμοις ἀνέστειλε· τούτου δὲ τοῦ χαλινοῦ τὰς ἡνίας, καθάπερ ἡνιόχοις, τοῖς ἄρχου σιν ἐνεχείρισεν. Ὑπὸ τούτων καὶ πόλεις κο σμοῦνται, καὶ κῶμαι, καὶ στρατεῖαι· τίς γὰρ ἂν ἤνεγκε τῶν ἀδίκων τὰς χεῖρας, εἰ μὴ τῆς πλεον εκτικῆς αὐτῶν φλογὸς τὴν ἐπὶ τὸ πρόσω φορὰν ἐπεῖχε τῶν νόμων τὸ δέος; ∆ίκην γὰρ ἰχθύων κατ έφαγον ἂν οἱ μείζους τοὺς ἐλάττους, εἰ μὴ τὸ ξίφος ὁ νόμος τεθηγμένον ἐδείκνυε, καὶ τὴν πυρὰν ἁπτομένην, καὶ τὰ ἄλλα ὅσα πρὸς τιμωρίαν τῶν κακουργίᾳ συζώντων ἐπενοήθη τοῖς ἄρχουσιν. Εἰ γὰρ καὶ τῶν νόμων ἀπειλούντων, καὶ τῶν ἀρχόντων κο λαζόντων, εἰσί τινες, οἳ θηρίου παντὸς ἀγριώτεροι περὶ τοὺς πέλας διάκεινται, καὶ ᾄττουσιν ὡς σκορπίοι, καὶ δάκνουσιν ὡς ὄφεις, καὶ λυττῶσιν ὡς κύνες, καὶ βρύχονται κατὰ τῶν ὁμοφύλων, ὥσπερ κατὰ τῶν ἀλλογενῶν οἱ λέοντες, τί οὐκ ἂν ἔδρασαν νόμων 83.673 οὐκ ὄντων, καὶ ἀρχόντων μὴ κολαζόντων; Νῦν δὲ, τολμῶνται μὲν ὑπ' ἐνίων παρανομίαι, λαν θάνειν δὲ ὅμως οἱ τολμῶντες πειρῶνται, τοὺς νόμους δειμαίνοντες, καὶ τὴν ἀδικίαν τῇ δεινότητι τῶν λόγων συγκαλύπτειν ἐπιχειροῦσι· καὶ ὁ ἀδικούμενος ἀδεῶς πρόσεισι τοῖς δικάζουσι, καὶ τὴν τῆς ἀδικίας εἰσάγει γραφὴν, καὶ τὴν τοῦ ἠδικηκότος οὐ δέδοικε δυνα στείαν, οὐδὲ φρίττει τοῦ πλούτου τὴν περιφάνειαν· ἀλλ' ὡς εἰς λιμένα εἰς τὸ δικαστήριον τρέχει, καὶ τῆς ἀδικίας διηγεῖται τὰ εἴδη, καὶ τοὺς νόμους εἰς μέσον ἀχθῆναι παρακαλεῖ, καὶ κατὰ τούτους δικάζειν τὸν δικαστὴν ἱκετεύει. Ὁ δὲ τὴν ψῆφον ἐκφέρει, καὶ τὴν ἁρπαγεῖσαν οἰκίαν, ἢ τὸν ἀγρὸν, ἢ τὸ σκεῦος ἀποδοθῆναι τῷ ἠδικημένῳ κελεύει· κολάζει δὲ πολ λάκις καὶ ζημίᾳ χρημάτων τὸν τὴν ἀδικίαν τετολ μηκότα. ∆ιὰ τοῦτο τὸ δέος, καὶ τοιχωρύχοι, καὶ λω ποδύται, οὐ προφανῶς, ἀλλὰ κρύβδην τὴν ἀδικίαν μετίασι, καὶ τῷ πειρᾶσθαι λανθάνειν, τὸ δέος κηρύτ τουσιν. Ἢ γὰρ ἂν ἐγχειρίδια λαβόντες, ἅπαντας τοὺς προστυχόντας κατέσφαξαν, καὶ τὰς ἐκείνων κτή σεις διείλοντο. Ἐπειδὴ δὲ δειμαίνουσιν, οἱ πολλοὶ μὲν ἡσυχάζουσιν, οἱ δὲ τῆς πονηρίας κατατολμῶντες, ἢ τῶν ὁδῶν τὰς ἐρημοτέρας καταλοχῶσιν, ἢ νύκτωρ ἐν ταῖς πόλεσι κακουργοῦσι, τὸ σκότος, καὶ τὸν ὕπνον, καὶ τὴν ἁπάντων ἡσυχίαν, εἰς συμμαχίαν τῆς λῃστείας λαμβάνοντες. Καὶ δύο δὲ τούτων ἢ τρεῖς φωραθέντες, καὶ κολασθέντες ὑπὸ τῶν νόμων, ἱκανὸν τοῖς ἄλλοις ὠφελείας ὑπόδειγμα γίνονται, καὶ τῶν ὁμοτρόπων τὴν τιμωρίαν ὁρῶντες, μισοῦσι τὴν πονη ρίαν, ὡς θανάτων τοιούτων μητέρα. Ἀλλὰ γὰρ οὐκ οἶδ' ὅπως εἰς τούτους ἐξέβην τοὺς λόγους, τὴν τῆς δουλείας αἰτίαν διεξελθεῖν ἐθελήσας· ἐπανελθεῖν οὖν ὅθεν ἐξέβην καιρός. Ὅτι μὲν οὖν ἐξ ἀρχῆς ὁ τῶν ὅλων ∆ημιουργὸς, μίαν εἰργάσατο πάντων τῶν ἀνθρώπων τὴν φύσιν, καὶ ἐξ ἑνὸς ἀνδρὸς καὶ μιᾶς γυναικὸς ἅπασαν τὴν οἰκουμένην τοῦδε τοῦ γένους ἐπλήρωσε, μάρτυς ἡ θεία Γραφή· μαρτυρεῖ δὲ καὶ ἡ φύσις τῇ θείᾳ Γραφῇ. Οἵ τε γὰρ τὰ πρὸς ἥλιον ἀνίσχοντα καὶ δυό μενον, οἵ τε τὰ νότια καὶ τὰ βόρεια μέρη διειληχό τες, καὶ οἱ τὰ μέσα δὲ ταύτης οἰκοῦντες, ἓν ἔχουσι τὸ τῆς διαπλάσεως εἶδος, τὸν αὐτὸν τῶν αἰσθητη ρίων ἀριθμὸν, ἐν μόνοις ἤθεσι καὶ χρώμασι δια φέροντες. Ἀλλὰ τὰ μὲν ἤθη τὰ ἔθη ποιεῖ, καὶ τὸ τῆς ψυχῆς αὐτεξούσιον. Ταύτην δὲ καὶ παρ' ἡμῖν αὐτοῖς ἔστιν εὑρεῖν τὴν διαφοράν. Τὸ δὲ τῶν χρω μάτων ἑτεροῖον ἡ τῶν χωρίων ἀπεργάζεται θέσις. Οἱ μὲν γὰρ πόῤῥω τῆς ἡλιακῆς ἀκτῖνος οἰκοῦντες, λευκοτέραν ἔχουσι τὴν τοῦ σώματος ἐπιφάνειαν. Οἱ δὲ τοῖς ἑῴοις καὶ ἑσπερίοις τμήμασι κατὰ τὸ νότιον τοῦ πόλου μέρος ἐνδιαιτᾶσθαι λαχόντες, πλησιέστε ροι τῆς ἀκτῖνος γενόμενοι, μελαίνονται τὸ σῶμα, 83.676 ξύλων τινῶν δίκην τῇ πλείονι τοῦ πυρὸς ὁμιλίᾳ ἐπαν θρακουμένων, καὶ τὴν μέλαιναν χροιὰν ἐνδυομένων. Οὐκοῦν μία μὲν τῶν ἀνθρώπων ἡ φύσις, καὶ ἀρχόν των καὶ ἀρχομένων, καὶ ὑπηκόων καὶ βασιλέων, καὶ δούλων καὶ δεσποτῶν. Μία δὲ οὖσα ἡ φύσις, τοῦ ∆ημιουργοῦ κηρύττει τὸ δίκαιον· διαιρεθεῖσα δὲ τῷ χρόνῳ εἰς δουλείαν καὶ δεσποτείαν, καὶ τούτοις