1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

43

ταπεινῶν ἑαυτὸν ὑψωθήσεται· ἔπειτα, ἐὰν δι' ὁμαλοῦ καὶ ἀδιαστάτως τοῖς τῆς ταπεινοφροσύ νης ἐπιτηδεύμασιν ἐν παντὶ πράγματι ἐμμελετήσῃ καὶ συγγυμνάσηται. Μόλις γὰρ οὕτω δυνήσεται τῇ διηνεκεῖ μελέτῃ ἀναλαβεῖν τὴν ἕξιν τῆς ταπει νοφροσύνης· ὥσπερ καὶ ἐπὶ τῶν τεχνῶν γίνεσθαι εἴωθεν. Ὁ δὲ αὐτὸς τρόπος τῆς κατορθώσεως καὶ ἐπὶ πάσης ἀρετῆς τῆς κατ' ἐντολὴν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. ΕΡΩΤΗΣΙΣ ΡΘʹ. Πῶς ἄν τις προθυμηθείη καὶ πρὸς κινδύνους ὑπὲρ τῆς ἐντολῆς τοῦ Κυρίου παραβου λεύεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Πρῶτον μὲν ὑπομνησθεὶς, ὅτι αὐτὸς ὁ Κύριος ὑπὲρ ἡμῶν ὑπήκουσε τῷ Πατρὶ μέχρι θανάτου· εἶτα πληροφορηθεὶς τὴν δύναμιν τῆς ἐντολῆς, ὅτι 31.1216 ζωὴ αἰώνιός ἐστι, καθὼς γέγραπται· ἔπειτα, πι στεύσας τῷ Κυρίῳ εἰπόντι· Ὃς ἐὰν θέλῃ τὴν ψυχὴν αὑτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ' ἂν ἀπολέσῃ τὴν ψυχὴν αὑτοῦ. ἕνεκεν ἐμοῦ καὶ τοῦ Εὐαγγελίου, οὗτος σώσει αὐτήν. ΕΡΩΤΗΣΙΣ Σʹ. Οἱ προκαμόντες ἐν τῷ ἔργῳ τοῦ Θεοῦ, πῶς δύνανται ὠφελεῖν τοὺς ἄρτι προσερ χομένους. ΑΠΟΚΡΙΣΙΣ. Εἰ μὲν ἰσχύουσι κατὰ τὸ σῶμα, ἐν τῷ τὸ ἄοκνον τῆς σπουδῆς ἐπιδείκνυσθαι, καὶ τύπον ἑαυτοὺς παρ έχειν παντὸς κατορθώματος· εἰ δὲ ἀσθενοῦσιν, ἐν τῇ τοιαύτῃ καταστάσει τῆς ψυχῆς, ὡς ἐπιφαίνε σθαι τῷ τε προσώπῳ καὶ παντὶ κινήματι τὴν πλη ροφορίαν τῆς τοῦ Θεοῦ ἐποψίας, καὶ τῆς τοῦ Κυρίου παρουσίας· καὶ ἐν τοῖς ἀπηριθμημένοις ὑπὸ τοῦ Ἀποστόλου ἰδιώμασι τῆς ἀγάπης, εἰπόν τος· Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, οὐ ζη λοῖ, οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ἀσχημο νεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς, οὐ παροξύνεται, οὐ λο γίζεται τὸ κακὸν, οὐ χαίρει ἐπὶ τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάν τα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομέ νει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. Ταῦτα γὰρ πάντα καὶ ἐν ἀσθενοῦντι σώματι δυνατὸν κατορθοῦ σθαι. ΕΡΩΤΗΣΙΣ ΣΑʹ. Πῶς κατορθοῖ τις ἐν τῇ προσευχῇ τὸ ἀμετεώ ριστον. ΑΠΟΚΡΙΣΙΣ. Πληροφορηθεὶς πρὸ ὀφθαλμῶν εἶναι τὸν Θεόν. Εἰ γὰρ, ἄρχοντά τις ἢ προεστῶτα θεωρῶν, καὶ διαλε γόμενος αὐτῷ, ἀμετεώριστον ἔχει τὸ ὄμμα, πόσῳ μᾶλλον ὁ προσευχόμενος τῷ Θεῷ ἀμετεώριστον ἕξει τὸν νοῦν, ἀπὸ τοῦ ἐτάζοντος καρδίας καὶ νεφροὺς, πληρῶν τὸ γεγραμμένον· Ἐπαίροντας ὁσίους χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογισμῶν. ΕΡΩΤΗΣΙΣ ΣΒʹ Εἰ δυνατὸν κατορθῶσαι τὸ ἐν παντὶ καὶ πάντοτε ἀμετεώριστον· καὶ πῶς κατορθοῖ τις. ΑΠΟΚΡΙΣΙΣ. Ὅτι δυνατὸν, ἔδειξεν ὁ εἰπών· Οἱ ὀφθαλμοί μου διαπαντὸς πρὸς τὸν Κύριον· καὶ, Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ. Πῶς δὲ δυνατὸν, προ είρηται· ὅτι ἐν τῷ μὴ διδόναι καιρὸν ἀργίας τῇ ψυχῇ ἀπὸ τῆς περὶ Θεοῦ καὶ τῶν τοῦ Θεοῦ ἔργων τε καὶ δωρεῶν ἐννοίας, καὶ τῆς ὑπὲρ πάντων ἐξομολογήσεως καὶ εὐχαριστίας. 31.1217 ΕΡΩΤΗΣΙΣ ΣΓ. Τῶν κατ' ἐντολὴν τοῦ Κυρίου κατορθωμάτων πό τερον ἓν μέτρον ἐστὶν ἐν πᾶσιν, ἢ ὁ μὲν πλεῖον ἔχει, ὁ δὲ ἔλαττον. ΑΠΟΚΡΙΣΙΣ. Ὅτι οὐκ ἔστιν ἓν μέτρον ἐν πᾶσιν, ἀλλ' ὁ μὲν πλεῖον καὶ πιστεύεται καὶ ἐπιδείκνυται, ὁ δὲ ἔλαττον, δῆλον ἐκ τῶν τοῦ Κυρίου ῥημάτων, ποτὲ μὲν εἰπόν τος· Ὁ δὲ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρεὶς, οὗτός ἐστιν ὁ τὸν λόγον ἀκούων καὶ συν ιών· ὃς δὴ καρποφορεῖ, καὶ ποιεῖ ὁ μὲν ἑκατὸν, ὁ δὲ ἑξήκοντα, ὁ δὲ τριάκοντα· ὅπερ καὶ ἐπὶ τῶν τὰς μνᾶς ὑποδεξαμένων εὑρίσκεται· ποτὲ δὲ, Ὧ μὲν ἔδωκε πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν. ΕΡΩΤΗΣΙΣ Σ∆ʹ. Πῶς καταξιοῦταί τις Πνεύματος ἁγίου γενέ σθαι μέτοχος. ΑΠΟΚΡΙΣΙΣ. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐδίδαξεν, εἰπών· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε. Καὶ ἐγὼ ἐρωτήσω τὸν Πατέρα, καὶ ἄλλον Παρά κλητον δώσει ὑμῖν, ἵνα μένῃ μεθ' ὑμῶν εἰς τὸν αἰῶνα, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν. Ἕως οὖν οὐ τηροῦμεν πάσας τὰς ἐντολὰς τοῦ Κυρίου, οὐδέ ἐσμεν τοιοῦτοι, ὥστε μαρτυρηθῆναι ὑπ' αὐτοῦ, ὅτι Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου, Πνεύματος ἁγίου καταξιωθῆναι μὴ προσδοκήσωμεν. ΕΡΩΤΗΣΙΣ ΣΕ. Τίνες εἰσὶν οἱ πτωχοὶ τῷ πνεύματι. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ Κυρίου λέγοντος ποτὲ μὲν ὅτι, Τὰ ῥήματα ἃ ἐγὼ