43
ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου. χριστόν με ἀπέδειξας· καθ' ὃ σημαινόμενον λέγεται· "μὴ ἅπτεσθε τῶν χριστῶν μου". καὶ οὗτος ὁ ἅγιος εἷς ἦν τῶν χριστῶν τῶν χρισθέντων "ἐλαίῳ ἀγαλλιάσεως παρὰ τοὺς μετόχους" Χριστοῦ. αὐτὸς ὁ ἄνθρωπος ἐχρίσθη παρὰ τοὺς μετόχους, παρὰ τοὺς ἄλλους χριστούς, περὶ ὧν εἴρηται· "ἔξελθε εἰς σωτηρίαν τοῦ λαοῦ σου τοῦ σῶσαι τοὺς χριστούς σου". "ἐλίπανας" οὖν "ἐν ἐλαίῳ τὴν κεφαλήν μου". πολλαχοῦ ἡ κεφαλὴ τὸν νοῦν σημαίνει· ὡς ἐὰν λέγηται· "τοῦ σοφοῦ οἱ ὀφθαλμοὶ ἐν κεφαλῇ αὐτοῦ". ἀμέλει γοῦν καὶ ἡ συνήθεια λέγει τοὺς μωροτέρους ἐνκέφαλον μὴ ἔχειν, κεφαλὴν μὴ ἔχειν. ὁ ἄρχων συνστήματος κεφαλὴ λέγεται τοῦ συνστήματος. ἐπεὶ καὶ ὁ νοῦς τοίνυν ἄρχει καὶ ἡγεῖται πάσης τῆς συνστάσεως ἡμῶν, κεφαλὴ ὀνομάζεται. πολλαὶ δὲ γραφαὶ τοῦτο διδάσκουσιν, ἃς πολλάκις εἰρήκαμεν. οὐκ εἶπεν ἁπλῶς "ἐλιπάνθη", ἀλλ' "ἐν ἐλαίῳ"· ἔστιν γὰρ καὶ φαῦλον ἔλαιον, περὶ οὗ ὁ ἅγιος ἀπεύχεται λέγων· "ἔλαιον δὲ ἁμαρτωλοῦ μὴ λιπανάτω τὴν κεφαλήν μου". 5 καὶ τὸ ποτήριόν σου μεθύσκον ὡς κράτιστον. ἐπεὶ οὐ πᾶς τις δύναται ὅλον τὸν κρατῆρα, ὃν ἐκέρασεν ἡ σοφία, ἐκπιεῖν, ἑκάστῳ νέμει ποτήριον, ὃ δύναται δεξάμενος εὐφρανθῆναι. ἔνια τῶν γραφῶν ἔχει· "καὶ τὸ ποτήριόν μου"· ὃ ἐπιδέδωκάς μοι. πλὴν ἑκατέρως λέγεται. "μεθύσκον" οὖν ἐστιν "ὡς κράτιστον". κρατίστην μέθην ἐπιφέρει τῷ πίνοντι, νηφαλίαν μέθην. τὸ δὲ "μεθύσκον" ἀντὶ τοῦ "εὐφραῖνον". λέγομεν οὖν πολλάκις μέθυσον τὸν πολύοινον. καὶ αὐτὸ δὲ τὸ θιγεῖν καὶ γεύσασθαι μέθη λέγεται. καὶ ἐτυμολογοῦσιν τὴν μέθην οὕτως· κατὰ τὸ παλαιὸν οὐκ ἦν πληθὺς οἴνου, ὅτε εὐθέως εὑρέθη τὸ γένημα τῆς ἀμπέλου ποιοῦν οἶνον, καὶ ἐν ταῖς εὐωχίαις καὶ ταῖς δημοτελέσιν πανηγύρεσιν μετὰ τὸ θῦσαι ἔπινον. οὐκ ἔπινον ἄλλῳ καιρῷ. καὶ διὰ τοῦτο μέθη λέγεται. καὶ τὸ ἁπλῶς δὲ θιγεῖν σημαίνει ἡ μέθη πολλάκις· "μεθύσκονται ἀπὸ πιότητος τοῦ οἴκου σου", ἀντὶ τοῦ "εὐφραίνονται"· ἑτέρως γὰρ ἡ μέθη λέγεται μετὰ διαβολῆς· "οἱ μεθυςκόμενοι νυκτὸς μεθύουσιν". σὺν σκότῳ καὶ ἀγνοίᾳ 65 οὗτοι μεθύουσιν. οἱ δὲ μεθύοντες θεῖον πόμα λαβόντες, τουτέστιν εὐφρανθέντες, νηφαλίως μεθύουσιν. "φάγετε, πίετε, μεθύσθητε, ἀδελφοί", ὁ νυμφίος ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων λέγει. τὸ "μεθύσθητε" οὐ τοῦτο λέγει, οὐ "κραταιώθητε" ἀπὸ οἴνου, ἀλλ' "εὐφράνθητε". 6 καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. τὸ ἔλεός σου ὡς "ἐλίπανας τὴν κεφαλήν μου"· οὐ πρὸς ὀλίγον λιπαίνει μου τὴν κεφαλήν, ἀλλὰ ἀεί· ἐπεὶ πάρ εστίν μοι καὶ οὕτως αἰώνιος χριστὸς ἕκαστος τῶν χρισθέντων γίνεται. "πάσας" οὖν "τὰς ἡμέρας τῆς ζωῆς μου" διώκει με· οὐκ ἐᾷ με πόρρω αὐτοῦ γενέσθαι· παράμονον γάρ ἐστιν, ἐπεὶ πάρεστίν μοι, καὶ οὕτως αἰώνιος χριστὸς ἕκαςτος τῶν χρισθέντων γίνεται. οὐκέτι λοιπὸν κατασκηνοῖ καὶ οὐκ ἐπὶ μίαν ἢ δευτέραν, ἀλλ' ἐπὶ "πάσας τὰς ἡμέρας τῆς ζωῆς μου". "ἡμέρας" δὲ "πάσας τῆς ζωῆς" τοὺς φωτισμοὺς τῆς ψυχῆς ἐκλάμβανε ἀπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης γενομένους. 1 ψαλμὸς τῷ ∆αυίδ· τῆς μιᾶς σαββάτων. κατάλληλον ἔχει τὴν προγραφήν· εἰς τὴν ἡμέραν γὰρ τὴν μίαν τῶν σαββάτων. "μίαν σαββάτου"· ἡ ὀγδοὰς ἡ ἑπομένη. αὕτη καὶ πρώτη σαββάτου ἐστίν. εἶτ', ἐπεὶ ἀρχή ἐστιν δῆθεν κύκλου ἑβδομάδος, καλεῖται καὶ ὀγδοάς· μέχρι γὰρ ἑβδομάδος περιγράφεται ἡ ἑβδομάς, μέχρι ἑβδόμης προσθήκης ἤτοι ἡμέρας ἢ μονάδος. ἡ δευτέρα ἄρχεται πάλιν ἀπὸ μονάδος. αὕτη ὁτὲ μὲν λέγεται πρώτη σαββάτου, τουτέστιν μετὰ τὸ σάββατον, ὁτὲ δὲ ὀγδοάς, ἵνα συναχθῶσιν αἱ δύο ἑβδομάδες. διδόντος τοῦ ἁγίου μέρος τοῖς ἑπτὰ καὶ τοῖς ὀκτὼ ὁ Ἰουδαῖος μόνον τὸ σάββατον ἔχει. οὐδὲ πρώτην σαββάτου ἔχουσιν οὐδὲ ὀγδοάδα, ὅλως οὐ θεωρήσαντες τὴν προτέραν ἑβδομάδα. μόνος οὖν ὁ ἐκκλησιαστικὴν γνώμην ἔχων, ὁ κατὰ ἄλλην παραβολὴν τοῦ εὐαγγελίου "προφέρων ἐκ τοῦ θησαυροῦ νέα καὶ παλαιά", ἐκεῖνος ἔχει τὴν νέαν τοῦ σαββάτου. ὑπερβὰς τὴν πρώτην ἑβδομάδα ἤρξατο τῆς δε̣υ̣τέρας