1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

43

ἀθάνατον ἀποδίδωσί σοι τὸν ἀνδριάντα· φθαρτὸν γὰρ ἡ γῆ δεξαμένη τὸ σῶμα καὶ ἐπίκηρον, ἄφθαρτον καὶ ἀκήρατον ἀποδίδωσι τὸ αὐτό. Μὴ τοίνυν ἴδῃς ἐκεῖνον τὸν μεμυκότα τοὺς ὀφθαλμοὺς, τὸν ἄφωνον κείμενον, ἀλλὰ τὸν ἀνιστάμενον, τὸν ἀπολαμβάνοντα δόξαν ἄῤῥητον καὶ φρικώδη καὶ θαυμαστὴν, καὶ ἀπὸ τῆς παρούσης ὄψεως πρὸς τὴν μέλλουσαν ἐλπίδα μετάγαγε τοὺς λογισμούς. Ἀλλὰ συνήθειαν ἐπιζητεῖς, καὶ διὰ τοῦτο ὀδύρῃ καὶ θρηνεῖς; Καὶ πῶς οὐκ ἄτοπον, εἰ μὲν νυμφίῳ τὸ θυγάτριον δοίης, εἶτα λαβὼν εἰς μακρὰν ἐκεῖνος ἀπέλθοι χώραν, καὶ καλῶς πράττων διατελοίη, μηδὲν ἡγεῖσθαι δεινὸν τὸ γεγενημένον, τῇ τῆς εὐπραγίας φήμῃ παραμυθεῖσθαι τῆς ἀποδημίας τὴν ἀθυμίαν· ἐνταῦθα δὲ οὐκ ἀνθρώπου, οὐδὲ συνδούλου τινὸς, ἀλλ' αὐτοῦ τοῦ ∆εσπότου λαβόντος τὸν προσήκοντα, ἀλγεῖν καὶ ὀδύρεσθαι; Καὶ πῶς οἷόν τε, φησὶ, μὴ ἀλγεῖν ἄνθρωπον ὄντα; Οὐδὲ ἐγὼ τοῦτο λέγω· οὐδὲ τὴν ἀθυμίαν, ἀλλὰ τὴν ἐπίτασιν τῆς ἀθυμίας ἀναιρῶ· τὸ μὲν γὰρ ἀθυμεῖν τῆς φύσεως, τὸ δὲ πέρα τοῦ μέτρου τοῦτο ποιεῖν μανίας καὶ παραφροσύνης καὶ γυναικώδους ψυχῆς. Ἄλγησον, δάκρυσον, ἀλλὰ μὴ ἀποδυσπετήσῃς, μὴ δυσχεράνῃς, μὴ ἀγανακτήσῃς· εὐχαρίστησον τῷ λαμβάνοντι, ἵνα κοσμήσῃς τὸν ἀπελθόντα, καὶ λαμπρὰ ταῦτα αὐτῷ συμπέμψῃ ἐντάφια. Ἂν μὲν γὰρ δυσχεράνῃς, κἀκεῖνον καθύβρισας, καὶ τὸν λαβόντα παρώξυνας, καὶ σαυτὸν κατέβλαψας· ἂν δὲ εὐχαριστήσῃς, κἀκεῖνον ἐκόσμησας, καὶ τὸν λαβόντα ἐδόξασας, καὶ σαυτὸν ὠφέλησας. ∆άκρυσον ὡς ὁ ∆εσπότης σου ἐδάκρυσε τὸν Λάζαρον, μέτρα τιθεὶς ἡμῖν καὶ κανόνας καὶ ὅρους ἀθυμίας, οὓς ὑπερβαίνειν οὐ δεῖ. Οὕτω καὶ Παῦλος εἶπε· Περὶ δὲ τῶν κεκοιμημένων, φησὶν, οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Λυποῦ, φησὶν, ἀλλὰ μὴ ὡς Ἕλλην ὁ ἀπογινώσκων ἀναστάσεως, ὁ ἀπελπίζων τὴν μέλλουσαν ζωήν. 48.1020 Αἰσχύνομαι, πιστεύσατε, καὶ ἐρυθριῶ, διὰ τῆς ἀγορᾶς χοροὺς γυναικῶν ὁρῶν ἀσχημονοῦντας, τρίχας τιλλομένας, βραχίονας τεμνομένας, παρειὰς σπαραττομένας, ὑπὸ τοῖς ὀφθαλμοῖς τῶν Ἑλλήνων ταῦτα γινόμενα. Τί γὰρ οὐκ ἐροῦσιν ἐκεῖνοι; τί δὲ οὐ φθέγξονται περὶ ἡμῶν; Οὗτοί εἰσιν οἱ περὶ ἀναστάσεως φιλοσοφοῦντες; Πάνυ γε. Οὐ γὰρ συμβαίνει τοῖς δόγμασι τὰ γινόμενα· ἐν ῥήμασι τὰ περὶ ἀναστάσεως φιλοσοφοῦσι, καὶ ἐν τοῖς πράγμασι τὰ τῶν ἀπεγνωκότων ποιοῦσιν· εἰ ἐθάῤῥουν οὗτοι, ὅτι ἀνάστασίς ἐστιν, οὐκ ἂν ταῦτα ἐποίησαν· εἰ πεπεικότες ἦσαν ἑαυτοὺς, ὅτι πρὸς βελτίονα λῆξιν ἀπῆλθεν οὗτος, οὐκ ἂν ἐθρήνησαν. Ταῦτα καὶ πλείονα τούτων λέγουσιν οἱ ἄπιστοι τῶν θρήνων ἐκείνων ἀκούοντες. Αἰσχυνώμεθα τοίνυν, καὶ σοφρωνῶμεν, καὶ μὴ τοσαύτην καὶ ἑαυτοῖς καὶ τοῖς ὁρῶσι προξενῶμεν τὴν βλάβην. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, δακρύεις οὕτω τὸν ἀπελθόντα; ὅτι πονηρὸς ἦν; Οὐκοῦν διὰ τοῦτο εὐχαριστεῖν δεῖ, ὅτι ἐνεκόπη τὰ τῆς κακίας αὐτῷ. Ἀλλὰ χρηστὸς καὶ ἐπιεικής; Καὶ διὰ τοῦτο χαίρειν δεῖ, ὅτι ταχέως ἡρπάγη, πρὶν ἢ τῇ κακίᾳ ἀλλάξῃ σύνεσιν, καὶ ἀπῆλθεν εἰς χωρίον ἔνθα ἐπ' ἀσφαλείας λοιπὸν ἕστηκε, καὶ μεταβολὴν οὐκ ἔστιν ὑποπτεῦσαί τινα. Ἀλλὰ νέος ἦν; Καὶ διὰ τοῦτο δόξασον τὸν λαβόντα, ὅτι ταχέως αὐτὸν πρὸς τὴν βελτίονα λῆξιν ἐκάλεσεν. Ἀλλὰ γεγηρακώς; Καὶ διὰ τοῦτο εὐχαρίστησον, καὶ τὸν λαβόντα δόξασον πάλιν. Αἰσχύνθητι τὸ σχῆμα τῆς ἐκφορᾶς· ψαλμῳδίαι, καὶ εὐχαὶ, καὶ πατέρων σύλλογος, καὶ πλῆθος ἀδελφῶν τοσοῦτον, οὐχ ἵνα κλαίῃς καὶ ὀδύρῃ καὶ ἀποδυσπετῇς, ἀλλ' ἵνα εὐχαριστῇς τῷ λαβόντι. Καθάπερ γὰρ τοὺς ἐπ' ἀρχὴν καλουμένους πολλοὶ προπέμπουσι ταῖς εὐφημίαις, οὕτω καὶ τῶν ἁγίων τοὺς ἀπιόντας, ἅτε ἐπὶ μείζονα κληθέντας τιμὴν, μετὰ πολλῆς ἅπαντες προπέμπουσι τῆς εὐφημίας. Ἀνάπαυσίς ἐστιν ὁ θάνατος, ἱδρώτων καὶ φροντίδων βιοτικῶν ἀπαλλαγή. Ὅταν οὖν ἴδῃς τινὰ τῶν προσηκόντων ἀπελθόντα ἐντεῦθεν, μὴ δυσχεράνῃς, ἀλλὰ κατανύγηθι, πρὸς σεαυτὸν ἐπάνελθε, τὸ συνειδὸς ἐξέτασον, σκόπησον ὅτι καὶ σὲ μικρὸν ὕστερον τοῦτο μένει τὸ τέλος. Γενοῦ σωφρονέστερος καὶ δέξαι φόβον ἀπὸ τῆς ἑτέρου τελευτῆς, καὶ ῥᾳθυμίαν περίκοψον ἅπασαν, ἀναλόγισαι τὰ πεπραγμένα,