1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

43

εἰς φῶς, ἥλιον λέγων τῆς δικαιοσύνης τὸν σωτῆρα ἡμῶν Χριστόν, ἢ γοῦν τὸ εὐαγγελικὸν κήρυγμα. οὗ φησιν ὑψωθέντος καὶ αὐξηθέντος, ἡ σελήνη, τουτέστιν ὁ Μωυσέως νόμος, ἔστη καὶ οὐκέτι προσθήκην ἐδέξατο· οὐ γὰρ ἔτι μετὰ τὴν Χριστοῦ ἐπιφάνειαν ἐκ τῶν ἐθνῶν ἔλαβε προσηλύτους ὡς τὸ πρίν, ἀλλὰ καὶ ἀφαίρεσιν καὶ μείωσιν ὑπέμεινε. τοῦτο οὖν μὴ νοήσεις καὶ ἐνταῦθα σκέπεσθαι τὴν ἁγίαν παρθένον τῷ ἡλίῳ τῷ νοητῷ· οὕτω γὰρ τὸν Κύριον καὶ ὁ προφήτης καλεῖ περὶ τοῦ Ἰσραὴλ λέγων ἔπεσεν πῦρ ἐπ' αὐτοὺς καὶ οὐκ εἶδον τὸν ἥλιον· ἡ δέ γε σελήνη, τουτέστιν ἡ κατὰ νόμον ἱερουργία καὶ ἡ κατὰ 137 νόμον πολιτεία, ἅτε ὑποβιβασθεῖσα καὶ παρὰ πολὺ μείων ἑαυτῆς γενομένη, ὑπὸ πόδας ἐστί, νικηθεῖσα τῇ εὐαγγελικῇ λαμπρότητι. καλῶς δὲ τὰ ἐν νόμῳ σελήνην ὠνόμασεν, ὡς καὶ αὐτὰ ὑπὸ τοῦ ἡλίου τουτέστι Χριστοῦ φωταγωγηθέντα, ὥσπερ καὶ ἡ αἰσθητὴ σελήνη ὑπὸ τοῦ ἡλίου τοῦ αἰσθητοῦ. ὡς δὲ πρὸς τὸ δηλούμενον, ἀκολουθότερον ἦν εἰπεῖν τῷ ἡλίῳ μὴ περιβεβλῆσθαι τὴν γυναῖκα, ἀλλὰ τὴν γυναῖκα περιβεβληκέναι τὸν ἐν γαστρὶ περιεχόμενον ἥλιον· ἀλλ' ἵνα δείξῃ καὶ ἐν τῇ ὀπτασίᾳ ὅτι κυοφορούμενος ὁ Κύριος τῆς οἰκείας μητρὸς καὶ πάσης κτίσεως ὑπῆρχε σκέπη, αὐτὸν ἔφη περιβεβληκέναι τὴν γυναῖκα. ὅμοιον ἔφη καὶ ὁ θεῖος ἄγγελος πρὸς τὴν ἁγίαν παρθένον· πνεῦμα Κυρίου ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι. τὸ γὰρ ἐπισκιάζειν, τὸ σκέπειν, καὶ περιβεβληκέναι ταὐτόν ἐστιν κατὰ δύναμιν. καὶ ἐπὶ τῆς κεφαλῆς αὐτῆς φησι στέφανος ἀστέρων δώδεκα. στεφανοῦται γὰρ ἡ παρθένος τοῖς δώδεκα ἀποστόλοις κηρύσσουσι Χριστὸν συγκηρυσσομένη. καὶ ἐν γαστρὶ ἔχουσά φησι καὶ κράζει ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν· καί τοί φησιν ὁ Ἡσαΐας περὶ αὐτῆς πρὶν τὴν ὠδίνουσαν τεκεῖν καὶ πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγε καὶ ἔτεκεν ἄρσεν· καὶ ὁ Γρηγόριος ἐν λόγῳ δεκάτῳ τρίτῳ τῆς Ἑρμηνείας τοῦ Ἄσματος περὶ τοῦ Κυρίου φησὶν οὗ ἀσυνδύαστος μένει ἡ κυοφορία, ἀμόλυντος δὲ ἡ λοχεία. ἀνώδυνος δὲ ἡ ὠδίς. εἰ οὖν παρὰ τῷ τοσούτῳ προφήτῃ καὶ τῷ τῆς ἐκκλησίας διδασκάλῳ τὸν πόνον τῶν ὠδίνων ἐκπέφευγεν ἡ παρθένος, πῶς ἐνταῦθα κράζει ὠδίνουσα καὶ βασανιζομένη τεκεῖν; οὐκ ἐναντιότης τὸ εἰρημένον, μὴ γένοιτο· 138 οὐδὲν γὰρ ἂν εἴη ἐναντίον παρὰ τῷ ἕνι καὶ τῷ αὐτῷ τῷ δι' ἀμφοτέρων λαλήσαντι, ἀλλὰ τὸ ἐνταῦθα κράζει καὶ βασανίζεται οὕτω νοήσεις. ἄχρι οὗ ὁ θεῖος ἄγγελος τῷ Ἰωσὴφ εἶπε περὶ αὐτῆς ὅτι ἐκ Πνεύματος Ἁγίου ἐστὶ τὸ κυοφορούμενον, ἐν ἀθυμίαις ἦν ὡς εἰκὸς ἡ παρθένος ἐρυθριῶσα τὸν μνηστευσάμενον, καὶ λογιζομένη μὴ ἄρα πως ὑπονοήσοι ἐκ λαθραίων γάμων αὐτὴν ὠδίνειν· ἣν ἀθυμίαν καὶ λύπην κατὰ τοὺς τῆς τροπῆς νόμους κραυγὴν καὶ βάσανον ὠνόμασε, καὶ οὐ θαυμαστόν. καὶ γὰρ καὶ τῷ θεσπεσίῳ Μωυσῇ νοητῶς ἐντυγχάνοντι τῷ Θεῷ καὶ ἀθυμοῦντι ἑώρα γὰρ ἐν ἐρήμῳ τὸν Ἰσραὴλ καὶ θαλάσσῃ καὶ πολεμίοις κεκυκλωμένονεἴρηται παρὰ τοῦ Θεοῦ τί βοᾶς πρός με; οὕτω καὶ νῦν τὴν εἰς νοῦν καὶ καρδίαν λυπηρὰν διάθεσιν τῆς παρθένου, κραυγὴν ἡ ὀπτασία φησίν. ἀλλ' ὁ τῆς ἀχράντου δούλης σου καὶ κατὰ σάρκα μητρός, ἐμῆς δὲ δεσποίνης, τῆς ἁγίας θεοτόκου τὴν ἀθυμίαν λύσας τῷ ἀρρήτῳ σου τόκῳ, λῦσον καὶ τὰς ἐμὰς ἁμαρτίας· πρέπει γάρ σοι ἡ δόξα εἰς τὸν αἰῶνα, ἀμήν#556 Λόγος ἕβδομοσ πληρώσας ἐν μέρει τὴν θεωρίαν τῆς περὶ τῆς κοινῆς δεσποίνης τῆς ἁγίας ἀειπαρθένου καὶ θεοτόκου Μαρίας, ἄλλην ἡμῖν παραδίδωσι λέγων· καὶ ὤφθη ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ. καὶ ἰδοὺ δράκων πυρ ρὸς μέγας, ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα, καὶ ἐπὶ τὰς κεφαλὰς ἑπτὰ διαδήματα, καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἄστρων ἐν τῷ οὐρανῷ, καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν. 139 καὶ ὁ δράκων ἔστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης τεκεῖν, ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ. καὶ ἔτεκεν υἱὸν ἄρσενα, ὃς μέλλει ποιμαίνειν πάντα τὰ ἔθνη ῥάβδῳ σιδηρᾷ· καὶ ἡρπάσθη τὸ τέκνον αὐτῆς πρὸς τὸν Θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ. καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον, ὅπου ἔχει ἐκεῖ τόπον ἡτοιμασμένον ἀπὸ τοῦ Θεοῦ, ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν ἡμέρας χιλίας διακοσίας ἑξήκοντα. ὥσπερ ἐν ἀρχῇ τῆς