1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

44

λελάληκα ὑμῖν, πνεῦμά ἐστι, καὶ ζωή ἐστι· ποτὲ δὲ ὅτι, Τὸ Πνεῦμα τὸ ἅγιον διδάξει ὑμᾶς πάντα, καὶ ὑπομνήσει ἃ ἂν εἴπω ὑμῖν· οὐ γὰρ λαλήσει, φησὶν, ἀφ' ἑαυτοῦ, ἀλλ' ὅσα ἂν ἀκούσῃ παρ' ἐμοῦ, ταῦτα λαλήσει· οὗτοί εἰσιν οἱ πτωχοὶ τῷ πνεύματι, οἵτινες οὐ δι' ἄλλην τινὰ αἰτίαν ἐπτώ χευσαν, ἀλλὰ διὰ τὴν διδασκαλίαν τοῦ Κυρίου εἰπόν τος· Ὕπαγε, πώλησον πάντα ὅσα ἔχεις, καὶ δὸς πτωχοῖς. Ἐὰν δέ τις, καὶ τὴν ὁπωσοῦν συμ βᾶσαν πτωχείαν καταδεξάμενος, κυβερνήσῃ πρὸς τὸ θέλημα τοῦ Θεοῦ, ὡς ὁ Λάζαρος, οὐδὲ οὗτος τοῦ μακαρισμοῦ ἀλλότριος. 31.1220 ΕΡΩΤΗΣΙΣ Σʹ Τοῦ Κυρίου παραγγέλλοντος μὴ μεριμνᾷν τί φάγωμεν, ἢ τί πίωμεν, ἢ τί περιβαλλώμεθα, μέχρι τίνος ἐστὶν ἡ ἐντολή· ἢ πῶς κατορ θοῦται. ΑΠΟΚΡΙΣΙΣ. Ἡ μὲν ἐντολή ἐστι μέχρι θανάτου, ὡς καὶ πᾶσα ἐντολή. Καὶ γὰρ ὁ Κύριος ὑπήκουσε μέχρι θανάτου. Κατορθοῦται δὲ τῇ ἐπὶ τὸν Θεὸν πεποιθήσει. Ἀπαγορεύσας γὰρ ὁ Κύριος τὴν μέριμναν, ἐπισυνάπτει τὴν ἐπαγγελίαν, εἰπών· Οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν, ὧν χρείαν ἔχετε, πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. Τοιοῦτος ἦν ὁ Ἀπόστολος λέγων· Τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς· κατὰ μὲν τὴν κρίσιν καὶ τὴν ἑτοιμασίαν τῆς ψυχῆς καθημέραν ἀποθνήσκων, τῇ δὲ τοῦ Θεοῦ εὐδοκίᾳ φυλασσόμενος. ∆ιὸ μετὰ παῤῥησίας ἔλεγεν· Ὡς ἀποθνήσκοντες, καὶ ἰδοὺ ζῶμεν. Βοηθεῖ δὲ τῇ τοιαύτῃ προαιρέσει καὶ ἡ περὶ τὰς ἐντολὰς τοῦ Κυ ρίου διάπυρος σπουδὴ καὶ ἀκόρεστος ἐπιθυμία, ὑφ' ἧς ὁ κρατηθεὶς οὐδὲ σχολὴν ἄγει μετεωρισθῆναι περὶ τὰς τοῦ σώματος χρείας. ΕΡΩΤΗΣΙΣ ΣΖʹ. Οὐκοῦν εἰ μηδὲ μεριμνᾷν δεῖ περὶ τῶν ἀναγ καίων πρὸς τὸ ζῇν, καὶ ἄλλη παραγγελία ἐστὶ τοῦ Κυρίου εἰπόντος· «Ἐργάζεσθε μὴ τὴν βρῶσιν τὴν ἀπολλυμένην·» περισσὸν τὸ ἐργά ζεσθαι. ΑΠΟΚΡΙΣΙΣ. Αὐτὸς ὁ Κύριος ἐν ἑκατέρῳ τόπῳ τὸ ἑαυτοῦ πρόσ ταγμα ἐσαφήνισεν. Ἐκεῖ μὲν γὰρ ἀπαγορεύσας τὸ ζητεῖν τὰ πρὸς τὸ ζῇν ἐν τῷ εἰπεῖν· Μὴ ζητεῖτε τί φάγητε, ἢ τί πίητε· ταῦτα γὰρ πάντα τὰ ἔθνη τοῦ κόσμου ἐπιζητεῖ· προσέταξεν εἰπών· Ζητεῖτε δὲ τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δι καιοσύνην αὐτοῦ· πῶς δὲ δεῖ ζητεῖν, διὰ τῶν κατ αξιουμένων ἐδήλωσεν· ἐνταῦθα δὲ κωλύσας ἐργά ζεσθαι τὴν βρῶσιν τὴν ἀπολλυμένην, ἐδίδαξεν ἐργά ζεσθαι τὴν βρῶσιν τὴν μένουσαν εἰς ζωὴν αἰώνιον· ἣν αὐτὸς πάλιν ἐφανέρωσεν ἐν ἑτέρῳ τόπῳ εἰπών· Ἐμὸν βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός. Εἰ δὲ θέλημα Θεοῦ ἐστι πεινῶντα θρέψαι, διψῶντα ποτίσαι, γυμνὸν περι βαλεῖν, καὶ τὰ λοιπὰ, ἀνάγκη πᾶσα μιμεῖσθαι τὸν Ἀπόστολον λέγοντα· Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτω κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθε νούντων· καὶ ὑπακούειν αὐτῷ διδάσκοντι· Μᾶλλον δὲ κοπιάτω ἐργαζόμενος ταῖς ἰδίαις χερσὶ τὸ 31.1221 ἀγαθὸν, ἵνα ἔχῃ μεταδιδόναι τῷ χρείαν ἔχοντι. Τούτων τοίνυν οὕτως ἡμῖν ὑπὸ τοῦ Κυρίου διὰ τοῦ Εὐαγγελίου καὶ τοῦ Ἀποστόλου παραδεδο μένων, φανερὸν ὅτι τὸ μὲν ἑαυτοῦ ἕνεκεν μεριμνᾷν, ἢ ἐργάζεσθαι, παντάπασιν ἀπηγόρευται· κατ' ἐντολὴν δὲ τοῦ Κυρίου, διὰ τὴν χρείαν τοῦ πλησίον μεριμνᾷν καὶ ἐργάζεσθαι σπουδαιότερον χρή· μάλιστα τοῦ Κυρίου εἰς ἑαυτὸν ἀναδεχομένου τὴν εἰς τοὺς ἀνα κειμένους αὐτῷ σπουδὴν, καὶ βασιλείαν οὐρανῶν ὑπὲρ ταύτης ἐπαγγελλομένου. ΕΡΩΤΗΣΙΣ ΣΗʹ. Εἰ καλόν ἐστι καθόλου σιγὴν ἀσκεῖν. ΑΠΟΚΡΙΣΙΣ. Τῆς σιγῆς τὸ καλὸν καιρῷ καὶ προσώπῳ δοκιμά ζεται, ὡς παρὰ τῆς θεοπνεύστου Γραφῆς διδασκό μεθα. Καιρῷ μὲν, ὡς ὅταν λέγῃ ὅτι, Ὁ συνιὼν ἐν τῷ καιρῷ ἐκείνῳ σιωπήσεται, ὅτι καιρὸς πονηρός ἐστι· καὶ πάλιν· Ἐθέμην τῷ στόματί μου φυλακὴν, ἐν τῷ συστῆναι τὸν ἁμαρτωλὸν ἐναντίον μου· προσώπῳ δὲ, ὡς ὅταν γράφῃ ὁ Ἀπό στολος· Ἐὰν δὲ ἄλλῳ ἀποκαλυφθῇ καθημένῳ, ὁ πρῶτος σιγάτω· καὶ πάλιν· Αἱ γυναῖκες ὑμῶν ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν. Ἔστι δὲ ὅτε καὶ τοῖς ἀκρατεστέροις τὴν γλῶσσαν, καὶ μὴ δυναμένοις φυ λάξαι τὸ, Πᾶς λόγος σαπρὸς ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπορευέσθω, ἀλλ' εἴ τις ἀγαθὸς, πρὸς οἰκοδομὴν τῆς πίστεως· ἀναγκαία ἡ τελεία σιωπὴ, ἕως ἂν ἐν ταύτῃ τό