1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

44

τῆς κατὰ τὸ εὐαγγέλιον. καὶ αὕτη ὀγδοὰς λέγεται ὡς πρὸς τὴν πρώτην ἑβδομάδα καὶ πρω´̣τη σαββάτων. οἱ πρῶτοι στίχοι τοῦ ψαλμοῦ καὶ κατὰ λέξιν κα̣ι`̣ νοητὸν δύνανται ἐκλαμβάνεσθαι. πλήρωμα δὲ τῆς γῆς τὸν κόσμον αὐτῆς ἐκλημπτέον· ὅ γε̣ εἶπεν Μωυσῆς· γενομένων γὰρ ἐπ' αὐτῆς φυτῶν καὶ ζῴων εἴρηται ὅτι· "συνετελέσθη ὁ κόσμος τοῦ οὐρανοῦ καὶ τῆς γῆς. καὶ συνετέλεσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ". καὶ ἐπὶ ῥητοῦ λαμβάνομεν, ὅτι οἱ καρποὶ καὶ τὰ ζῷα πλήρωμά ἐστιν γῆς. καὶ ὁ ἀπόστολος παιδεύει λέγων· συμβουλεύων γὰρ τοῖς ἀπὸ ἐθνῶν πιστεύσασιν καὶ τοῖς Ἰουδαίοις μὴ δεισιδαιμονεῖν περὶ τὰς τροφὰς λέγει· "πᾶν τὸ ἐν μακέλλῳ πωλούμενον ἐσθίετε μηδὲν ἀποκρίνοντες· 66 τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς". κρέα δὲ μάλιστα ἐν τοῖς μακέλλοις πιπράσκεται, ἀλλὰ καὶ τὰ ἄλλα ὤνια τὰ πρὸς τροφὴν συντελοῦντα. 1 τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. καὶ πρότερον εἶπον, ὅτι διῃρέθη ἡ γῆ ὡς τὸ μὲν αὐτῆς γεωργήσιμον εἶναι, τὸ δὲ πρὸς οἴκησιν ἐπιτηδείως ἔχον. τὸ πρὸς οἴκησιν οὖν ἔχον τὴν ἑτοιμασίαν οἰκουμένη καλεῖται, τὸ δὲ πρὸς γεωργίαν καὶ τὰ ἄλλα γῆ. ἀμφοτέρων οὖν ποιητής ἐστιν ὁ θεός· πῶς γὰρ αὐτοῦ ἦν ταῦτα, εἰ μὴ αὐτὸς αὐτὰ πεποιήκει; "τοῦ κυρίου" οὖν "ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς". κατὰ κοινοῦ λάμβανε τό· 2 αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν καὶ ἐπὶ ποταμῶν ἑτοίμασεν αὐτήν. ἤτοι τὴν γῆν ἢ τὴν οἰκουμένην. ἡ οἰκουμένη δὲ καὶ γῆ ἐστιν. ἴσον ἐστὶν τὸ λεγόμενον ἐνταῦθα τῷ εἰρημένῳ οὕτω· "τῷ στερεώσαντι τὴν γῆν ἐπὶ τὸ ὕδωρ", καὶ ὑπὸ τοῦ Ἰώβ· "κρεμάζων γῆν ἐπ' οὐδενός"· εἰ γὰρ ἐν θαλάσσῃ τεθεμελίωται, οὐκ ἔχει θεμέλιον σκληρὸν καὶ ἀντίτυπον, ἀλλ' ἐν τοῖς ὕδασι ἔχει τὸ κρεμάσθαι. καὶ πᾶν μὲν ὕδωρ ἀντερίζον ἔδαφος ἔχει. ἐπειδὴ δὲ ἡ θάλασσα ἔχει ὑποκείμενον ἔδαφος, πάντως κἀκεῖνο δεῖ ἔχειν τι ὑποκείμενον. οὐκ εὑρίσκεται δὲ ἄλλο ἢ τὸ ὑγρόν. διὰ τοῦτο λέγει ἐπὶ θαλασσῶν τεθεμελιῶσθαι τὴν γῆν. αὐτὴ πρὸς ἑαυτὴν συνστρεφομένη κρατεῖ ἑαυτήν. οὐκ ἔδαφος ἀντερίζον σκληρὸν ἐᾷ αὐτὴν οὕτω τετάχθαι, ἀλλὰ αὐτὴ περὶ ἑαυτὴν στρέφεται. ἀμέλει γοῦν καὶ Ἑλλήνων οἱ λόγοι λέγουσιν, ὅτι εὐθεῖαι πεμπόμεναι ἀπὸ τοῦ κύκλου -εὐθεῖαι δὲ οὐκ αἰσθηταί, ἀλλὰ λόγῳ θεωρεῖται- διακρατοῦσιν αὐτὴν ἐν τῷ μεσαιτάτῳ. καὶ τοῦτό ἐστιν τὸ ἐπὶ μηδενὸς αὐτὴν κρεμάσθαι. ἐστὶν δὲ τοῦτο τὸ βούλημα τοῦ θεοῦ· "ἐθεμελίωσας" γὰρ "τὴν γῆν ἐπὶ τὴν ἀσφάλειαν αὐτῆς, οὐ κινηθήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος"· πῶς γὰρ οἷόν τε κλιθῆναι τὴν οὕτω ψήφῳ θεοῦ τὴν ἕδραν εἰληφυῖαν; ἐπεὶ τοίνυν ἐπὶ θαλάσσης ἡ γῆ τεθεμελίωται, μέρος δὲ τῆς γῆς ἡ οἰκουμένη ἐστίν, καὶ αὐτὴ εἰκότως ἐν ταύτῃ τὴν ἕδραν ἔχει τῇ ὑγρᾷ οὐσίᾳ. καὶ λέγει ἐπὶ ποταμῶν αὐτὴν ἡτοιμάσθαι· οὐκ ἐπὶ ποταμῶν τεθεμελιῶσθαι, ἀλλ' ἡτοιμάσθαι· οὐ γὰρ οἷόν τε εἰπεῖν, ὅτι καὶ ἐν τῇ θαλάσσῃ τὸν θεμέλιον ἔχει καὶ ἐν τοῖς ποταμοῖς, ἀλλὰ αὐτὴ μὲν τεθεμελίωται ἐπὶ τῆς θαλάττης ἡτοιμασμένη τοῖς ποταμοῖς, ἵν' ἐν αὐτῇ ὥσπερ πηγαί τινες καὶ πίδακες ῥέοντες ὠφελήσουσιν αὐτήν. τὰ τοιαῦτα σώματα ἐὰν μὴ ἔχῃ παρεσπαρμένον ὕδωρ ᾧ δύναται διακρατεῖσθαι, ψήγματα γίνεται. καὶ ταῦτα μὲν πρὸς τὸ ῥητόν. ἐπειδὴ δὲ τὰ ἑξῆς οὐκέτι ἱστορικῶς δύναται ληφθῆναι· "τίς" γὰρ "ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στή67 σεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ"; δέον εἰπεῖν τὴν ὁδὸν τῆς ἀνόδου καὶ τὴν ἕδραν τῆς στάσεως, οὐδὲν τοιοῦτο εἶπεν, ἀλλὰ ἡ ἀπόκρισις γίνεται πρὸς τὸν ἐρωτήσαντα· "τίς ὁ ἀναβαίνων καὶ τίς ὁ ἑστηκώς"; οὕτως· "ἀθῷός" ἐστιν "χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ". τὸ ἀθῷον εἶναι ταῖς χερσὶν τὸ καθαρὸν εἶναι ταῖς πράξεσιν σημαίνει. εἶτα λέγει χαρακτῆρα θεῖον· "ἀθῶος χερσὶν καὶ καθαρὸς τῇ καρδίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ". διττῶς δὲ τοῦτο νοεῖται. "ἐπὶ ματαίῳ" λαμβάνει τὴν ψυχὴν ἑαυτοῦ ὁ μάταια διανοούμενος καὶ αἱρούμενος καὶ πράττων· πολλαχοῦ γὰρ ταῦτα τὰ μὴ σπουδαῖα, τὰ αἰσθητά, τὰ πρόσκαιρα τῷ ὀνόματι τῶν