1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

44

διάγουσι κόποις οἱ ἄνθρωποι, ὡς ἀεὶ ζήσεσθαι προσδοκῶντες; πῶς τὴν διὰ τοῦ θανάτου καταφθορὰν οὐκ ἐλπίζουσιν οἱ τοὺς πρὸ αὐτῶν ἀποθνήσκοντας βλέποντες; καὶ ὅτι ἄφρονες ὡς ἀληθῶς εἰσιν καὶ ἀνόητοι οἱ οὐκ εἰδότες, ὅτι μετὰ τὸν τῇδε βίον ἄλλοις καταλείψουσι τὸν πλοῦτον αὐτῶν, αὐτοὶ δὲ τάφοις εἰς τὸ διηνεκὲς παροικήσουσιν οἱ τὰ ὀνόματα αὐτῶν οὐκ ἐν οὐρανοῖς διὰ τῆς ὑψηλοτέρας ζωῆς ἀπογράψαντες, ἀλλ' ἐν τῇ γῇ ὀνομαστοὶ γενέσθαι ποθήσαντες ἀνωνύμους ἑαυτοὺς ἐν τῇ ἄνω πόλει ἐποίησαν. τούτων δὲ πάντων αἴτιον τὸ μὴ συνιέναι τὸν ἄνθρωπον τῆς ἰδίας τιμῆς, ἀλλὰ πρὸς τὰς κτηνώδεις ἡδονὰς ἑκουσίως κατασυρῆναι, λαιμῷ καὶ γαστρὶ καὶ τῷ μετὰ γαστέρα ῥύπῳ γενόμενον ἔκδοτον. τοῦτο τῆς πρώτης διαιρέσεως τοῦ ψαλμοῦ τὸ μέρος. τὸ δὲ λειπό μενον ἐν ἄλλοις ἔχει τὴν κατηγορίαν. πάλιν δὲ εἰς τὸ αὐτὸ ῥῆμα περαιοῦται ὁ λόγος, τοῦτο, οἶμαι, φιλοσοφούσης ἡμῖν τῆς προφητείας, ὅτι τὸ πρῶτον αἴτιον τῆς τῶν κακῶν εἰσόδου τὸ ἀποκτηνωθῆναι τὸν ἄνθρωπον τοῖς ζῳωδεστέροις παθήμασιν. γενομένης δὲ ἡμῖν ἐκ χάριτος τῆς θεραπείας τοῦ τοιούτου κακοῦ διὰ τοῦ ἐπισκεψα μένου ἐν οἰκτιρμῷ τὸ ἀνθρώπινον, πάλιν ἀφέντες τὸν ἀγαθὸν ποιμένα ὑπὸ τοῦ θανάτου ποιμαίνονται οὐ πρὸς τὴν 5.132 οὐρανίαν ἀλλὰ πρὸς τὴν ἐν ᾅδου νομὴν ἑαυτοὺς ἐπικλίναντες πρόβατα τοῦ ᾅδου γινόμενοι. φησὶ γὰρ ὅτι Ὡς πρόβατα ἐν ᾅδῃ ἔθεντο, θάνατος ποιμανεῖ αὐτούς. καὶ οὕτως ἐκ δευτέρου γίνεται πάλιν διὰ τῆς ἁμαρτίας ἡ τῆς τιμῆς τῆς κατὰ χάριν γενομένης ἡμῖν ἀναισθησία καὶ πρὸς τὸν ἄλογον βίον κατα φορά. πᾶν γὰρ τὸ ἔξω τοῦ ἀληθινοῦ λόγου γινόμενον ἀλογία ἐστίν. ἴδιον δὲ τοῦ κτήνους τὸ ἄλογόν τε καὶ ἀνόητον.

ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ

Τὰ δὲ καθ' ἕκαστον τῶν ἐν τῇ ψαλμῳδίᾳ δι' ἀκριβείας ἐπὶ λέξεως ἀναγράφειν

περιττὸν ἂν εἴη, πολλῆς εὐκολίας οὔσης τῷ βουλομένῳ διὰ τῶν εἰρημένων καὶ τὰ παρεθέντα κατανοῆσαι. ὥστε οὐδὲν οἶμαι δεῖν μηκύνειν διὰ πολυλογίας τὸν λόγον· ἢ τοῦτο μόνον ἀναγκαῖόν ἐστιν ἐπαναλαβεῖν ἐκ τῶν προεξητασμένων, ὅτι δι' ἀμφοτέρων εὐεργετεῖ τὴν ἀνθρω πίνην φύσιν ὁ μέγας ∆αβίδ, δι' ὧν τε προτυποῖ συμβολικῶς τὴν σωτηρίαν ἡμῶν καὶ δι' ὧν ὑποδείκνυσι τοῖς ἀνθρώποις τῆς μετανοίας τὸν τρόπον, οἷόν τινα τέχνην ἐπιβάλλων τούτῳ τῷ κατορθώματι διὰ τῆς πεντηκοστῆς ψαλμῳδίας, δι' ἧς ἄλλη νίκη κατὰ τοῦ ἀντιπάλου ἡμῖν ἑτοιμάζεται. τὸ γὰρ εἰδέναι τῶν κακῶν ἑαυτοὺς ἐκκαθαίρειν τῆς διηνεκοῦς κατὰ τοῦ ἐχθροῦ νίκης παρασκευὴ γίνεται καὶ ὑπόθεσις. ἀδιαλείπτου γὰρ ἡμῖν οὔσης ἐν τῷ βίῳ τῆς πάλης τῆς γενομένης πρὸς τὸν κοσμοκράτορα τοῦ σκότους τούτου καὶ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις· 5.133 ἐπειδὴ ἓν μόνον ἀντιπάλαισμα καὶ πρὸς πᾶσαν πειρατηρίου προσβολὴν ἔχομεν τὴν μετάνοιαν, ὁ τοῦτο ἐν ἑαυτῷ κατορθώ σας διὰ παντὸς νικητὴς γίνεται τοῦ ἀεὶ προσπαλαίοντος. μετὰ τοῦτο δὲ κἂν ἡ ἱστορία ἐν ταῖς ἐπιγραφαῖς τὸ ἀνακόλου θον ἔχῃ, ἀλλ' ὁ νοῦς πρὸς τὴν ἀκολουθίαν συνήρτηται. πολὺ γὰρ μεταγενέστερον τὸ κατὰ τὴν Βηρσαβεὲ καὶ τὸν Οὐρίαν ἔργον τοῦ κατὰ τὸν Ἰδουμαῖον τὸν ∆ωήκ ἐστιν διηγήματος. τοῦτο μὲν γὰρ ἐν ἀρχαῖς τῆς τοῦ Σαοὺλ τυραννί δος ἐγένετο, ἐκεῖνο δὲ μικρὸν πρὸ τοῦ τέλους τῆς τοῦ ∆αβὶδ βασιλείας συνέβη. ἀλλ' οὐ μέλει τῷ πνευματικῷ λόγῳ τῆς χρονικῆς τε καὶ σαρκίνης τῶν πραγμάτων τάξεως. τί γάρ με τοσοῦτον ὀνίνησιν ἐν πρώτοις τὸ κατὰ τὸν Ἰδουμαῖον μαθεῖν καὶ μετὰ ταῦτα τὸ κατὰ τὴν Βηρσαβεὲ διδαχθῆναι; τίς ἀρετὴ διὰ τούτου; ποία πρὸς τὸ κρεῖττον ἀνάβασις; τίς πρὸς τὴν τῶν ὑψηλῶν ἐπιθυμίαν διδασκαλία; εἰ δὲ μαθὼν τὰ ἐν τῷ πεντηκοστῷ μυστήρια, ὅσα κατὰ τὸ βαθύτερον περιέχει ὁ λόγος, καὶ μετ' ἐκείνου τὸ πρὸς τὴν κατάλυσιν τοῦ ἀντιπάλου δοθὲν ἡμῖν φάρμακον διδαχθείην, τὸ τῆς μετανοίας λέγω, ὥστε διὰ τούτου με πάντοτε νίκῃ τῇ κατὰ τοῦ ἐχθροῦ συνεθίζεσθαί τε καὶ ἐγγυμνάζεσθαι, σκόπησον ὅπως προσβαίνω