1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

44

οὐκ ἐκείνους ἐλεοῦμεν μᾶλλον ἢ εὐθύνας ἀπαιτοῦμεν; ἢ ἀνθρωποβόρους εἶναί φαμεν; οὐδαμῶς, ἀλλὰ δακρύομεν καὶ θρηνοῦμεν. τοῦτο παρὰ πάντα τήρει τὸν λόγον. ψυχὴν δέ μου, φησίν, θήσομαι ἐν χερσί μου, τουτέστιν· «ἀνελῶ ἐμαυτόν. ὥσπερ οἱ ἀναιροῦντες ἑαυτοὺς οὕτω καὶ ἐγὼ παραμυθοῦμαι, τοῦτό μοι παραμύθιόν ἐστιν. ἐὰν μή με ἀνέλῃ ὁ θεός, αὕτη μού ἐστιν ἡ παραμυθία, τὸ φθέγγεσθαι.» 13,15b οὐ μὴν δέ, φησίν, ἀλλὰ λαλήσω καὶ ἐλέγξω ὑμᾶς ἐναντίον αὐτοῦ, 13,16a καὶ τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν· 16b οὐ γὰρ εἰσελεύσεται ἐναντίον αὐτοῦ δόλος. τουτέστιν· «τοῦτό μοι ἔσται παραμυθία.» οὐ γὰρ ἐναντίον αὐτοῦ εἰσελεύσεται δόλος. «ὁρᾶτε, ὅτι οὐχὶ καθάπερ ὑμεῖς ἑτέρᾳ διανοίᾳ φθέγγομαι; οἶδα, ὅτι οὐδέν ἐστιν ὕπουλον παρ' αὐτῷ.» 13,17a ἀκούσατέ μου τὰ ῥήματα, 17b ἀναγγελῶ γὰρ ὑμῶν ἀκουόντων. 13,18a ἰδοὺ ἐγὼ ἐγγύς εἰμι τοῦ κρίματός μου. «βούλομαι», φησίν, «κριθῆναι, οὐ παραιτοῦμαι τὸ δικαστήριον.» 13,18b οἶδα ἐγώ, ὅτι δίκαιος ἀναφανοῦμαι. 13,19a τίς γάρ ἐστιν ὁ κριθησόμενός μοι, 19b ὅτι νῦν κωφεύσω καὶ ἐκλείψω; 13,20a δυεῖν δέ μοι χρεία, 20b τότε ἀπὸ τοῦ προ112 σώπου σου κρυβήσομαι· 13,21a τὴν χεῖρά σου ἀπόσχου ἀπ' ἐμοῦ, 21b καὶ ὁ φόβος σου μή με καταπλησσέτω. 13,22a εἶτα καλέσεις, ἐγὼ δέ σοι ὑπακούσομαι, 22b λαλήσεις, ἐγὼ δέ σοι δώσω ἀπόκρισιν. πάλιν τὸ αὐτό φησιν· «μή με φοβήσῃς, μή μοι τὸ ἀξίωμα τοῦ θεοῦ παραγάγῃς, καὶ κρίνομαι. ἥμαρτον κἀγώ, λέγω, ἀλλὰ πολλῷ μείζονα ἀπολαμβάνω», φησίν. 13,23a πόσαι εἰσὶν αἱ ἁμαρτίαι μου, καὶ αἱ ἀνομίαι μου 23b τίνες εἰσίν, δίδαξόν με. «τί τοῦτο, ὅ μοι εἴργασται;» φησίν. 13,24a διὰ τί με ἀποκρύπτῃ, 24b ἥγησαι δέ με ὥσπερ ὑπεναντίον σου; 13,25a ἢ ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου εὐλαβηθήσῃ 25b ἢ ὡς χόρτον φερόμενον ὑπὸ πνεύματος; «τίνος ἕνεκεν», φησίν, «οὐ ποιεῖς δῆλα τὰ πράγματα; τίνος ἕνεκεν οὐ λέγεις· "διὰ τόδε σε κολάζω";» οὐ μικρὸν εἰς παραμυθίαν τοῖς τιμωρουμένοις τὸ μαθεῖν τὴν αἰτίαν τῆς κολάσεως. διὰ τοῦτο οὗτος μέν φησιν· «δίδαξόν με τὰς ἁμαρτίας μου.» ὁ δὲ θεὸς οὐχ ἕξει διδάξαι, ἀλλὰ τί φησιν; ἄλλως με οἴει σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος; ἥγησαι δέ με, φησίν, ὡς φύλλον κινούμενον ὑπὸ ἀνέμου. τουτέστιν· «οὐδένα μου ποιῇ λόγον, καταφρονεῖς μου, διαπτύεις. ἐν τῷ παρόντι αὐτὰς δίδασκε.» 13,25b ἢ ὡς χόρτον φερόμενον ὑπὸ πνεύματος εὐλαβηθήσῃ; ἀντίκεισαι δέ μοι, 13,26a ὅτι κατέγραψας κατ' ἐμοῦ κακὰ 26b καὶ περιέθηκάς μοι νεότητος ἁμαρτίας. ὁρᾷς, πῶς οἶδεν ἑαυτὸν ἁμαρτωλὸν καὶ ἀπὸ τῆς ἡλικίας βούλεται τυχεῖν συγγνώμης ἢ καὶ ἀπὸ τῆς ἡλικίας δεῖξαι ἑαυτὸν ἁμαρτωλόν; 113 13,27a ἔθου δέ μου τὸν πόδα ἐν κωλύματι 27b καὶ ἐφύλαξάς μου πάντα τὰ ἔργα· 27c εἰς δὲ ῥίζας ποδῶν μου ἀφίκου, 13,28a οἳ παλαιοῦνται ἴσα ἀσκῷ 28b ἢ ὥσπερ ἱμάτιον σητόβρωτον. ἔθου, φησίν, τὸν πόδα μου ἐν κωλύματι. τουτέστιν· "ἔδησας". εἰς δὲ ῥίζας ποδῶν μου ἀφίκου. τουτέστιν· «ὅλον με ἐπῆλθες καὶ ἐξήτασας καὶ ἀπὸ τῶν ποδῶν ἕως κεφαλῆς ἔπληξας οὐδὲ ἓν ἐν ἐμοὶ μέρος ἐγκατέλιπες ὑγιές.» πάλιν τὸ μέγεθος λέγει τῆς συμφορᾶς, πάλιν τὸ εὐτελὲς τῆς φύσεως κωμῳδεῖ. παλαιοῦνται, φησίν, ἴσα ἀσκῷ. τίνος ἕνεκεν ἀσκὸν παρήγαγεν; ὅτι κενός ἐστιν ὁ ἀσκὸς πνεῦμα μόνον ἔχων· οὕτως ἐστὶ καὶ τὸ σῶμα τὸ ἡμέτερον. τοῦτο καὶ τοῖς πολλοῖς ἔθος λέγειν, ὅτι «ἀσκός ἐσμεν πεφυσημένος». μή μοι τὸν ὄγκον ἴδῃς μηδὲ τὸ δέρμα διαταθέν, ἀλλ' ἐννόησον τὰ ἔνδον καὶ ὄψει πολλὴν τὴν κενότητα. εἶτα καὶ ἐφ' ἕτερον ἔρχεται παράδειγμα· ἢ ὥσπερ ἱμάτιον, φησίν, σητόβρωτον.

14,1a βροτὸς γὰρ γεννητὸς γυναικὸς 1b ὀλιγόβιος καὶ πλήρης ὀργῆς. εἶτα καὶ

ἀπὸ τῆς γεννήσεως ὀργῆς πλήρης, τουτέστιν· ἀθυμίας, οὐχὶ λύπης. 14,2a ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν, 2b ἀπέδρα δὲ ὥσπερ σκιὰ καὶ οὐ μὴ στῇ. 14,3a οὐχὶ καὶ τούτου λόγον ἐποιήσω 3b καὶ τοῦτον ἐποίησας ἐν κρίματι εἰσελθεῖν ἐπὶ σοῦ; ὁρᾷς, πῶς οὐκ ἀπὸ τοῦ δίκαιος εἶναι, ἀλλ' ἀπὸ τῆς εὐτελείας τῆς φύσεως βούλεται