1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

44

διόρθωσον τὰ ἡμαρτημένα, ἀρίστην ποίησον μεταβολήν. Τούτῳ διεστήκαμεν τῶν ἀπίστων, τῷ κρίσεις ἑτέρας περὶ τῶν πραγμάτων ἔχειν. Ὁρᾷ τὸν οὐρανὸν ὁ ἄπιστος, καὶ προσκυνεῖ· θεὸν γὰρ εἶναι νομίζει· ὁρᾷ τὴν γῆν, καὶ θεραπεύει, καὶ πρὸς τὰ αἰσθητὰ κέχηνεν. Ἀλλ' ἡμεῖς οὐχ οὕτως· ἀλλ' ὁρῶμεν τὸν οὐρανὸν, καὶ τὸν πεποιηκότα αὐτὸν θαυμάζομεν· οὐ γὰρ θεὸν αὐτὸν, ἀλλ' ἔργον εἶναι Θεοῦ πεπιστεύκαμεν. Ὁρῶ τὴν κτίσιν ἅπασαν, καὶ δι' αὐτῆς χειραγωγοῦμαι πρὸς τὸν δημιουργόν. Ὁρᾷ πλοῦτον ἐκεῖνος, καὶ κέχηνε καὶ ἐκπέπληκται· ὁρῶ πλοῦτον ἐγὼ, καὶ καταγελῶ. Ὁρᾷ πενίαν ἐκεῖνος, καὶ ὀδύρεται· ὁρῶ πενίαν ἐγὼ, καὶ ἀγάλλομαι. Ἑτέρως ἐγὼ βλέπω τὰ πράγματα, καὶ ἑτέρως ἐκεῖνος. Οὕτω καὶ ἐπὶ τοῦ θανάτου ποιοῦμεν· ὁρᾷ νεκρὸν ἐκεῖνος, καὶ νομίζει νεκρὸν εἶναι· ὁρῶ νεκρὸν ἐγὼ, καὶ ὕπνον ἀντὶ θανάτου βλέπω. Καὶ καθάπερ ἐπὶ τῶν γραμμάτων τοῖς μὲν αὐτοῖς ὁρῶμεν αὐτὰ ὀφθαλμοῖς οἵ τε εἰδότες, οἵ τε ἀγνοοῦντες τὰ γράμματα, οὐ τῇ αὐτῇ δὲ διανοίᾳ, ἀλλ' οἱ μὲν οὐκ εἰδότες γράμματα, ἁπλῶς εἶναι νομίζουσι τὰ βλεπόμενα, οἱ δὲ ἐπιστάμενοι μετὰ πολλῆς τέχνης τὸν ἐναποκείμενον 48.1021 νοῦν ἀναλέγονται· οὕτω δὴ καὶ ἐπὶ τῶν πραγμάτων τοῖς μὲν αὐτοῖς ὀφθαλμοῖς ὁρῶμεν τὰ συμβαίνοντα, οὐ τῇ αὐτῇ δὲ διανοίᾳ καὶ γνώμῃ. Οἱ τοίνυν ἐπὶ τῶν ἄλλων ἁπάντων διεστηκότες αὐτῶν, ἐν ταῖς περὶ τοῦ θανάτου συμπέσωμεν ψήφοις, γʹ. Ἐννόησον πρὸς τίνα ἀπῆλθε, καὶ λαβὲ παραμυθίαν· ἔνθα Παῦλός ἐστιν, ἔνθα Πέτρος, ἔνθα τῶν ἁγίων ὁ χορὸς ἅπας· ἐννόησον πῶς ἀναστήσεται, μεθ' ὅσης δόξης καὶ λαμπρότητος· ἐννόησον ὅτι πενθῶν καὶ ὀδυρόμενος οὔτε τὸ γεγενημένον δυνήσῃ διορθώσασθαι τοῖς ὀδυρμοῖς, καὶ σαυτὸν καταβλάψεις τὰ ἔσχατα· ἐννόησον τίνας μιμῇ τοῦτο ποιῶν, καὶ φεῦγε τὴν κοινωνίαν τῆς ἁμαρτίας. Τίνας οὖν μιμῇ καὶ ζηλοῖς; Τοὺς ἀπίστους, τοὺς οὐκ ἔχοντας ἐλπίδα, καθάπερ καὶ ὁ Παῦλος εἶπεν· Ἵνα μὴ λυπῆσθε, ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Καὶ πρόσεχε τῇ τοῦ ῥήματος ἀκριβείᾳ· οὐ γὰρ εἶπεν, Οἱ μὴ ἔχοντες ἐλπίδα ἀναστάσεως, ἀλλ' ἁπλῶς, Οἱ μὴ ἔχοντες ἐλπίδα. Ὁ γὰρ ἐλπίδα τῆς ἐκεῖ κρίσεως μὴ ἔχων, οὐδεμίαν ἐλπίδα ἔχει, οὐδ' ὅτι Θεός ἐστιν οἶδεν, οὐδ' ὅτι προνοεῖται τῶν παρόντων πραγμάτων, οὐδ' ὅτι τὰ πάντα θεία τις ἐφορᾷ δίκη. Ὁ ταῦτα δὲ οὐκ εἰδὼς οὐδὲ νομίζων, θηρίου παντός ἐστιν ἀλογώτερος, καὶ νόμους καὶ δικαστήρια καὶ θεσμοὺς καὶ πάντα ἁπλῶς τὰ ἀγαθὰ ἀπὸ τῆς οἰκείας ἐξορίσας ψυχῆς· ὁ γὰρ μὴ προσδοκῶν εὐθύνας ὑφέξειν τῶν πεπραγμένων, πάσης μὲν ἀρετῆς ἀφέξεται, πάσης δὲ κακίας ἀνθέξεται. Ταῦτ' οὖν ἐννοήσαντες, καὶ τὴν ἄνοιαν καὶ τὴν παραπληξίαν τῶν Ἑλλήνων, οἷς κοινωνοῦμεν διὰ τῶν θρήνων, λογισάμενοι, φεύγωμεν τὴν πρὸς αὐτοὺς συμφωνίαν. ∆ιὰ γὰρ τοῦτο καὶ Παῦλος αὐτῶν ἀνεμνήσθη, ἵνα τὴν ἀτιμίαν ἐννοήσας πρὸς ἣν καταπίπτεις, ἐκ τῆς πρὸς ἐκείνους συμφωνίας ἀνανήψῃς, καὶ πρὸς τὴν οἰκείαν εὐγένειαν ἐπανέλθῃς. Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ πολλαχοῦ τοῦτο ποιεῖ καὶ συνεχῶς ὁ μακάριος Παῦλος. Ὅταν γὰρ ἀπαγαγεῖν τῶν ἁμαρτημάτων βούληται, δείκνυσι τίσι κοινωνοῦμεν διὰ τῶν ἁμαρτημάτων, ἵνα τῇ ποιότητι τοῦ προσώπου δηχθεὶς, τὴν κοινωνίαν φύγῃς. Θεσσαλονικεῦσι γοῦν γράφων, οὕτως ἔλεγεν· Ἕκαστος τὸ ἑαυτοῦ σῶμα κτᾶσθε ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἀτιμίας, καθάπερ ἔθνη τὰ μὴ εἰδότα Θεόν. Καὶ πάλιν· Μὴ καθὼς τὰ λοιπὰ ἔθνη περιπατεῖτε ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν. Οὕτω δὴ καὶ ἐνταῦθα· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Οὐ γὰρ ἡ φύσις τῶν πραγμάτων, ἀλλ' ἡ προαίρεσις ἡ ἡμετέρα λυπεῖν ἡμᾶς εἴωθεν· οὐχ ὁ θάνατος τοῦ ἀπελθόντος, ἀλλ' ἡ ἀσθένεια τῶν θρηνούντων. Τὸν γοῦν πιστὸν οὐδὲν τῶν παρόντων λυπῆσαι δυνήσεται, ἀλλὰ πρὸ τῶν μελλόντων ἀγαθῶν καὶ ἐν τῷ παρόντι διέστηκε τῶν ἀπίστων, οὐ μικρὰ ἀπολαμβάνων ἐκ τῆς κατὰ Χριστὸν φιλοσοφίας ἀγαθὰ, καὶ μεγίστην ἐκ τούτου καρπούμενος εὐθυμίαν καὶ διηνεκῆ χαράν. ∆ιὸ καὶ ὁ Παῦλός φησι· Χαίρετε ἐν Κυρίῳ πάντοτε· πάλιν ἐρῶ, χαίρετε. Ὥστε καὶ πρὸ τῆς ἀναστάσεως