44
κατέρχεσθαι ἀπὸ τοῦ ἀξιώματος, ὅταν ταπεινώσωμεν ἑαυτούς. Τότε γὰρ μᾶλλόν ἐστιν ὑψωθῆναι εἰκότως· τότε μάλιστά ἐστι θαυμασθῆναι. Ὅτι γὰρ ὁ 62.235 ὑψηλὸς ταπεινός ἐστιν, ὁ δὲ ταπεινὸς ὑψηλὸς, ἀρκεῖ μὲν καὶ ἡ τοῦ Χριστοῦ ἀπόφασις τοῦτο λέγουσα· πλὴν ἀλλὰ καὶ αὐτὸ τὸ πρᾶγμα ἐξετάσωμεν· Τί ἐστι ταπεινωθῆναι; οὐ τὸ ψέγεσθαι, οὐ τὸ κατηγορεῖσθαι καὶ διαβάλλεσθαι; Τί δὲ ὑψωθῆναι; οὐ τὸ τιμᾶσθαι, τὸ ἐπαινεῖσθαι, τὸ δοξάζεσθαι; Καλῶς. Ἴδωμεν οὖν πῶς τοῦτο γίνεται. Ἄγγελος ἦν ὁ Σατανᾶς, ὕψωσεν ἑαυτόν· τί οὖν, οὐχὶ πάντων μᾶλλον ἐταπεινώθη; οὐχὶ χωρίον ἔχει τὴν γῆν; οὐχὶ ὑπὸ πάντων κατηγορεῖται καὶ διαβάλλεται; Ἄνθρωπος ὢν ὁ Παῦλος, ἐταπείνωσεν ἑαυτόν· τί οὖν; οὐχὶ θαυμάζεται; οὐχὶ ἐπαινεῖται; οὐχὶ ἐγκωμιάζεται; οὐχὶ φίλος ἐστὶ τοῦ Χριστοῦ; οὐχὶ μείζονα εἰργάσατο ὧν ὁ Χριστὸς ἐποίησεν; οὐχ ὡς ἀνδραπόδῳ πολλάκις ἐπέταξε τῷ διαβόλῳ; οὐχὶ ὡς δήμιον περιέφερεν; οὐχὶ ἔπαιξεν ἐν αὐτῷ; οὐχὶ συντετριμμένην αὐτοῦ τὴν κεφαλὴν εἶχεν ὑπὸ τοὺς πόδας τοὺς αὑτοῦ; οὐχὶ καὶ ἑτέροις μετὰ πολλῆς τῆς παῤῥησίας τοῦτο ἐπηύχετο; Τί λέγω ταῦτα; Ἐπῆρεν ἑαυτὸν ὁ Ἀβεσσαλὼμ, ἐταπείνωσεν ἑαυτὸν ὁ ∆αυΐδ· ποῖος οὖν ὑψηλὸς ἐγένετο; τίς ἐπίδοξος; Τί γὰρ ταπεινότερον τῶν ῥημάτων τούτων ὧν ἐπὶ τοῦ Σεμεεῖ ἐφθέγγετο ὁ μακάριος οὗτος προφήτης, λέγων· Ἄφετε αὐτὸν καταρᾶσθαί με· Κύριος γὰρ ἐνετείλατο αὐτῷ; Καὶ ἐπ' αὐτῶν δὲ τῶν πραγμάτων ἐξετάσωμεν, εἰ δοκεῖ· Ἐταπείνωσεν ἑαυτὸν ὁ τελώνης, καίτοι γε οὐδὲ ταπεινοφροσύνη τὸ πρᾶγμα ἦν, ἀλλὰ εὐγνωμόνως πως ἔλεγεν, ἅπερ ἔλεγεν. Ὕψωσεν ἑαυτὸν ὁ Φαρισαῖος. Ἀλλ' εἰ δοκεῖ, ἀφέντες τὰ πρόσωπα, ἐξετάσωμεν τὰ πράγματα· Ἔστωσαν δύο τινὲς, ἀμφότεροι καὶ πλουτοῦντες, καὶ μετέχοντες πολλῆς τιμῆς, καὶ ἐπὶ σοφίᾳ καὶ δυναστείᾳ, καὶ ἐπὶ τοῖς ἄλλοις τοῖς κοσμικοῖς πλεονεκτήμασι μεγαλοφρονοῦντες· εἶτα ὁ μὲν αὐτῶν ζητείτω τὰς παρὰ πάντων τιμὰς, καὶ μὴ λαμβάνων ὀργιζέσθω, καὶ πλέον ἢ δεῖ ἀπαιτείτω, καὶ ὑψούτω ἑαυτόν· ὁ δὲ καταφρονείτω τοῦ πράγματος, καὶ πρὸς μηδένα ὑπὲρ τούτου δυσχεραινέτω, καὶ διδομένην τὴν τιμὴν διακρουέσθω. Τίς οὖν μείζων; ὁ μὴ λαμβάνων καὶ ζητῶν, ἢ ὁ καὶ διδόντων καταφρονῶν; Εὔδηλον ὅτι οὗτος· εἰκότως. ∆όξης γὰρ οὐκ ἔστιν ἄλλως ἐπιτυχεῖν, ἀλλ' ἢ ἐν τῷ δόξαν φεύγειν. Ἕως μὲν γὰρ αὐτὴν διώκωμεν, φεύγει ἡμᾶς· ὅταν δὲ αὐτὴν φεύγωμεν, διώκει ἡμᾶς. Εἰ βούλει ἔνδοξος εἶναι, μὴ ἐπιθύμει δόξης· εἰ βούλει ὑψηλὸς εἶναι, μὴ γίνου ὑψηλός. Καὶ ἄλλως δὲ, τὸν μὲν μὴ ἐφιέμενον τιμῆς πάντες τιμῶσι, τὸν δὲ ἐπιζητοῦντα διαπτύουσι· πέφυκε γάρ πως φιλόνεικον εἶναι τὸ τῶν ἀνθρώπων γένος καὶ ἀντιπαθές. Καταφρονῶμεν τοίνυν δόξης· οὕτω γὰρ δυνησόμεθα γενέσθαι ταπεινοὶ, μᾶλλον δὲ ὑψηλοί. Μὴ ὕψου σαυτὸν, ἵνα παρ' ἑτέρου ὑψωθῇς. Ὁ παρ' ἑαυτοῦ ὑψούμενος, παρ' ἑτέρων οὐχ ὑψοῦται· ὁ παρ' ἑαυτοῦ ταπεινούμενος, παρ' ἑτέρων οὐ ταπεινοῦται. Μέγα ἀπόνοια κακόν· μωρὸν εἶναι κρεῖττον, ἢ ἀπονενοημένον· ἐκεῖ μὲν γὰρ ἡ μωρία μόνον παρανοίας ἐστὶν, ἐνταῦθα δὲ χείρων· μωρία γάρ ἐστι 62.236 μετὰ μανίας. Ὁ ἀνόητος ἑαυτῷ κακὸν, ὁ δὲ ἀπονενοημένος καὶ ἑτέροις λύμη. Ἀπὸ ἀνοίας τοῦτο τὸ πάθος τίκτεται. Οὐκ ἔστιν ὑψηλόφρονα εἶναι μὴ ὄντα μωρόν· ὁ δὲ μωρίας ἔμπλεως, ἐστὶν ἀπονενοημένος. Ἄκουε σοφοῦ τινος λέγοντος· Εἶδον ἄνθρωπον δοκοῦντα φρόνιμον εἶναι παρ' ἑαυτῷ· ἐλπίδα δὲ ἔχει μᾶλλον ὁ ἄφρων αὐτοῦ. Ὁρᾷς ὅτι οὐκ εἰκῆ ἔλεγον, ὅτι χεῖρον μωρίας τὸ κακόν; Ἐλπίδα γὰρ, φησὶ, μᾶλλον ἔχει ἄφρων αὐτοῦ. ∆ιὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγε, Μὴ γίνεσθε φρόνιμοι παρ' ἑαυτοῖς. Ἐπὶ τῶν σωμάτων εἰπέ μοι, ποῖά φαμεν ὑγιαίνειν; τὰ ὄγκον ἔχοντα πολὺν, καὶ πολλοῦ πνεύματος ἔνδοθεν γέμοντα καὶ ὕδατος, ἢ τὰ κατεσταλμένα, καὶ τεταπεινωμένην ἔχοντα τὴν ἐπιφάνειαν; ∆ῆλον ὅτι ταῦτα. Οὐκοῦν καὶ ἐπὶ τῆς ψυχῆς, ἡ μὲν φλεγμαίνουσα ὑδέρου χεῖρον ἔχει νόσημα· ἡ δὲ κατεσταλμένη παντὸς