1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

44

ἡγησαμένης ὀπτασίας εἴρηται, ὅτι τὰ κατὰ τὸν ἀντίχριστον τελεώτερον ἡ ὀπτασία διηγήσασθαι βουλομένη, ἀρχὴν ποιεῖται τὴν τοῦ Κυρίου σύλληψίν τε καὶ γέννησιν, ἧς χάριν καὶ προβέβληται ὑπὸ τοῦ κοινοῦ πάντων ἐχθροῦ καὶ πολεμίου ὁ λυμεὼν ἐκεῖνος ὅπως τοὺς ὑπὸ τοῦ Κυρίου συναχθέντας αὖθις ἀνδραποδίσηται, οὕτω καὶ νῦν λεκτέον, ὅτι τὰ κατὰ τὸν ἀντίχριστον διηγήσασθαι ἡ ὀπτασία βουλομένη, τῆς πρόσθεν εἰρημένης ἀρχῆς φημὶ δὴ τῆς τοῦ Κυρίου γεννήσεωςἄλλην προτερεύουσαν ἀρχὴν ποιεῖται, τὴν κατὰ τὸν Σατανᾶν, πῶς κατενήνεκται ἐκ τοῦ οὐρανοῦ, εἰ καὶ ἐν τῇ ἑξῆς ὀπτασίᾳ σαφέστερον τοῦτό φησι, προσθεὶς ὅτι καὶ ἐπεβούλευσε τῷ Κυρίῳ, ἵνα τῆς ἀρχῆς ὥσπερ θεμελίου τινὸς προκαταβληθείσης τὰ λοιπὰ προσεποικοδομήσῃ διηγήματα τὰ κατὰ τὸν ἀντίχριστον καὶ τὰ ὑπ' αὐτοῦ πεπραγμένα. τούτων οὕτω προαφηγηθέντων, ἐπὶ τὴν τῶν ῥητῶν ἐπίσκεψιν μεταβητέον. καὶ ὤφθη φησὶν ἄλλο σημεῖον ἐν τῷ οὐρανῷ, ὥσπερ ἐπιρραπίζων ὁ λόγος τὸν ἀρχέκακον Σατανᾶν, ὅτι οὐράνιος ὢν διὰ τὴν ἔπαρσιν χαμερπὴς γεγένηται· ἐν τῷ οὐρανῷ αὐτὸν προδείκνυσιν, ἵνα εἰδείη 140 ὁ ἀποστάτης ἐξ οἵων εἰς οἷα καταπέπτωκε. καὶ ἰδού φησι δράκων πυρρὸς μέγας. δράκοντα μὲν τὸν Σατανᾶν καλεῖ διὰ τὸ σκολιόν· οὕτω γὰρ αὐτὸν καὶ ὁ Ἡσαΐας λέγει· ἐπὶ τὸν δράκοντα λέγων τὸν ὄφιν τὸν σκολιόν· πυρρὸς δὲ διὰ τὸ αἱμοβόρον καὶ ὀργίλον. ἔχων κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα· καὶ ἐπὶ τὰς κεφαλὰς αὐτοῦ ἑπτὰ διαδήματα. οὐδὲ ὁ προφήτης αὐτὸν ἠγνόησεν ὥς ἐστι πολυκέφαλος· τοιγαροῦν φησι πρὸς τὸν Θεόν· σὺ συνέτριψας τὰς κεφαλὰς τοῦ δράκοντος· ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν. πολυκέφαλον δὲ αὐτόν φασιν, τῶν ἑπτὰ τὰ πολλὰ δηλούντων καθὼς πολλάκις εἴρηται, ὡς πολλὰς ἀρχὰς καὶ ἐπινοίας μεθοδειῶν ποιούμενον κατὰ τῶν ἀνθρώπων δι' ὧν αὐτοὺς καταδουλοῦται, σύμβολον γὰρ τυραννίδος τὸ διάδημα. τὰ δὲ δέκα κέρατα τὴν μεγίστην αὐτοῦ δύναμιν αἰνίττεται. τέλειος γὰρ ὁ δέκατος ἀριθμός, δυνάμεως δὲ σημεῖον τὸ κέρας. εἴρηται γὰρ καὶ ὑψωθήσεται ὡς μονοκέρωτος τὸ κέρας μου. ὅπως δέ ἐστιν δυνατός, ἔξεστι γνῶναι τὸν τῇ βίβλῳ τοῦ Ἰὼβ ἐντευξόμενον. καὶ τῇ οὐρᾷ αὐτοῦ φησι σύρει τὸ τρίτον τῶν ἄστρων τοῦ οὐρανοῦ καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν. συγκατέβαλε γὰρ ἑαυτῷ πλείστην ἀγγέλων μοῖραν συναποστῆσαι πείσας Θεοῦ καὶ πεποίηκε χθονίους τοὺς οὐρανίους, καὶ σκότος τοὺς λαμπροὺς ὡς ἀστέρας. τὸ δὲ τῇ οὐρᾷ δηλοῖ τὸ οἷον τοῖς τελευταίοις αὐτοῦ καὶ ὀπισθίοις πλημμελήμασι· πρότερον γὰρ αὐτὸς ἀπόνοιαν καὶ ἀποστασίαν νοήσας, καὶ ταύτην ἱκανῶς ἐν τῷ τῆς διανοίας διαθρέψας ὑπερηφάνῳ, οὕτως ἦλθε καὶ εἰς τὸ διαφθεῖραι τοὺς λοιπούς. καὶ ὁ δράκων φησὶν ἑστήκει ἐνώπιον τῆς γυναικὸς τῆς μελλού 141 σης τεκεῖν, ἵνα ὅταν τέκῃ τὸ τέκνον αὐτῆς καταφάγῃ. ἐκ τῶν περὶ τὸν Κύριον συμβεβηκότων ὡς τεχθήσεται ὁ καταλύσων αὐτοῦ τὴν δυναστείαν, ἐπιμελῶς παρετήρει ἵνα ὅταν ἡ παρθένος τέκῃ τὸ τεχθὲν ἀπολέσῃ. τοιγαροῦν οὐκ ἠμέλει, ἀλλ' ἐπήγειρε τὸν Ἡρώδην διαφθεῖραι τὸ παιδίον τὸν ἄρρενα καὶ ἀνδρεῖον; τὸν μηδὲν ἔκλυτον ἔχοντα καὶ γυναικῶδες. πρὶν γὰρ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, ὁ Ἡσαΐας ἡμᾶς εὐαγγελίζεται, λήψεται δύναμιν ∆αμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας ἐναντίον βασιλέως Ἀσσυρίων. καὶ τίς ἐστιν οὗτος ὁ τεχθεὶς, ὁ ἄρρην, ἀποκάλυψον ἡμῖν σαφέστερον, ὦ Ἰωάννη, ὅς φησι ποιμαίνειν παντὰ τὰ ἔθνη ῥάβδῳ σιδηρᾷ. ἀναφανδὸν ἡμῖν, ὦ θεσπέσιε, τὸν ἡμέτερον σωτῆρα καὶ κύριον εἴρηκας Ἰησοῦν τὸν Χριστόν· αὐτῷ γὰρ ἐπήγγελται παρὰ τοῦ οἰκείου πατρὸς αἴτησαι παρ' ἐμοῦ καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσιν σου τὰ πέρατα τῆς γῆς· ποιμανεῖς αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ ὡς σκεύη κεραμέως συντρίψεις αὐτούς. καὶ ἡρπάσθη φησὶ τὸ τέκνον αὐτῆς πρὸς τὸν Θεὸν καὶ πρὸς τὸν θρόνον αὐτοῦ. ὁ μὲν δράκων ὁ ἰοβόλος ἐνήδρευε, καὶ τὸν Ἡρώδην παρέθηγεν ἀνελεῖν τὰ ἐν τῇ Βηθλεὲμ παιδία, ὡς ἐν ἐκείνοις πάντη τὸν Κύριον εὑρήσων. τὸ παιδίον δὲ προνοίᾳ τοῦ πατρὸς διέφυγε τὴν ἐπιβουλήν· ἤκουσε γὰρ χρηματισμὸν ὁ Ἰωσὴφ παραλαβεῖν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ καὶ φεύγειν