1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

44

ἀνθρώπων περὶ τὸν Ποιητὴν ἀγνωμοσύνην οὕτω πως μιμουμένη· ὁ δὲ ἀνιᾶται, καὶ δανειστὰς περισκοπεῖ, καὶ γραμμα τεῖα διαγράφει, καὶ τὴν αὐθαίρετον ἐπισπᾶται δουλείαν. Ἤνεγκεν ἡ γῆ τοὺς καρποὺς, καὶ βρίθει ταῖς ὠδῖσι, καὶ τοῖς ληΐοις καλύπτεται, καὶ βαροῦσα τῷ πλήθει τοῦ καρποῦ τῶν δένδρων τοὺς κλάδους πρὸς ἑαυτὴν νεύειν καταναγκάζει· ὁ δὲ πάλιν ἑτέρως κεντεῖται· τῶν καρπῶν γὰρ τοὺς ὠνητὰς πε ρισκοπῶν οὐχ εὑρίσκει, καὶ γίνεται αὐτῷ τῆς εὐ καρπίας ἡ εὐθηνία μικρῷ τινι ἀφορητοτέρα. Οὐ μό νον δὲ αὐτοῖς μεθ' ἡμέραν αἱ φροντίδες ἐπίασι, καὶ τὴν ψυχὴν περιστοιχίζουσι καὶ κυκῶσιν, ἀλλὰ καὶ νύκτωρ χαλεπώτερον πολεμοῦσιν. Ἡσυχάζουσα γὰρ ἡ ψυχὴ, καὶ τῶν ἔξωθεν πραγμάτων ἀπηλλαγ μένη, ἀκριβέστερον τῶν οἰκείων, ἢ ἀγαθῶν, ἢ κακῶν ἐπαισθάνεται. Ὁ δὲ οἰκέτης τῷ σώματι δουλεύων, ἐλευθέραν ἔχει τὴν ψυχὴν, καὶ τούτων ἁπάντων ἀπηλλαγμένην. Οὐ γὰρ ὀδύρεται γῆς ἀκαρπίαν, οὐδὲ ὠνίων ἀπρασίαν ὀλοφύρεται· οὐκ ἀλγύνεται τὸν δα νειστὴν θεωρῶν, οὐ δέδιε πρακτόρων ἐσμὸν, δικαστηρίοις προσεδρεύειν οὐκ ἀναγκάζεται, οὐδὲ δειμαίνει τοῦ κήρυκος τὴν φωνὴν, οὐδὲ δικαστὴν βλοσυρὸν δεικνύντα τὸ ὄμμα· μέτρῳ λαμβάνει τὸ σιτηρέσιον, ἀλλὰ φροντίδος ἀπηλλαγμένον. Ἐπ' 83.680 ἐδάφους καθεύδει, ἀλλ' οὐ μέριμνα τὸν ὕπνον ἐξ ελαύνει, ἀλλὰ γλυκὺς αὐτοῦ τοῖς βλεφάροις ἐπιχεό μενος οὐκ ἐᾷ τῆς τοῦ ἐδάφους ἀντιτυπίας αἰσθάνε σθαι. Καὶ τοῦτο φυσιολογῶν ὁ Σοφὸς ἔλεγε· «Γλυκὺς ὁ ὕπνος τῷ δούλῳ.» Ἑνὶ χιτωνίῳ τὸ σῶμα κα λύπτει, ἀλλὰ ῥωμαλεώτερον ἔχει τοῦ δεσπότου τὸ σῶμα. Ἄρτον ἐσθίει πιτυρίαν, οὐδὲ μικροῦ προσ οψήματος ἀπολαύων· ἀλλ' ἥδιον τοῦ δεσπότου τῆς τροφῆς ἀπολαύει. Ὁ μὲν γὰρ διηνεκῶς γαστριζόμε νος, καὶ τοῦ κόρου τοὺς ὅρους ὑπερβαίνων, ὠθεῖ τὰ σιτία, καὶ κατ' ἀνάγκην τῇ γαστρὶ παραπέμπει· ὁ δὲ τῇ χρείᾳ μετρῶν τὴν μετάληψιν, καὶ τὸν χοίνικα τὸν διδόμενον οἰκονομικῶς διαιρῶν, ὀρεγόμενος τὴν τροφὴν ὑποδέχεται, καὶ πέττει ῥᾳδίως, συνεργὸν λαβὼν τὸν πόνον. Σὺ δὲ τὴν μὲν δουλείαν βλέπεις, τὴν δὲ ὑγείαν οὐ βλέπεις· καὶ τὴν μὲν δια κονίαν ὁρᾷς, τὴν δὲ θυμηδίαν οὐ θεωρεῖς· καὶ τοῦ μὲν πόνου κατηγορεῖς, τὸν δὲ ἀφρόντιδα βίον οὐ μακαρίζεις· καὶ τὴν μὲν ὑπουργίαν διαβάλλεις, τὸν δὲ ἥδιστον ὕπνον οὐ βλέπεις. Καὶ μὴν ἔδει κἀντεῦθεν τὴν τοῦ Θεοῦ πρόνοιαν κατιδεῖν, καὶ τὴν τῆς οἰκονο μίας ἰσότητα θεωρῆσαι. Ἐπειδὴ γὰρ ἡ τῆς ἁμαρτίας ἀνάγκη εἰς ἡγεμονίαν καὶ δουλείαν τῶν ἀνθρώπων τὴν φύσιν διένειμε, τῇ μὲν μετὰ τῆς ἡγεμονίας καὶ τὰς φροντίδας συνέζευξε, καὶ ἀγρυπνίας συνεκλή ρωσε, καὶ νόσους πλείους ἀπένειμε· τῇ δὲ δουλείᾳ, πλείονα δέδωκε τὴν ὑγείαν, καὶ ἡδίω τῆς τροφῆς τὴν ἀπόλαυσιν, καὶ ὕπνον ἡδὺν καὶ μακρότερον, λῦσαι τοῦ κόπου τὸ σῶμα δυνάμενον, καὶ πρὸς τοὺς πόνους αὐτὸ τῆς ὑστεραίας ἐῤῥωμενέστερον ἀποφῆναι. Μὴ τοίνυν μόνους ὅρα τοὺς πόνους, ἀλλὰ καὶ τὰς τῶν πόνων θεώρει παραμυθίας, καὶ τὸν τῶν ὅλων Πρύτανιν διὰ πάντων ἀνύμνει. Τί δήποτε δὲ διαβάλ λεις τοὺς πόνους ὁ πάντα ῥᾳδίως συκοφαντῶν; Τί τῶν ἀνθρωπίνων ἀγαθῶν δίχα πόνου κατορθοῦται; Ποίαν εὐκληρίαν τῶν ἀνθρώπων ἡ φύσις οὐ διὰ πό νων καρποῦται; Τὰ ἐκ γηπονίας ἀγαθὰ διὰ πόνων καρπούμεθα, καὶ τοὺς τῆς ἐμπορίας καρ πούς· πόλεις οἰκοδομοῦμεν, μετὰ πόνου ταύτας κατασκευάζοντες· πόνων ἡγουμένων, οἰκιῶν ἀπο λαύομεν, ἐσθῆτι τὸ σῶμα καλύπτομεν, ὑποδήματα τοῖς ποσὶ περιτίθεμεν, σιτία παντοδαπὰ προσφερό μεθα. Καὶ τί δεῖ πάσας καταλέγειν τῶν ἀνθρώπων τὰς χρείας, ὧν οἱ πόνοι δημιουργοί; Ἀλλ' ἔοικας κηφήν τις εἶναι, καὶ ἀργίᾳ συντεθραμμένος, καὶ τῶν ἀλλοτρίων πόνων δρεπόμενος τοὺς καρποὺς, οὐδὲν δὲ αὐτὸς συνεισφέρων τῷ βίῳ, ἀλλὰ γλῶτταν μόνην, πάντα σκώπτειν πεπιστευμένην. Ἀλλὰ καὶ τοῦτον τὸν ὕθλον, καὶ τὴν πολλὴν ἀδολεσχίαν, ἡ ἀργία γεγέννηκεν. Ὁ γὰρ πόνοις ἐσχολακὼς, ὀλίγα μὲν φθέγγεται, πολλὰ δὲ λίαν ἐργάζεται. Εἰ τοίνυν πόνῳ τῶν ἀγαθῶν