1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

45

τε πάθος τῆς ἐν λόγοις προ πετείας θεραπευθῶσι, καὶ δυνηθῶσι μαθεῖν ἐπὶ σχο λῆς, πότε, καὶ τί, καὶ πῶς λαλεῖν δεῖ, ἵνα, καθὼς γέγραπται, ∆ῷ χάριν τοῖς ἀκούουσιν. ΕΡΩΤΗΣΙΣ ΣΘʹ. Πῶς δυνηθῶμεν φοβηθῆναι τὰ κρίματα τοῦ Θεοῦ. ΑΠΟΚΡΙΣΙΣ. Κατὰ φύσιν ἡ προσδοκία παντὸς δεινοῦ φόβου ἐστὶ ποιητική. Οὕτω γὰρ καὶ τὰ θηρία φοβούμεθα, καὶ τοὺς ἄρχοντας, κακοῦ τινος πεῖραν ἐξ αὐτῶν προσ δοκῶντες. Ἐὰν οὖν τις πιστεύσῃ, ὅτι ἀληθεῖς εἰσιν αἱ ἀπειλαὶ τοῦ Κυρίου, καὶ προσδοκήσῃ τὴν φρικώδη καὶ δεινοτάτην αὐτῶν πεῖραν φοβεῖται τὰ κρί ματα τοῦ Θεοῦ. ΕΡΩΤΗΣΙΣ ΣΙʹ. Τίς ἐστιν ἡ τοῦ Ἀποστόλου παραδεδομένη καταστολὴ κόσμιος. ΑΠΟΚΡΙΣΙΣ. Ἡ πρὸς τὸν σκοπὸν τὸν ἴδιον σεμνοπρεπὴς χρῆσις, 31.1224 ἐστοχασμένη καιροῦ, τόπου, προσώπου, χρείας. Οὐ γὰρ τὰ αὐτὰ ἐγκρίνει ὁ λόγος σκεπάσματα ἐν καιρῷ χειμῶνος καὶ θέρους, οὔτε τὸ αὐτὸ σχῆμα τοῦ ἐργάτου καὶ τοῦ ἀναπαυομένου, τοῦ ὑπηρετοῦντος καὶ τοῦ θεραπευομένου, τοῦ στρατιώτου καὶ τοῦ ἰδιώτου, ἢ ἀνδρὸς καὶ γυναικός. ΕΡΩΤΗΣΙΣ ΣΙΑʹ. Τί τὸ μέτρον τῆς πρὸς Θεὸν ἀγάπης. ΑΠΟΚΡΙΣΙΣ. Τὸ ὑπὲρ δύναμιν ἀεὶ τὴν ψυχὴν ἐπεκτείνεσθαι πρὸς τὸ τοῦ Θεοῦ θέλημα, κατὰ σκοπὸν καὶ ἐπιθυμίαν τῆς αὐτοῦ δόξης. ΕΡΩΤΗΣΙΣ ΣΙΒʹ. Πῶς κατορθοῦται ἡ πρὸς Θεὸν ἀγάπη. ΑΠΟΚΡΙΣΙΣ Ἐὰν εὐσυνειδήτως καὶ εὐγνωμόνως διατεθῶμεν ἐπὶ ταῖς παρ' αὐτοῦ εὐεργεσίαις· ὅπερ καὶ τοῖς ἀλόγοις ὑπάρχει. Ὁρῶμεν γὰρ τοὺς κύνας τὸν διδόντα ἄρτον μόνον ἀγαπῶντας· μανθάνομεν δὲ τοῦτο καὶ ἐκ τῶν διὰ Ἡσαΐου τοῦ προφήτου ἐγκλη ματικῶς εἰρημένων οὕτως· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα· αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν. Ὥσπερ γὰρ τῷ βοῒ καὶ τῷ ὄνῳ ἐκ τῆς παρὰ τοῦ τρέφοντος εὐεργεσίας ἡ πρὸς αὐτὸν ἀγάπη αὐτομάτως ἐγγίνεται· οὕτω καὶ ἡμεῖς, ἐὰν εὐαισθή τως καὶ εὐγνωμόνως τὰς εὐεργεσίας δεξώμεθα, πῶς οὐκ ἀγαπήσομεν τὸν τοσούτων καὶ τηλικούτων εὐερ γέτην Θεὸν, κατὰ φύσιν, ἵνα οὕτως εἴπω, καὶ ἀδι δάκτως τῆς τοιαύτης διαθέσεως τῇ ὑγιαινούσῃ ψυχῇ ἐγγινομένης; ΕΡΩΤΗΣΙΣ ΣΙΓʹ. Τίνα ἐστὶ τὰ γνωρίσματα τῆς πρὸς Θεὸν ἀγάπης. ΑΠΟΚΡΙΣΙΣ. Αὐτὸς ὁ Κύριος ἐδίδαξεν ἡμᾶς, εἰπών· Ἐὰν ἀγαπᾶτέ με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσατε. ΕΡΩΤΗΣΙΣ ΣΙ∆ʹ Χρηστότης καὶ ἀγαθωσύνη τίνι διαφέρουσιν ἀλλήλων. ΑΠΟΚΡΙΣΙΣ. Τοῦ ∆αβὶδ εἰπόντος ποτὲ μέν· Χρηστὸς Κύριος τοῖς σύμπασι, καὶ, Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν· ποτὲ δὲ, Ἀγάθυνον, Κύριε, τοῖς ἀγαθοῖς· καὶ τοῦ Ἱερεμίου, Ἀγαθὸς Κύριος τοῖς ὑπομένουσιν αὐτὸν, πλατυτέραν οἶμαι εἶναι τὴν 31.1225 χρηστότητα, εἰς εὐεργεσίαν τῶν ὁπωσδηποτοῦν ἐπιδεομένων ταύτης· συνηγμένην δὲ μᾶλλον τὴν ἀγαθωσύνην, καὶ τοῖς τῆς δικαιοσύνης λόγοις ἐν ταῖς εὐεργεσίαις συγχρωμένην. ΕΡΩΤΗΣΙΣ ΣΙΕʹ. Τίς ἐστιν ὁ ὑπὸ τοῦ Κυρίου μακαριζόμενος εἰρη νοποιός. ΑΠΟΚΡΙΣΙΣ. Ὁ τῷ Κυρίῳ συνεργῶν, κατὰ τὸν Ἀπόστολον εἰπόντα· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι' ἡμῶν· δεόμεθα ὑπὲρ Χριστοῦ, καταλλάγητε τῷ Θεῷ· καὶ πάλιν· ∆ι καιωθέντες ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεόν. Ἡ γὰρ ἄλλως ἔχουσα εἰρήνη ἠρνήθη ὑπὸ τοῦ Κυρίου εἰπόντος· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· οὐ καθὼς ὁ κόσμος δίδωσιν, ἐγὼ δίδωμι ὑμῖν. ΕΡΩΤΗΣΙΣ ΣΙʹ. Ἐν τίνι στραφῆναι δεῖ καὶ γενέσθαι ὡς τὰ νή πια. ΑΠΟΚΡΙΣΙΣ. Αὐτὴ ἡ περικοπὴ τοῦ Εὐαγγελίου διδάσκει ἡμᾶς, τὴν ὑπόθεσιν δηλοῦσα πρὸς ἣν εἴρηται τοῦτο· ὥστε μὴ ζητεῖν ὑπεροχὴν, τὴν δὲ ἰσοτιμίαν τῆς φύσεως γνωρίζειν, καὶ ἀγαπᾷν τὸ ἰσότιμον πρὸς τοὺς ἐλατ τοῦσθαι δοκοῦντας ἔν τισι. Τοιαῦτα γάρ ἐστι καὶ τὰ παιδία πρὸς ἄλληλα, τά γε μήπω προσεθισθέντα τῇ τῶν ἀναστρεφομένων κακίᾳ. ΕΡΩΤΗΣΙΣ ΣΙΖʹ. Πῶς δεξόμεθα τὴν βασιλείαν τοῦ Θεοῦ ὡς παιδίον. ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν τοιοῦτοι γενώμεθα πρὸς τὴν διδασκαλίαν τοῦ Κυρίου, οἷόν ἐστι τὸ παιδίον ἐν τοῖς μαθήμασι· μὴ ἀντιλέγον, μήτε δικαιολογούμενον πρὸς τοὺς διδα σκάλους, πιστῶς δὲ καὶ εὐπειθῶς δεχόμενον τὰ δι δάγματα. ΕΡΩΤΗΣΙΣ ΣΙΗʹ. Ποίαν σύνεσιν αἰτεῖν παρὰ τοῦ