45
ματαίων σημαίνεται· ὡς ἐὰν λέγῃ· "καὶ γνώσῃ ὅπου ἦσθα, ὅτε ἐπεποίθεις ἐπὶ τοῖς ματαίοις", ἐπὶ τοῖς προσκαίροις. δύναται καὶ αὐτὰ τὰ ἁμαρτήματα. "ἐπὶ ματαίῳ" αὐτὴν ἔλαβεν ὁ ἐγειρόμενος τὸ πρωὶ καὶ πίνων τὸν οἶνον καὶ μένων τὸ ὀψὲ ὥστε ὑπὸ τοῦ οἴνου συνκαίεσθαι· "οὐαὶ" γὰρ "οἱ ἐγειρόμενοι τὸ πρωὶ καὶ τὸ σίκερα διώκοντες καὶ μένοντες τὸ ὀψέ· ὁ δὲ οἶνος αὐτοὺς συνκαύσει". ἄλλως πάλιν σπουδὴν ἔχουσιν ἐξ ἕω ἀνίστασθαι καὶ σπεύδειν ἐπὶ δικαστήρια, οἷς παρέπεται τὸ ἀδικεῖν. οὗτος "ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ ἔλαβεν". συνᾴδει καὶ τὸ ἐν Ἰσαίᾳ λεγόμενον πρός τινας· "ματαία ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν". ὧδε πνεῦμα ἡ γνώμη. παραπλησίως τοῦτο καὶ τῷ εἰρημένῳ περὶ τῆς παρθένου, ὅτι ὥσπερ σώματι, οὕτω καὶ πνεύματι ἁγία ἐστίν, γνώμῃ καὶ νῷ. "ματαία" οὖν "ἡ ἰσχὺς τοῦ πνεύματος ὑμῶν". ἐάν τις οὖν τὸν νοῦν αὐτοῦ καὶ τὴν γνώμην ὀδυνᾶται ταῖς "βιωτικαῖς φροντίσεσιν" εἰς τὰ μάταια, ματαίαν τὴν ἰσχὺν ἔχει. τὴν τοῦ νοεῖν δύναμιν εἰς τὰ μάταια ἀναλίσκουσιν. ἔστιν γοῦν ἰδεῖν τοὺς τοιούτους καὶ κακουργοτέρους. πάνυ ὅλην τὴν ἰσχὺν τοῦ νοῦ εἰς ταῦτα ἀναλίσκουσιν. δευτέρα ἀπόδοσις εἰς τό· "ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ"· κατεσκεύασεν ὁ θεὸς τὸν ἄνθρωπον λογικόν, οὐχ ἵνα μόνον ἔχῃ λογισμὸν καὶ μηδὲν κατ' αὐτὸν πράττῃ· διὰ τοῦτο γὰρ τὸν λογικὸν πεποίηκεν, ἵνα δέχηται ἀρετὴν καὶ ἐνεργῇ αὐτήν. "ἐπὶ ματαίῳ τὴν ψυχὴν ἑαυτοῦ ἔλαβεν" οὐ θεοῦ οὕτως αὐτὴν δεδωκότος, ἀλλὰ αὐτοῦ οὕτως αὐτὴν εἰληφότος. ὡς εἴ τις λέγοι οἷον· πεποίηκεν ἐκ ψυχῆς καὶ σώμα τος τὸν ἄνθρωπον, καί εἰσίν τινα τῆς ψυχῆς κινήματα, εἰσὶν δὲ καὶ τοῦ σώματος. ἔχομεν ἐνέργειαν μελῶν τὸ βαδίζ̣ειν̣, τὸ διὰ χειρῶν τι ποιεῖν, τὸ ὁρᾶν. ἐάν τις οὖν, φέρε, πόδας ἔχων μηδέποτε βαδίζῃ, τρόπον τινὰ "ἐπὶ ματαίῳ" τοὺς πόδας ἔχει. καὶ πρὸς ἀναγωγὴν δέ· τὰ ἑξῆς τῶν προτέρων στίχων βιάζεται καὶ αὐτοὺς ἀναγαγεῖν. "τοῦ κυρίου" ἐστὶν "ἡ γῆ" ἐκείνη "ἡ καρδία ἡ καλὴ καὶ ἀγαθὴ" ἡ δεξαμένη ὃν ἔβαλεν Ἰησοῦς σπόρον καὶ ἑκατονταπλασίω ἐκαρποφόρησεν ἢ εἰς ἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα. πολλάκις εἶπον, ὅτι τὰ νοητὰ δύναται κατὰ πλείονας ἐπινοίας τὰ αὐτὰ λαμβάνεσθαι, ὅτε ἔλεγον τὴν ψυχὴν λέγε68 σθαι καὶ πρόβατον καὶ φυτόν. ἐνταῦθα οὖν ἡ αὐτὴ γῆ καὶ γῆ ἐστιν καὶ οἰκουμένη. ὅταν οὖν καρποφορῇ τὰς πρακτικὰς ἀρετάς, γῆ ἐστιν πλήρωμα ἔχουσα. ὅταν δὲ τὰ θεῖα χαρίσματα ἔχῃ τοῦ πνεύματος, οἰκουμένη ἐστὶν ἔχουσα τοὺς κατοικοῦντας. οὔκ ἐστιν ἔρημος· οὐ γὰρ εἴρηκεν· "δεῦτε καὶ ἐνκαταλείψωμεν αὐτήν", ὡς τῇ διαβαλλομένῃ οἰκουμένῃ εἴρηται. αὕτη δέ ἐστιν ἡ τῶν Ἰουδαίων συναγωγή. τοῦτο δὲ παρατείνει καὶ εἰς πᾶσαν ψυχὴν ἔχουσαν μὲν πρότερον τὸ οἰκεῖσθαι, παρ' ἰδίαν δὲ αἰτίαν ἐνκαταλειπομένην. συνάπτεται οὖν τούτοις τό· "αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτήν". θάλασσα καὶ θάλασσαι ὁ περὶ γῆν τόπος ὀνομά ζεται καὶ ἡ κατάστασις τῶν ἐνταῦθα διαγόντων. ἐν τρικυμίαις καὶ ἐν ἁλμυρότητι ἐχούσης τὸ εἶναι, τὴν οἴκησιν λέγω, ἐπὶ τούτων τῶν θαλασσῶν ἐθεμελίωσεν. αὕτη δὲ ἡ θάλασσα λαμβάνει τὴν Ἰησοῦ σαγήνην, ἵνα ἐξ αὐτῆς ἀγρευθῶσιν καλὰ ζῷα, οἱ σπουδαῖοι. ἐὰν δὲ οἱ τῆς ἀρετῆς φίλοι οὗτοι οἱ θηρευόμενοι, ἄλλως λέγονται θηρεύεσθαι ἐκ τῆς θαλάσσης, ἵν' ἐκτὸς αὐτῆς γένωνται, καὶ ἄλλως ἐπὶ τῆς θαλάττης τεθεμελιῶσθαι· ὧδε γὰρ θεμελιοῦνται, ἵν' "ἐν ἀγάπῃ τεθεμελιωμένοι καὶ ῥεριζωμένοι" ἀναφανῶσιν. "καὶ ἐπὶ τῶν ποταμῶν" τῶν ῥεόντων ἐκ τῆς κοιλίας τοῦ τὸ πνεῦμα ἔχοντος ἑτοιμάζονται, ἵνα δέχωνται τοὺς ποταμοὺς τούτους τοὺς ἐκ τῆς κοιλίας ἑκάστου τῶν πιςτῶν ῥέοντας. εἰσὶν δὲ τὰ διάφορα τοῦ πνεύματος χαρίσματα οἱ ποταμοί. πρὸς τὸν ἀνακρινόμενον μαθεῖν θέλοντα· "τίς ἐστιν ὁ ἀναβαίνων εἰς τὸ ὄρος τοῦ κυρίου καὶ ἱστάμενος εἰς τὸν τόπον τὸν ἅγιον"; ἀπόκρισις φέρεται· "ζητεῖς τίς ἐστιν ὁ ἀναβαίνων καὶ ἱστάμενος; ὁ ταῖς χερσὶν ἀθῷος καὶ καθαρὸς τῇ καρδίᾳ, ὁ μὴ λαβὼν τὴν ψυχὴν ἐπὶ ματαίῳ"· οὗτός