1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

45

κατὰ τὸ ἀκόλουθον τῇ ἐφεξῆς ἀνόδῳ, νίκην ἐκ νίκης μεταλαμβάνων. ἀναγνώσομαι δέ σοι τῆς ἱστορικῆς ἐπιγραφῆς τὴν ἀκολουθίαν ἔχουσαν οὕτως· Εἰς τὸ τέλος συνέσεως τῷ ∆αβὶδ ἐν τῷ ἐλθεῖν ∆ωὴκ τὸν Ἰδουμαῖον καὶ 5.134 ἀναγγεῖλαι τῷ Σαοὺλ καὶ εἰπεῖν αὐτῷ Ἦλθεν ∆αβὶδ εἰς τὸν οἶκον Ἀβιμέλεχ. δι' ὧν διδάσκομαι ὅτι τοῦτο μὲν εἰς τὸ τέλος τῆς νίκης ἄγει, ὅταν σύνεσις καθηγῆται τοῦ βίου καθ' ὁμοιότητα τοῦ μεγάλου ∆αβίδ. καὶ τότε μάλιστα λυπῶ τὸν ∆ωὴκ τὸν τῆς ἐμῆς σωτηρίας τύραννον, ὅταν ἐν τῷ οἴκῳ τοῦ ἱερέως γένωμαι καὶ ὅταν ἡμιόνων ὑπηρέτης, μηκέτι μοι κατὰ πρόσωπον συμπλέκεσθαι δύναμιν ἔχων, λάθρα κατ' ἐμοῦ τὴν ἐπιβουλὴν ἐξαρτύηται τῷ κατ' ἐμοῦ φονῶντι τὴν παρὰ τῷ ἱερεῖ διαγωγήν μου καταμηνύων. δῆλον δ' ἂν εἴη τίνες εἰσὶν αἱ ἡμίονοι, ὧν ἐπιστατεῖ οὗτος ὁ Ἰδουμαῖος ὁ τὴν ἄγονον βουκολῶν φύσιν, ἐν ᾗ τοῦ θεοῦ ἡ εὐλογία τόπον οὐχ εὗρεν, ἥ φησιν ἐξ ἀρχῆς τὸν πληθυσμὸν ἐντιθεῖσα τῇ κτίσει, ὅτι Αὐξάνεσθε καὶ πληθύνεσθε. οὐ γὰρ ἐκ θεοῦ ὁ πληθυσμὸς τῇ κακίᾳ· ὡς οὐδὲ ἐξ ἀλλήλων ἐστὶν ἡ τοῦ γένους τῶν ἡμιόνων διαδοχή, ἀλλ' ἀεὶ καινοτομεῖ τὸ ζῷον ἡ φύσις τὸ μὴ ὂν ἐν τῇ κτίσει δι' ἑαυτῆς παρασοφιζομένη καὶ παρεισά γουσα. δῆλον δὲ πάντως διὰ τῶν εἰρημένων ἐστὶ πρὸς τίνα σκοπὸν βλέπει ὁ λόγος. εἰ γὰρ πάντα ὅσα ἐποίησεν ὁ κύριος καλὰ λίαν, ἡ δὲ ἡμίονος ἔξω τοῦ καταλόγου τῶν ἐν τῇ κτίσει γεγονότων ἐστίν, δῆλον ἂν εἴη ὅτι πρὸς κακίας ἔνδειξιν τὸ ὄνομα τοῦτο ὑπὸ τῆς ἱστορίας παρείληπται. οὔτε ἐκ θεοῦ οὖν τὴν ὕπαρξιν ἔχει οὔτε γενομένη ὡς γίνεται διαρκεῖ τῇ ὑποστάσει πρὸς τὸ ἴδιον. ὡς γὰρ οὐ συντηρεῖ δι' ἑαυτῆς ἑαυτὴν ἡ τῶν ἡμιόνων φύσις, οὕτως οὐδὲ ἡ κακία μένει κατὰ τὸ διηνεκὲς ἡ αὐτὴ φυλασσομένη, ἀλλὰ πάντοτε γίνεται ἄλλη ὑπ' ἄλλου ζωογονουμένη, ὅταν τὸ εὐγενὲς καὶ γαῦρον τῆς ἐν ἡμῖν φύσεως καὶ ταχὺ καὶ ὑψαύχενον πρὸς ἐπιθυμίαν τῆς ὀνώδους τε καὶ ἀλόγου συζυγίας κατολισθήσῃ. ὁ τοίνυν 5.135 ἀλλόφυλος ἐκεῖνος ∆ωὴκ ὁ τῷ Σαοὺλ κατὰ τοῦ ∆αβὶδ γενόμενος ἄγγελος, ὁ τῆς ἀγόνου ἀγέλης τῶν ἡμιόνων νομεύς, οὐκ ἄν τις ἕτερος εἴη παρὰ τὸν πονηρὸν ἄγγελον τὸν διὰ τῶν ποικίλων τῆς ἁμαρτίας παθημάτων τὴν ἀνθρωπίνην ψυχὴν πρὸς τὸ κακὸν ἐφελκόμενον· ἣν ὅταν ἴδῃ ὅτι ἐν τῷ οἴκῳ τοῦ ἀληθινοῦ ἱερέως ἐστίν, ἀδυνατῶν πλῆξαι αὐτὴν τοῖς τῶν ἡμιόνων λακτίσμασιν, τότε καταμηνύει πρὸς τὸν ἄρχοντα τῆς πονηρίας τοῦ πνεύματος τοῦ ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας. ὁ δὲ ἐρριζωμένος ὡς ἐλαία κατάκαρ πος ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐκείνους ποιεῖται κατὰ τοῦ τυράννου τοὺς λόγους, οὓς ἐν τῇ ψαλμῳδίᾳ ἠκούσαμεν, λέγων Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸς ἀνομίαν, οὗ ἡ γλῶσσα ὡσεὶ ξυρὸν ἠκονημένον, οἷς ἂν ἐπαχθῇ ἀποσυλῶσα τῶν τριχῶν τὴν εὐπρέπειαν καὶ τὰς ἑπτὰ τῶν βοστρύχων σειρὰς ἐν αἷς ἐστιν ἡ δύναμις ἡμῶν ἀποτέμνουσα. νοεῖς δὲ πάντως ἐκ τῆς ἑβδομάδος τῶν πνευματικῶν βοστρύχων τὴν ἔννοιαν, καθὼς ὁ Ἠσαίας τὴν ἑπταχῇ γινομένην τοῦ πνεύματος χάριν ἀπηριθμήσατο· ὧν ἀποτμηθέντων, καθὼς ἐπὶ τοῦ Σαμψὼν συνέβη, ἕπεται τῶν ὀφθαλμῶν ἡ ἀπώλεια καὶ τὸ ἐπιγέλαστον εἶναι τοῖς ἀλλοφύλοις, ὅταν μεθύωσιν. Ἐπάγει δὲ μετὰ τὸ εἰπεῖν, δι' ὧν ὑπογράφεται τὰ τοῦ ἐν κακίᾳ δυνατοῦ ἰδιώματα, ὅτι ὁ θεὸς τοῦτον μὲν καθαιρήσει εἰς τέλος· τέως δὲ νῦν ἐκτιλεῖ καὶ μεταναστεύσει ἀπὸ τοῦ θείου σκηνώματος, καὶ ἐκ τῆς τῶν ζώντων γῆς ἀνορύξει τὰ τῆς πονηρίας αὐτοῦ καὶ πικρίας ῥιζώματα καὶ ὅσα τούτοις κατὰ τὸ ἀκόλουθον περιέχει ἡ ψαλμῳδία πρὸς τὴν αὐτὴν διάνοιαν βλέποντα· δι' ὧν κατορθοῦται τὸ βέβαιον 5.136 τῶν καθὼς εἶπεν ὁ θεῖος ἀπόστολος ἐρριζωμένων ἐν τῇ πίστει. Ἐγὼ γάρ, φησίν, ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ θεοῦ μου ἤλπισα ἐπὶ τὸ ἔλεος τοῦ θεοῦ εἰς τὸν αἰῶνα καὶ τὸ ὑπὲρ τοῦτο διάστημα, οὗ μέτρον ἐστὶν ἡ ἀπειρία, ὅπερ αἰώνων ὀνομάζει αἰῶνα. ἐν τούτῳ καὶ τὴν εὐχαριστίαν κατὰ τὸ ἀΐδιον τῷ θεῷ προσοίσειν κατεπαγγέλλε λέγων· Ἐξομολογήσομαί σοι εἰς τὸν αἰῶνα. σὺ γάρ μοι τὰ ἄξια τῆς εὐχαριστίας ἐποίησας. Καὶ ὑπομενῶ, φησί, τὸ ὄνομά σου. ἀγαθὸν γάρ ἐστιν ἡ ὑπομονὴ τοῖς ὁσίοις σου. ὥσπερ δὲ ἡ πολύχρωμος αἴγλη ἐν διαφόρῳ τῷ τῆς βαφῆς