1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

45

ἀπαλλαγῆναι; «τοῦτον ἔδει ἐξετασθῆναι», φησίν, «τοῦτον ἔδει εὐθύνας ἀπαιτηθῆναι, τὸν σήμερον ὄντα καὶ αὔριον οὐκέτι;» 114 14,4 τίς γὰρ ἔσται καθαρὸς ἀπὸ ῥύπου; οὐδείς, 14,5a ἐὰν καὶ μιᾶς ἡμέρας γένηται ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς, 5b ἀριθμητοὶ δὲ μῆνες αὐτοῦ παρ' αὐτῷ. 5c εἰς χρόνον ἔθου, καὶ οὐ μὴ ὑπερβῇ. 14,6a ἀπόστα ἀπ' ἐμοῦ, ἵνα ἡσυχάσω 6b καὶ εὐδοκήσω τὸν βίον μου ὥσπερ μισθωτός. ὁρᾷς πάλιν ἐπὶ τὴν φύσιν καταφεύγοντα; «ὅτι οὐδὲ δυνατόν», φησίν, «εἶναι καθαρόν, οὐ μόνον διὰ τὸ εὐτελὲς οὐδὲ διὰ τὸ ὀλιγοχρόνιον οὐδὲ διὰ τὸ ἀθυμίας γέμειν ἐν τῷ βίῳ, ἀλλ' ὅτι οὐδὲ δυνατὸν καθαρὸν εἶναι, ἀπόστα ἀπ' ἐμοῦ», φησίν, «ἵνα ἡσυχάσω καὶ εὐδοκήσω τὸν βίον μου ὥσπερ μισθωτός. τὸ ὀλιγοχρόνιον πάλιν καὶ ἐπίπονον καὶ ταλαίπωρον, καταπονούμενον καὶ ταλαιπωρούμενον, κέλευσον ἐν ἡσυχίᾳ εἶναι.» εἶτα δείκνυσιν, ὅτι πάντων ἀθλιώτερος ὁ ἄνθρωπος καὶ δένδρων καὶ ποταμῶν καὶ θαλάσσης· 14,7a ἔστι γάρ, φησίν, δένδρων ἐλπίς· 7b ἐὰν δὲ καὶ ἐκκοπῇ, πάλιν ἀνθήσει 7c καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ ἐκλίπῃ. 14,8a ἐὰν γὰρ γηράσῃ ἐν γῇ ἡ ῥίζα αὐτοῦ, 8b ἐν δὲ πέτραις τελευτήσῃ τὸ στέλεχος αὐτοῦ, 14,9a ἀπὸ ὀσμῆς ὕδατος ἀνθήσει 9b καὶ ποιήσει θερισμὸν ὥσπερ νεόφυτον. 14,10a ἀνὴρ δὲ τελευτήσας ᾤχετο 10b καὶ πεσὼν βροτὸς οὐκέτι ἔσται. εἶτά φησιν· 14,11a χρόνῳ δὲ σπανίζεται θάλασσα, 11b ποταμοὶ δὲ ἐρημωθέντες ξηρανθήσονται; 14,12a ἄνθρωπος δὲ κοιμηθεὶς οὐ μὴ ἀναστῇ καὶ οὐ μὴ ἐξεγερθῇ, 12b ἕως ἂν ὁ οὐρανὸς παλαιωθῇ, 12c καὶ οὐκ ἐξυπνισθήσονται ἐξ ὕπνου αὐτῶν. τοῦτο λέγει, ὅτι οὐδὲ θάλασσα τοῦτο πάσχει τῷ χρόνῳ, ἀλλὰ 115 ταῦτα μὲν ἀθάνατα, ὡς καί τινες τῶν ἔξωθεν εἰρήκασιν· «ἕως ἄν», φησίν, «ποταμοὶ ῥεύσωσι καὶ σκιαὶ τῶν δένδρων ὦσιν.» «οὐ θάλασσα, οὐ ποταμὸς διακόπτεται, ὁ δὲ ἄνθρωπος ὑπομένει τοῦτο. εἴθε γὰρ τοῦτο ἦν ὥστε ἀποθανεῖν ἡμᾶς καὶ πάλιν ἀναζῆν· ἀλλ' οὐκ ἔστι τοῦτο.» 14,13a εἰ γὰρ ὤφελον ἐν ᾅδῃ με, φησίν, φυλάξεις, 13b καλύψεις δέ με, ἕως ἂν παύσηταί σου ἡ ὀργή, 13c καὶ τάξεις μοι χρόνον, ἐν ᾧ μνείαν μου ποιήσῃ. 14,14a ἐὰν γὰρ ἀποθάνῃ ἄνθρωπος, ζήσεται 14b συντελέσας τὰς ἡμέρας τοῦ βίου αὐτοῦ; 14c ὑπομενῶ, ἕως πάλιν γένωμαι. 14,15a εἶτα καλέσεις με, ἐγὼ δέ σοι ὑπακούσομαι. 15b τὰ δὲ ἔργα τῶν χειρῶν σου μὴ ἀποποιοῦ. «οὐ τοίνυν ἔστιν», φησίν, «ὑπομεῖναι· εἰ γὰρ τοῦτο ἦν, ὑπέμεινα ἄν, ἕως πάλιν ἀναστῶ. εἰ γὰρ ὤφελον», φησίν, «ἐν ᾅδῃ με καλύψεις, καὶ ὑπέμενον, ἕως ἂν τοιοῦτος γένωμαι, καὶ καλέσαντός σου ὑπήκουον. ἀλλ' οὐκ ἔστι ταῦτα. τί οὖν; εἰ καὶ μὴ ἔστιν ἓν τούτων, διὰ τὸ ἔργον εἶναι σὸν μὴ ἀπορρίψῃς με.» 14,16a ἠρίθμησας δέ μου τὰ ἐπιτηδεύματα, 16b καὶ οὐ μὴ παρέλθῃ σε οὐδὲν τῶν ἁμαρτιῶν μου. 14,17a ἐσφράγισας δέ μου τὰ ἁμαρτήματα ἐν βαλαντίῳ 17b καὶ ἐπεσημήνω δέ, εἴ τι ἄκων παρέβην. «ἀπὸ τούτου βούλομαι σωθῆναι», φησίν, «ἀπὸ τοῦ ἔργον εἶναι χειρῶν σου, ἀπὸ δὲ δικαιοσύνης οὐδαμῶς οὐδὲ ἀπὸ τοῦ δύνασθαί σε ἀπατᾶσθαι ἢ ἐπιλελῆσθαι τῶν πλημμελημάτων τῶν ἐμῶν. οὐ γὰρ δυνατὸν λαθεῖν σέ τι τῶν ἐμῶν κακῶν.» εἶτά φησιν· 14,18a καὶ πλὴν ὄρος πῖπτον πεσεῖται, 18b καὶ πέτρα παλαιωθήσεται ἐκ τοῦ τόπου αὐτῆς. 14,19a λίθους ἐλέαναν ὕδατα 19b καὶ κατέκλυσαν ὕδατα ὕπτια τοῦ χώματος τῆς γῆς, 19c καὶ ὑπομονὴν ἀνθρώπου ἀπώλεσας. 14, 20a ὤσας αὐτὸν εἰς τέλος καὶ ᾤχετο, 20b καὶ ἐπέστησας 116 αὐτῷ τὸ πρόσωπόν σου καὶ ἐξαπεστάλη. 14,21a πολλῶν δὲ γενομένων τῶν υἱῶν αὐτοῦ οὐκ οἶδεν, 21b ἐάν τε ὀλίγοι γένωνται, οὐκ ἐπίσταται. 14,22a ἀλλ' ἢ αἱ σάρκες αὐτοῦ ἤλγησαν, 22b ἡ δὲ ψυχὴ αὐτοῦ ἐπ' αὐτῷ ἐπένθησεν. «κολάζεται», φησίν, «ἄνθρωπος, ὅτι καὶ πολλοὺς ἔχων υἱοὺς οὐκ οἶδεν. μετὰ γὰρ τὸ ἀποθανεῖν αὐτὸν πολλάκις καὶ τῆς εὐπραγίας, ἧς ζῶν ἀπήλαυσεν ἄν, ἀποστερεῖται. τί γὰρ ὄφελος παῖδας καταλιπεῖν, ὅταν αὐτὸς ἀπέλθῃ;» ὁρᾷς; πανταχοῦ τὸ ὀλιγοχρόνιον αἰτιᾶται καὶ τὸ μηκέτι ἔχειν ἀναστρέψαι μηδὲ ἐπανελθεῖν ἐνταῦθα. «θῶμεν», γάρ φησιν, «ὅτι καταλιμπάνει υἱούς, ἀλλ' οὐκ αἰσθάνεται τῶν ἀγαθῶν. ἄν τε ὀλίγοι γένωνται ἄν τε πολλοὶ οἱ παῖδες, οὐκ οἶδεν. τί τοίνυν ἀθλιώτερον; ὅταν εὖ πράττων ἀγνοῇ; ὅταν μόνος ἀπέρχηται εἰδὼς τὰ οἰκεῖα