45
οὐ μικρὰν ταύτην ἐλάβομεν ἀμοιβὴν, τῷ μὴ καταπίπτειν ἐπὶ μηδενὶ τῶν συμπιπτόντων δεινῶν, ἀλλὰ τῇ τῶν μελλόντων ἐλπίδι παραμυθίας ἀπολαύειν πολλῆς. Ὥσπερ οὖν ἑκατέρωθεν ἡμεῖς κερδαίνομεν, οὕτως ὁ ἄπιστος ἑκατέρωθεν κα48.1022 ταβλάπτεται, καὶ τῷ κολάζεσθαι ὕστερον διὰ τὴν τῆς ἀναστάσεως ἀπιστίαν, καὶ τῷ καταπίπτειν ἐπὶ τοῖς παροῦσι πράγμασι, διὰ τὸ μηδὲν προσδοκᾷν μετὰ ταῦτα χρηστόν. Οὐ τοίνυν διὰ τὴν ἀνάστασιν μόνον ὀφείλομεν εὐχαριστεῖν τῷ Θεῷ, ἀλλὰ καὶ διὰ τὴν ἐλπίδα τῆς ἀναστάσεως, ἣ καὶ τὴν ὀδυνωμένην δύναται παραμυθήσασθαι ψυχὴν, καὶ πεῖσαι περὶ τῶν ἀπελθόντων θαῤῥεῖν, ὡς ἀναστησομένων πάλιν καὶ συνεσομένων ἡμῖν. Εἰ γὰρ ἀλγεῖν χρὴ καὶ πενθεῖν, τοὺς ἐν ἁμαρτίαις ζῶντας πενθεῖν δεῖ καὶ ὀδύρεσθαι, οὐ τοὺς ἀπελθόντας μετ' ἀρετῆς. Οὕτω καὶ Παῦλος ποιεῖ· Κορινθίοις γὰρ ἐπιστέλλων φησί· Μή πως ἐλθόντα με πρὸς ὑμᾶς ταπεινώσῃ ὁ Θεὸς, καὶ πενθήσω πολλούς. Οὐκ εἶπε τῶν ἀποθανόντων, ἀλλὰ τῶν προημαρτηκότων, καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀσελγείᾳ καὶ ἀκαθαρσίᾳ ᾗ ἔπραξαν· τούτους δεῖ πενθεῖν. Οὕτω καὶ ἄλλος παραινεῖ λέγων· Κλαῦσον ἐπὶ νεκρῷ, ἐξέλιπε γὰρ φῶς· καὶ ἐπὶ μωρῷ κλαῦσον, ἐξέλιπε γὰρ σύνεσις. Ὀλίγον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι ἀναπέπαυται, τοῦ δὲ μωροῦ ὑπὲρ τὸν θάνατον ἡ ζωὴ πονηρά. Εἰ δὲ ὁ συνέσεως ἀπεστερημένος διαπαντὸς ἄξιος ἂν εἴη θρηνεῖσθαι, πολλῷ μᾶλλον ὁ δικαιοσύνης ἔρημος, καὶ τῆς κατὰ Θεὸν ἐλπίδος ἐκπεπτωκώς. Τούτους οὖν πενθῶμεν ἡμεῖς· τοῦτο μὲν γὰρ ἔχει κέρδος τὸ πένθος. Πολλάκις γοῦν τοὺς τοιούτους θρηνοῦντες διωρθωσάμεθα. Τὸ δὲ ἐπὶ τοῖς ἀπελθοῦσιν, ἀνόνητον ὁμοῦ καὶ βλαβερόν. Μὴ τοίνυν ἀντιστρέψωμεν τὴν τάξιν, ἀλλ' ἁμαρτίαν θρηνῶμεν μόνον· τὰ δὲ ἄλλα πάντα, κἂν πενία, κἂν νόσος, κἂν θάνατος ἄωρος, κἂν ἐπήρεια, κἂν συκοφαντία, κἂν ὁτιοῦν προσπίπτῃ τῶν ἀνθρωπίνων κακῶν, πάντα γενναίως φέρωμεν. Ὑπόθεσις γὰρ ἡμῖν τὰ δεινὰ ταῦτα στεφάνων εἰσὶ πλειόνων, ἂν νήφωμεν. δʹ. Καὶ πῶς ἔστιν ἄνθρωπον ὄντα, φησὶ, μὴ ἀλγεῖν; Τοὐναντίον μὲν οὖν λέγω· πῶς ἔστιν ἄνθρωπον ὄντα ἀλγεῖν, λόγῳ τιμηθέντα καὶ λογισμῷ, καὶ ταῖς περὶ τῶν μελλόντων ἐλπίσι; Καὶ τίς ἐστιν, ὃς οὐχ ἑάλω τῷ πάθει τούτῳ; φησί. Πολλοὶ καὶ πολλαχοῦ, καὶ ἐφ' ἡμῶν, καὶ ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων. Ὁ γοῦν Ἰὼβ, ὁλοκλήρου τοῦ χοροῦ τῶν παίδων ἀπελθόντος, ἄκουσον τί φησιν· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Θαυμαστὰ μὲν οὖν ταῦτα καὶ ἁπλῶς ἀκουόμενα· ἂν δὲ καὶ μετ' ἀκριβείας ἐξετάσῃς αὐτὰ, τότε μειζόνως ὄψει τὸ θαῦμα. Ἐννόησον γὰρ, ὅτι οὐχὶ τοὺς ἡμίσεις ἔλαβεν ὁ διάβολος, καὶ τοὺς ἡμίσεις ἀφῆκεν, οὐδὲ τοὺς πλείονας ἔλαβε, καὶ τοὺς ἐλάττους ἀφῆκεν· ἀλλὰ ὁλόκληρον ἐτρύγησε τὸν καρπὸν, καὶ τὸ δένδρον οὐ κατέβαλε· πᾶσαν ἐπήγαγε τὴν θάλατταν μετὰ τῶν κυμάτων, καὶ τὸ σκάφος οὐ κατεπόντισεν· ὅλην τὴν δύναμιν ἐκένωσε, καὶ τὸν πύργον οὐκ ἔσεισε. Ἀλλὰ εἱστήκει πάντοθεν βαλλόμενος, καὶ ἀκλινὴς μένων, καὶ νιφάδες ἐφέροντο βελῶν, καὶ οὐκ ἐπλήττετο· μᾶλλον δὲ ἐπέμποντο μὲν, οὐκ ἐτίτρωσκον δέ. Ἐννόησον ὅσον ἐστὶ, τοσούτους παῖδας ἰδεῖν ἀπολωλότας. Τί γὰρ οὐκ ἦν ἱκακὸν δάκνειν; τὸ πάντας ἀναρπασθῆναι, τὸ πάντας ἀθρόον καὶ ἐν ἡμέρᾳ μιᾷ, τὸ ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει, τὸ πολλὴν ἀρετὴν ἐπιδεδειγμένους, τὸ τρόπῳ τοιούτῳ τιμωρίας καταλῦσαι τὸν βίον, τὸ μετὰ τοσαύτας πληγὰς ἐσχάτην ἐπενεχθῆναι ταύτην, τὸ φιλόστοργον εἶναι τὸν γεγεννηκότα, τὸ ποθεινοὺς εἶναι τοὺς ἀπελθόντας; 48.1023 Ὅταν γὰρ πονηροὺς ἀποβάλῃ τις παῖδας, δάκνεται μὲν τῷ πάθει, πλὴν ἀλλ' οὐ μετὰ πολλῆς τῆς σφοδρότητος· ἡ γὰρ πονηρία τῶν ἀπελθόντων δριμυτέραν οὐκ ἀφίησι γενέσθαι τὴν ὀδύνην· ὅταν δὲ καὶ ἐνάρετοι ὦσι, μόνιμον τὸ τραῦμα γίνεται, ἄληστος ἡ μνήμη, ἀπαραμύθητον τὸ κακὸν, διπλοῦν τὸ κέντρον, τὸ μὲν ἀπὸ τῆς φύσεως, τὸ δὲ ἀπὸ τῆς ἀρετῆς τῶν ἀπελθόντων. Ὅτι δὲ ἦσαν ἐνάρετοι, δῆλον ἐκεῖθεν· Πολλὴν αὐτῶν ὁ πατὴρ ἐποιεῖτο τὴν ἐπιμέλειαν, καὶ ἀνιστάμενος θυσίας προσέφερεν ὑπὲρ αὐτῶν, καὶ ὑπὲρ τῶν ἀδήλων ἁμαρτημάτων δεδοικὼς, καὶ