45
εἰς Αἴγυπτον, ὡς μέλλοντος τοῦ Ἡρώδου ζητεῖν τὴν ψυχὴν τοῦ παιδίου. καὶ ἡ γυνὴ ἔφυγεν εἰς τὴν ἔρημον ὅπου ἔχει τόπον ἡτοιμασμένον ὑπὸ τοῦ Θεοῦ, ἵνα ἐκεῖ τρέφωσιν αὐτὴν 142 ἡμέρας χιλίας διακοσίας ἑξήκοντα. ἆρα οὖν τὸ μὲν παιδίον διεσώθη ἐκ τῆς ἐπιβουλῆς τοῦ δράκοντος, ἡ δὲ γυνὴ παρεδόθη εἰς διαφθοράν; οὐ μὲν οὖν, ἀλλὰ καὶ αὐτὴ διεσώθη τῇ εἰς Αἴγυπτον φυγῇ, ἥτις ἔρημος ἦν καὶ σχολάζουσα τῆς Ἡρώδου ἐπιβουλῆς. καὶ ἐκεῖ διῆγέ φησι καὶ διεστρέφετο ἡμέρας χιλίας διακόσιας ἑξήκοντα, αἳ συνάγουσιν ἔτη τρία ἥμισυ ὀλίγων λειπόντων. τοσοῦτον γὰρ ἴσως χρόνον ἐν τῇ Αἰγύπτῳ διεγένετο ἡ θεοτόκος, ἄχρι τῆς Ἡρώδου τελευτῆς, μεθ' ἣν πάλιν αὐτοὺς χρηματισμὸς ἀγγέλου πρὸς τὴν Ἰουδαίαν εἵλκυσε. καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ, ὁ Μιχαὴλ καὶ οἱ ἄγγελοι αὐτοῦ πολεμῆσαι μετὰ τοῦ δράκοντος. καὶ ὁ δράκων ἐπο λέμησε καὶ οἱ ἄγγελοι αὐτοῦ. καὶ οὐκ ἴσχυσαν, οὐδὲ τόπος εὑρέθη αὐτῷ ἐν τῷ οὐρανῷ. καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ὁ καλούμενος ∆ιάβολος· καὶ ὁ Σατανᾶς, ὁ πλανῶν τὴν οἰκουμένην ὅλην, ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι μετ' αὐτοῦ ἐβλήθησαν. ὥσπερ κατ' ἐπανάβασιν ἀεὶ τῆς εἰρημένης ἀρχῆς, ἀρχὴν πρεσβυτέραν ἐπινοεῖ, ἧς ἐν μέρει καὶ πρόσθεν ἐπεμνήσθη, τὰ κατὰ τὸν ἀντίχριστον ἡμῖν διηγεῖσθαι μέλλουσα ἡ ὀπτασία· ἀρχὴ γὰρ πρώτη τῶν κατ' αὐτῶν, ἡ τοῦ Σατανᾶ ἡ τοῦ οὐρανοῦ πτῶσις. περὶ ἧς καὶ ὁ Κύριός φησιν εἶδον τὸν Σατανᾶν ἐκ τοῦ οὐρανοῦ ὡς ἀστραπὴν πεσόντα. τί οὖν λέγει καὶ ἐγένετο πόλεμος ἐν τῷ οὐρανῷ; φησὶν ἡ θεῖα γραφὴ τὸν Σατανᾶν τραχηλιᾶσαι κατὰ τοῦ Θεοῦ, τουτέστι σκληρὸν 143 αὐτῷ καὶ ἀγέρωχον ἀντανατεῖναι τράχηλον, καὶ ἀποστασίαν μελετῆσαι. ἀλλ' ὁ μὲν Θεός, ἅτε φύσει ἀγαθὸς ὢν καὶ ἀνεξίκακος, ἐμακροθύμει ἐπ' αὐτῷ· οἱ δέ γε θεῖοι ἄγγελοι μὴ ἐνεγκόντες τὴν ὕβριν τοῦ σφῶν δεσπότου ἐξώθησαν αὐτὸν τῆς μετ' αὐτῶν διαγωγῆς. τοῦτο νῦν φησιν ὅτι ὁ Μιχαήλ, εἷς δὲ οὗτος τῶν ἐν ἀγγέλοις μεγάλων ἀρχόντων, ἐπολέμησε κατὰ τοῦ Σατανᾶ καὶ τῶν ὑπ' αὐτόν. ὁ δέ γε Σατανᾶς οὐκ ἴσχυσε πρὸς τὸν κατ' αὐτοῦ πόλεμον· οὐδὲ τόπος ηὑρέθη φησὶ φυγῆς αὐτῷ ἢ γοῦν οἰκήσεως ἐν τῷ οὐρανῷ, καὶ ἐβλήθη κάτω εἰς τὴν γῆν, ἢ τοῦτο αἰσθητῶς παθών, ἢ ὅτι τοῦ ἀγγελικοῦ καὶ οὐρανίου περιαιρεθεὶς ἀξιώματος, εἰς γήϊνον κατερρίφη φρόνημα. εἶτα ὥσπερ ἀμυνόμενος, τὸν Θεὸν διὰ τὴν πτῶσιν, ἐπεὶ μὴ αὐτὸν ἀδικῆσαι ἐνῆν, τοὺς αὐτοῦ δούλους ἀδικεῖ τοὺς ἀνθρώπους, καὶ πλανᾷ καὶ ἀφιστᾶν πειρᾶται Θεοῦ, ταύτῃ τὸν αὐτὸν δεσπότην ἀδικεῖν οἰόμενος. καὶ ἤκουσα φωνὴν μεγάλην ἐν τῷ οὐρανῷ λέγουσαν ἄρτι ἐγένετο ἡ σωτηρία καὶ ἡ δύναμις καὶ ἡ βασιλεία τοῦ Θεοῦ ἡμῶν καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ, ὅτι ἐβλήθη ὁ κατήγο ρος τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτῶν ἐνώπιον τοῦ Θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός· καὶ αὐτοὶ ἐνίκησαν αὐτὸν διὰ τὸ αἷμα τοῦ ἀρνίου καὶ διὰ τὸν λόγον τῆς μαρτυρίας αὐτῶν, καὶ οὐκ ἠγάπησαν τὴν ψυχὴν αὐτῶν ἄχρι θανάτου· διὰ τοῦτο εὐφραίνεσθε οὐρανοὶ καὶ οἱ ἐν αὐτοῖς σκηνοῦντες· οὐαὶ τὴν γῆν καὶ τὴν θάλασσαν, ὅτι κατέβη ὁ ∆ιάβολος πρὸς ὑμᾶς, ἔχων θυμὸν μέγαν, εἰδὼς ὅτι ὀλίγον καιρὸν ἔχει. τὴν οἰκείαν οὖν εὐφροσύνην οἱ ἅγιοι παραδηλοῦντες ἄγγελοι ἣν ἔσχον ἐπὶ τῇ καθαιρέσει τοῦ Σατανᾶ, ἐπινίκιον 144 ᾄδουσιν ὠδὴν τῷ Θεῷ, ἄρτι λέγοντές φησιν ἐγένετο ἡ σωτηρία καὶ ἡ βασιλεία, καὶ ἔλαμψεν ἡ τοῦ Θεοῦ δύναμις, καὶ ἡ ἐξουσία τοῦ Χριστοῦ αὐτοῦ, ὅπως ἐστὶ παντοδύναμος· αὐτῆς γάρ φησι τῇ συνεργίᾳ νενικήκαμεν τὸν ἐχθρόν. καὶ ἀπῆλθεν ἐξ ἡμῶν ὁ κατήγορος τῶν ἀδελφῶν ἡμῶν, ὁ κατηγορῶν αὐτῶν ἐνώπιον τοῦ Θεοῦ ἡμῶν ἡμέρας καὶ νυκτός. ὢ τῆς μετριότητος τῶν ἁγίων ἀγγέλων· πῶς εἰσι μιμηταὶ τοῦ οἰκείου δεσπότου. ἀδελφοὺς ἑαυτῶν, καλοῦσιν τοὺς ἀνθρώπους. καὶ τί θαυμαστόν; ὁπότε καὶ ὁ κοινὸς δεσπότης τοῦτο αὐτοὺς καλεῖν οὐκ ἀπηξίωσεν, ἀπαγγελῶ λέγων τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου· ἐν μέσῳ ἐκκλησίας ὑμνήσω σε. τι δέ φασι περὶ τοῦ Σατανᾶ; ἀπῆλθεν. καθηρέθη τῆς ἀξίας. οὐκέτι αὐτῷ χώρα ἐνώπιον ἑστάναι τοῦ Θεοῦ, καὶ κατηγορεῖν τῶν ἀνθρώπων. καὶ αὐτοί φησι τοῖς ἴσοις αὐτὸν ἠμύναντο, νικήσαντες τὸν δοκοῦντα