46
Θεοῦ ὀφείλομεν, ἢ πῶς αὐτῆς καταξιωθῆναι δυνάμεθα. ΑΠΟΚΡΙΣΙΣ. Τὴν μὲν σύνεσιν παρ' αὐτοῦ τοῦ Θεοῦ διὰ τοῦ προφή του μανθάνομεν, λέγοντος· Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ, καὶ μὴ καυχάσθω ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ· ἀλλὰ ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν 31.1228 Κύριον· καὶ διὰ τοῦ Ἀποστόλου εἰπόντος· Ἀλλὰ συνιέντες, τί τὸ θέλημα τοῦ Κυρίου. ∆υνάμεθα δὲ ταύτης καταξιωθῆναι, ἐὰν ποιήσωμεν τὸ γεγραμ μένον· Σχολάσατε, καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός· καὶ ἐὰν πιστεύσωμεν ἀληθὲς εἶναι πᾶν ῥῆμα Θεοῦ· Ἐὰν γὰρ μὴ πιστεύσητε, φησὶν, οὐδὲ μὴ συνῆτε. ΕΡΩΤΗΣΙΣ ΣΙΘʹ. Ἐὰν εὐεργετηθῶμεν παρά τινος, πῶς δυνηθῶμεν καὶ τῷ Κυρίῳ τὴν ὀφειλομένην εὐχαριστίαν καθαρὰν καὶ ὁλόκληρον ἀποδοῦναι, καὶ τὴν πρὸς τὸν εὐεργέτην ἐπιστημόνως πληρῶσαι, μήτε ἐλλείποντες, μήτε ὑπερβαίνοντες τὸ μέ τρον. ΑΠΟΚΡΙΣΙΣ. Ἐὰν τὸν μὲν Θεὸν ἀρχηγὸν καὶ τελειωτὴν παντὸς ἀγαθοῦ εἶναι πληροφορηθῶμεν· τὸν δὲ διάκονον ὡς ὑπηρέτην τῆς τοῦ Θεοῦ εὐεργεσίας γνωρίσωμεν. ΕΡΩΤΗΣΙΣ ΣΚʹ. Εἰ παντὶ τῷ βουλομένῳ ἀδελφαῖς συντυγχάνειν ἐπιτρέπειν χρή· ἢ τίς, καὶ πότε, καὶ πῶς ἀδελ φαῖς συντεύξεται. ΑΠΟΚΡΙΣΙΣ. Περὶ τούτων εἴρηται ἐν τοῖς κατὰ πλάτος, ὅτι οὔτε ἀνδρὶ ἀνὴρ κατ' ἐξουσίαν ἕκαστος ἁπλῶς καὶ ὡς ἔτυχε συντυγχάνειν ὀφείλει· μετὰ δοκιμασίας δὲ ὁ δυνάμενος ὠφελῆσαι καὶ ὠφεληθῆναι, οὐχ ὅτι γε γυναικί. Εἰ δέ τις μνημονεύει τοῦ Κυρίου εἰπόντος, ὅτι Πᾶν ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρω ποι, ἀποδώσουσι λόγον περὶ αὐτοῦ ἐν ἡμέρᾳ κρίσεως, φοβεῖται ἐπὶ παντὸς πράγματος τὸ τοιοῦτον κρῖμα, καὶ πείθεται τῷ Ἀποστόλῳ εἰπόντι· Εἴτε ἐσθίετε, εἴτε πίνετε, εἴτε τι ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε· καὶ ἀλλαχοῦ· Πάντα πρὸς οἰκοδομὴν γινέσθω· καὶ οὐδὲν ἀνέχεται ποιῆσαι ἀργῶς καὶ ἀνωφελῶς. Τὸ δὲ, Τίς, καὶ πότε, καὶ πῶς, ἵνα καιρὸς καὶ τόπος, καὶ πρόσωπον δοκιμάζηται, ἀφ' ὧν κακοῦ μέν τινος οὔτε ὑποψία ἔσται· τὸ δὲ ἀπρόσκοπον τοῖς πᾶσι φυλαχθήσεται, καὶ πρὸς οἰκοδομὴν τῆς πίστεως ἡ συντυχία γενήσεται. Ἀλλ' οὔτε ἓν πρόσωπον ἑνὶ συντυγχάνειν ἐπιτρέπει ὁ λό γος. Ἀγαθοὶ γὰρ οἱ δύο, φησὶν, ὑπὲρ τὸν ἕνα, ἅμα δὲ καὶ ἀξιόπιστοι· Οὐαὶ δὲ τῷ ἑνὶ, ὅτι, ἐὰν πέσῃ, οὐκ ἔστιν ὁ ἐγείρων. 31.1229 ΕΡΩΤΗΣΙΣ ΣΚΑʹ. Τοῦ Κυρίου διδάσκοντος προσεύχεσθαι μὴ εἰσελ θεῖν εἰς πειρασμὸν, εἰ δεῖ προσεύχεσθαι μὴ περιπεσεῖν ὀδύναις σωματικαῖς· ἐὰν δὲ περιπέσῃ τις, πῶς παρέλθῃ. ΑΠΟΚΡΙΣΙΣ. Οὐ διέκρινε πειρασμοῦ ποιότητα, καθολικῶς δὲ προσέταξε· Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν· εἰσαχθέντα δὲ σὺν τῷ πειρασμῷ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν, παρὰ τοῦ Κυρίου αἰτεῖν δεῖ, ἵνα κατορθωθῇ ἡμῖν τὸ, Ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. ΕΡΩΤΗΣΙΣ ΣΚΒ. Τίς ἐστιν ὁ ἀντίδικος ἑκάστου ἡμῶν· ἢ πῶς αὐτῷ εὐνοήσομεν. ΑΠΟΚΡΙΣΙΣ. Ἐπιτετηρημένως ἐνταῦθα ὁ Κύριος ἀντίδικον ὀνο μάζει τὸν ἀφαιρεῖσθαί τι ἐπιχειροῦντα τῶν διαφε ρόντων ἡμῖν. Εὐνοοῦμεν δὲ αὐτῷ, ἐὰν φυλάξωμεν τὸ πρόσταγμα τοῦ Κυρίου εἰπόντος· Τῷ θέλοντί σοι κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ καὶ τὸ ἱμάτιον καὶ ἐπὶ παντὸς πράγμα τος τοιούτου ὁμοίως. ΕΡΩΤΗΣΙΣ ΣΚΓʹ. Τοῦ Κυρίου εἰπόντος, «Σὺ δὲ νηστεύων, ἄλειψαί σου τὴν κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψαι, ἵνα μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων·» ὁ θέλων διά τινα λόγον ἀρέσκοντα Θεῷ νη στεῦσαι, καθὼς καὶ οἱ ἅγιοι πολλάκις πεποιη κότες εὑρίσκονται, ἐπειδὴ καὶ ὡς οὐ θέλει φαίνεται, τί ποιήσει. ΑΠΟΚΡΙΣΙΣ. Τὸ παράγγελμα τοῦτό ἐστι πρὸς τοὺς ἐπιτηδεύον τας ποιεῖν τὴν ἐντολὴν τοῦ Θεοῦ πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις, ἵνα τὸ πάθος τῆς ἀνθρωπαρεσκείας θεραπεύσωσιν. Ἐπεὶ ὅτι γε ἡ ἐντολὴ τοῦ Κυ ρίου, εἰς δόξαν Θεοῦ γενομένη, κατὰ φύσιν ἀνεπιτη δείως ἔχει πρὸς τὸ κρύπτεσθαι παρὰ τοῖς φι λοθέοις, ὁ Κύριος ἐδήλωσεν εἰπών· Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον, καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μό διον, καὶ τὰ ἑξῆς.