46
ἐστιν ὁ ἀναβαίνων διὰ προκοπῆς. ἡ προκοπὴ δὲ ἄνοδός ἐστιν. ἡ στάσις ἡ ἐν τῷ τελείῳ. ὅταν τις γένηται "τέλειος ὡς ὁ πατὴρ ὁ οὐράνιος", ἔστη ἐν τῷ ἁγίῳ τόπῳ, εἰ μὴ ἄρα ὑπερβῇ τὴν ὅλην τοιαύτην κατάστασιν καὶ ἀρχὴν λάβῃ ἄλλης· διὸ καὶ ἐν ψαλμοῖς λέγεται· "πάσης συντελείας εἶδον πέρας". πολλὰ πέρατα ἔστιν, ὡς ἔχει ἐπὶ μαθήσεως γραμμάτων. συντελεῖταί τις ἐν τῇ γνώσει τῶν χαρακτήρων, καὶ ἄρχεται συλλαβῶν, καὶ πάλιν ἐκείνων τέλος ἀπολαβόντων ἀ´̣λ̣λ̣η̣ ἀρχὴ γίνεται. κύκλου οὐκ ἔστιν λαβεῖν οὔτε ἀρχὴν οὔτε τέλος. ἐὰν οὖν ἀπὸ σημείου ἐπιστήσῃ ἀρχὴν τοῦ κύκλου, καὶ συντελέσεις τὸν ὅλον κύκλον. εἰς τὴν ἀρχὴν πάλιν ἔρχεται, ὡς ἔχει ἐπὶ τοῦ ἡλίου. ἐν τοῖς τοιούτοις τέλεσιν ἀεὶ κατὰ τῶν αὐτῶν φέρεται. Ἰουδαῖοι οὖν ἴσως τὸ "ἀναβῆναι εἰς τὸ ὄρος" τὸ εἰς τὸν ναὸν ἀναβῆναι λέγουσιν καὶ στῆναι ἐν αὐτῷ. τὰ ἑξῆς δὲ ἐπισυναπτόμενα εἴργει ταύτης τῆς διανοίας. 3-4 τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου καὶ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἀθῷος χερσὶν καὶ καθαρὸς τῇ καρ69 δίᾳ, ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ καὶ οὐκ ὤμοσεν ἐπὶ ματαίῳ τῷ πλησίον. ἐν τῇ δεκαλόγῳ κεῖται· "οὐ λήμψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ ἐπὶ ματαίῳ· οὐ μὴ γὰρ καθαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ". τοῦτο καὶ εἰσωτερικῶς καὶ τελείως καὶ εἰσαγωγικῶς καὶ καταλλήλως τοῖς ἀρχομένοις ἐκλαβεῖν δεῖ. κυρίως ὁ νέος ὁ ἕτοιμος ὢν πρὸς τὸ δέξασθαι τοὺς τοῦ θεοῦ νόμους "οὐκ ὀμνύει ὅλως"· διὸ οὐ λαμβάνει ἐπὶ ματαίῳ τὸ ὄνομα κυρίου. ἐπ' οὐδενὶ ματαίῳ παραλαμβάνει αὐτὸ ἀρκούμενος τῷ "ναὶ ναὶ" καὶ τῷ "οὒ οὔ". δυνατὸν δὲ πρὸς τοὺς εἰσαγομένους τοῦτο εἰπεῖν· οὐ δεῖ ψευδῶς ὀμνύναι· ὁ γὰρ ψευδῶς ὀνομάζων τὸ ὄνομα κυρίου, ὅσον εἰς αὐτὸν ἧκεν, ἐπὶ ματαίῳ αὐτὸ ἔλαβεν· δυνάμενος γὰρ ἀποδεῖξαι καὶ πίστιν τῷ ἀμφισβητουμένῳ δοῦναι χωρὶς ὅρκου ῥᾳδίως ἐπὶ τὸν ὅρκον καταφέρεται. ταύτην τὴν διὰ ὅρκου πίστιν ἀναπόδεικτον λέγουσιν. καὶ οἱ ἔξω νόμοι, ὅτε μὴ οἷόν τε ἦν ἀποδεῖξαι, μὴ διὰ γραμμάτων, μὴ διὰ μαρτύρων-τότε καὶ οὐχ ἑαυτὸν ἐπιρίπτει εἰς τὸ ὀμόσαι, ἀλλ' οἱ δικάζοντες πᾶσαν ἀπόδειξιν θελήσαντες εὑρεῖν καὶ μὴ εὑρόντες εἰς τελευταίαν ταύτην καταφεύγουσιν. "ὃς οὐκ ἔλαβεν ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ". καὶ εὐθέως συνῆψεν· "οὐδὲ ὤμοσεν ἐπὶ δόλῳ"· πᾶς γὰρ ἐφίορκος "ἐπὶ δόλῳ" ὀμνύει· μὴ γὰρ νομίζει μὴ ἐφιορκεῖν. σπανίως γίνεται κατὰ ἄγνοιαν. πολλάκις τις ἐπιλαθόμενος ὄμνυσιν, καὶ πάλιν ἔχει ἔνκλημα, ὡς ἐπὶ τῶν ἀκουσίων ἁμαρτημάτων. λέγω· τινὲς οὐκ αἰτιῶνται τοὺς μεθύοντας λέγοντας ἃ μὴ δεῖ, καὶ πράττοντας ἃ οὐ χρῆ, λέγοντες ὅτι ἀκουσία ἐστὶν ἡ μέθη παρ' ἧς ταῦτα ἃ αἰτιῶνται, τὰ μετὰ μέθην γινόμενα· ἀλλ' αὐτὴ ἡ μέθη ἑκούσιός ἐστιν· ἔδει γὰρ μὴ μεθυσθῆναι. 5 οὗτος λήμψεται εὐλογίαν παρὰ κυρίου. διαγράψας τίς ἐστιν ὁ ἀναβαίνων εἰς τὸ ὄρος καὶ ἱστάμενος ἐν τόπῳ ἁγίῳ, καὶ τὸ ἑπόμενον τῷ τοιούτῳ λέγει· κατὰ τὸν ἀναβάντα ἐστὶν ἐν τῷ ὄρει τοῦ θεοῦ καὶ στάντα ἐν τόπῳ ἁγίῳ. καὶ μετὰ τὴν ἀνάβασιν τοῦ ὄρους, ἵνα ᾖν ἡ ἀκρώρεια τοῦ ὄρους ὁ τόπος ὁ ἅγιος, λέγει ὅτι "λήμψεται οὗτος εὐλογίαν παρὰ κυρίου", "εὐλογίαν πνευματικὴν τὴν ἐν τοῖς ἐπουρανίοις"· λέγεται γάρ· "καὶ γὰρ εὐλογίας δώσει ὁ νομοθετῶν". δίδωσιν δὲ ὁ νομοθετῶν οὐ τοῖς παραβαίνουσιν τὸν νόμον, ἀλλὰ τοῖς εἰς ἔργον αὐτὸν μεταβάλλουσιν. καὶ πάλιν· "ἰδοὺ οὕτως", φησίν, "εὐλογηθήσεται ὁ ἄνθρωπος ὁ φοβούμενος τὸν κύριον". αἰτία τῆς εὐλογίας ἡ εὐλάβειά ἐστιν, ὁ φόβος ὁ πρὸς τὸν κύριον· διὸ λέγεται· "εὐλογήσαι σε κύριος ἐκ Σιών". εἰ ἐκ τῆς Σιὼν εὐλογεῖ ὁ θεὸς τὸν τοιοῦτον, διὰ ἀρετὴν προλαβοῦσαν καὶ φρόνησιν ὀρθὴν αὐτῷ ὀρέγει τὴν εὐλογίαν. ἴδε, τὸν σπουδαῖον, τὸν ἀ70 θῷον ταῖς χερσὶν καὶ καθαρὸν τῇ καρδίᾳ, μὴ λαβόντα ἐπὶ ματαίῳ τὴν ψυχὴν αὐτοῦ, οὐδὲ "ὤμοσεν τῷ πλησίον αὐτοῦ ἐπὶ δόλῳ", λέγει λήμψεσθαι εὐλογίαν παρὰ κυρίου· οὐ παρὰ τοῦ τυχόντος αὐτὴν λαμβάνει· εἰσὶν γὰρ καὶ ἄνθρωποι ἀλλήλους εὐλογοῦντες καὶ ἑαυτοὺς εὐλογοῦντες,