46
ἄνθει λεληθότως πρὸς τὸ ἑτερόχρουν μεταβαίνει, προσφυῶς τὰς ἄκρας τῶν χρωμάτων αὐγὰς ἀλλήλαις καταμιγνύουσα, οὕτως ἔστιν ἰδεῖν καὶ τῆς ψαλμῳδίας ταύτης κατὰ τὸ ἄκρον τὴν τοῦ νοήματος ἀκτῖνα τῷ προοιμίῳ τῆς τοῦ παρακειμένου ψαλμοῦ λαμπηδόνος δι' ἀκολούθου προσμιγνυμένην· ὥστε λανθάνειν τὸ μέσον τούτων, αὐτομάτως τῆς διανοίας ἀπὸ τούτου πρὸς τὴν ὑπερκειμένην ψαλμῳδίαν κατενεχθείσης. ὁ γὰρ ὡς ἐλαία κατάκαρπος ῥιζωθεὶς ἐν τῷ οἴκῳ τοῦ θεοῦ καὶ τὸ ἑδραῖόν τε καὶ ἀμετακίνητον τοῦ κατὰ τὴν πίστιν στερεώματος ἐν ἑαυτῷ βεβαιώσας καὶ τὴν ἐλπίδα τοῦ θείου ἐλαίου δι' εὐχαριστίας τῇ ἀπειρίᾳ τῶν αἰώνων συμπαρατείνας θυμῷ χρῆται κατὰ τῶν ἀφραινόντων, ὧν κεφάλαιον τῆς ἀφροσύνης τὸ τὸν ἀληθῶς ὄντα, τὸν ἐπὶ πάντων καὶ ἐν πᾶσιν, τοῦτον μὴ εἶναι λέγειν. τοιούτων γάρ, φησίν, καὶ τοσούτων ὄντων (πρῶτον τοῦ θεοῦ δείκνυσι τὴν ὑπὲρ τῶν ἀνθρώπων προμήθειαν· ἐφ' οὗ τὸ τῶν ἐλπίδων βέβαιον οὕτως ἀμετάθετόν ἐστιν, ὡς μὴ κάμνειν τῇ ἀϊδιότητι τῶν 5.137 αἰώνων τὸν πόθον συνεκτεινόμενον), πῶς Λέγει ὁ ἄφρων ἐν τῇ καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι θεός; διεφθάρησαν καὶ ἐβδελύχθησαν ἐν τοῖς τοιούτοις τῆς διανοίας ἐπιτηδεύμασιν. Φθορὰ γάρ ἐστιν ὡς ἀληθῶς καὶ διάλυσις τοῦ συνεστῶτος ἡ τοῦ ὄντως ὄντος ἀπόπτωσις. πῶς γὰρ ἄν τις ἐν τῷ εἶναι εἴη, μὴ ἐν τῷ ὄντι ὤν; πῶς δ' ἄν τις μένοι ἐν τῷ ὄντι, μὴ πιστεύων τῷ ὄντι ὅτι ἔστιν; ὁ δὲ ἀληθῶς ὢν θεός ἐστι πάντως, καθὼς τῷ μεγάλῳ Μωυσεῖ ἡ ὀπτασία τῆς θεοφανείας μαρτύρεται. ὁ οὖν ἐκβάλλων τῆς ἑαυτοῦ διανοίας τοῦ θεοῦ τὸ εἶναι ἐκ τοῦ ἐκεῖνον μὴ εἶναι λέγειν ἑαυτοῦ τὸ εἶναι διέφθει ρεν ἔξω τοῦ ὄντος γενόμενος. διὰ τοῦτό φησιν, ἐπειδὴ ἀπὸ τοῦ θεοῦ ἐξέκλιναν, εὐθὺς ἠχρειώθησαν οἱ πάντες, οἷόν τι σκεῦος ἀπόβλητον καταγνωσθὲν ἀχρηστίαν. τὸ δὲ τῷ καλῷ ἄχρηστον τὴν πρὸς τὸ κακὸν ἐπιτηδειότητα διὰ τῆς πρὸς τὸ κρεῖττον ἀναρμοστίας σαφῶς ἐπιδείκνυσιν. ἐπεὶ οὖν διὰ ταῦτα ὁ κύριος Ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων διέκυψεν· ὁ δὲ τοιοῦτος λόγος τὴν ἐν ἀνθρώποις τοῦ κυρίου συναναστροφὴν προμηνύει, ὅτε τοῖς προκαθηγουμένοις πρὸς τὴν ἀπιστίαν τοῖς ἱερεῦσίν τε καὶ Φαρισαίοις καὶ γραμματεῦ σιν ἅπαν ἐπηκολούθησε τὸ ὑπήκοον· ἐκεῖνοι γὰρ ἦσαν οἱ τοῖς βλασφήμοις ἑαυτῶν ὀδοῦσι τὸν λαὸν σπαράσσοντές τε καὶ διεσθίοντες· διὰ τοῦτό φησιν ὅτι Ἐκεῖ φοβηθήσονται φόβον, οὗ οὐκ ἦν φόβος, οἱ ἐσθίοντες τὸν λαόν μου βρώσει ἄρτου, ὅμοιον πάσχοντες τῷ πάθει τῶν ὑδροφοβούντων. οἷς εἴ πως δυνηθείη παραδεχθῆναι τὸ ὕδωρ, ἰαματικὸν ἔσται τοῦ πάθους τῷ κάμνοντι· ἀλλὰ φοβοῦνταί πως τὸ ἐπὶ σωτηρίᾳ προκείμενον καὶ ἀλλοτριοῦνται τοῦ σῴζοντος, φόβῳ τοῦ μὴ ἀπολέσθαι κατασκευάζοντες ἑαυτοῖς τὴν ἀπώλειαν. οὕτως 5.138 κἀκεῖνοι, τῆς πηγῆς αὐτοῖς ἐμβοώσης· Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω, τῇ λύσσῃ τῆς ἀπιστίας προκατειλημμένοι τὰ τῆς ψυχῆς αἰσθητήρια, ἐφοβοῦντο φόβον, οὗ οὐκ ἦν φόβος, τὸ ποτὸν τῆς σωτηρίας ἀποστρεφόμενοι, οὐκ εἰδότες ὅτι ἐν γενεᾷ δικαίων ὁ θεὸς γίνεται, ὁ διδοὺς ἐκ Σιὼν τὸ σωτήριον τῷ Ἰσραὴλ καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ ἀπὸ τοῦ πονηρῶς διὰ τῆς ἁμαρτίας ἡμᾶς αἰχμαλωτίσαντος πάλιν πρὸς ἑαυτὸν ἐπιστρέφων, ὅτε γίνεται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάματι ὁ ἀληθινὸς Ἰσραηλίτης καὶ ὁ πνευματικὸς Ἰακώβ. ἡ μὲν οὖν διάνοια τῆς ψαλμῳδίας, καθὼς ἔξεστιν εὑρεῖν δι' αὐτῶν προϊόντα τῶν λέξεων τῆς ψαλμῳδίας, τοιαύτη. ἡ δὲ ἐπιγραφὴ τοῦ ψαλμοῦ συμβαίνει πρὸς τὴν διάνοιαν. ἐπινίκιον γὰρ εἶναι τὸν λόγον τῆς ψαλμῳδίας ἡ ἐπιγραφὴ σημαίνει διὰ χορείας ἐν συνέσει γινόμενον· Εἰς τὸ τέλος γάρ, φησίν, ὑπὲρ Μαελέθ, συνέσεως τῷ ∆αβίδ· χορεία δὲ τῷ Μαελὲθ ἑρμηνεύεται. καὶ ἀντὶ τοῦ Εἰς τὸ τέλος ἕτεροι τῶν ἑρμηνέων ἐπινίκιον ἐκδεδώκασιν. Πάλιν διὰ τῶν ἀκολούθων προϊὼν ὁ δρόμος, καταλλήλως τοῖς διὰ τῆς προκοπῆς εὑρισκομένοις νοήμασιν ἐφαρμόζει τὰ τῆς ἱστορίας αἰνίγματα, ὅταν ἄπρακτος γένηται καθ' ἡμῶν ὁ ∆ωὴκ ἐκεῖνος ὁ Ἰδουμαῖος τὴν ἐπαμφοτερίζουσαν τῶν ἡμιόνων φύσιν ἐν ἑαυτῷ νομεύων. εἴρηται δὲ τοῦτο καὶ ἐν τοῖς φθάσασιν, ὅτι ἡ ἁμαρτία διὰ τοῦ ζῴου τούτου